← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§232.15-233.20

汇编法律的局限与转向政制研究

本段转述亚里士多德《尼各马可伦理学》第十卷第九章结语,以医术为类比论证缺乏经验而搜集法律并不能造就立法家,进而提出转向《政治学》以考察比较各城邦政制、从而完成人类事务哲学的研究纲领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν ἐπαγγελ#2 καὶ γὰρ ἀγαπητόν, εἰ τοῦτο μόνον γνώσονται ἁπλῶς, ὅτι καλῶς ἢ κακῶς πεποίηται τὸ ἔργον ὥσπερ καὶ ἐπὶ τῆς γραφικῆς ἔχει· καὶ γὰρ τὸ μὲν τὴν ἀρίστην εἰκόνα γινώσκειν ὅτι καλῶς γέγραπται, καὶ τῶν μὴ ζωγράφων ἂν εἴη, τὸ δὲ εἰδέναι ὅτι ἀρίστη καὶ ὅπῃ τῶν ἄλλων διαφέρει, μόνον ἐστὶ τοῦ γράφειν εἰδότος ἢ ἐμπειρίαν τινὰ κεκτημένου περὶ αὐτό. οὔτε τοίνυν τὸ ζωγράφου ἔργον ἢ τὸ τοῦ μουσικοῦ ἢ τοῦ γραμματικοῦ χωρὶς τῆς περὶ αὐτὰ ἐπιστήμης οὐδεὶς ὀρθῶς δύναται κρίνειν οὔτε τὸ τοῦ πολιτικοῦ ἔργον ἄνευ τοῦ τὴν πολιτικὴν ἐπιστήμην εἰδέναι, κρῖναι δυνατόν. ἔργον δὲ τοῦ πολιτικοῦ ὁ νόμος ἐστί. πρῶτον μὲν οὖν τὸ συναγαγεῖν νόμους καὶ ἐκλέξασθαι τοὺς ἀρίστους ἄνευ τῆς περὶ τὰ πολιτικὰ ἐμπειρίας οὐ δυνατόν, ἔπειτα, εἰ καὶ τοῦτο δώσομεν, ὡς ἄρα δυνατὸν ἄνευ τοῦ πολιτικὸν εἶναι νόμους κρίνειν εἰδέναι καὶ συναγαγεῖν τοὺς ἀρίστους, οὐδὲ τοῦτο ἀρκέσει πρὸς τὸ γενέσθαι πολιτικὸν καὶ νομοθετικόν, ἐπεὶ οὐδὲ ἰατροὶ γένοιντο ἂν ἀπὸ τοῦ τὰ ἰατρικὰ συγγράμματα συναγαγεῖν καὶ ἀναγνῶναι· καίτοι οἱ τοιοῦτοι καὶ πειρῶνται λέγειν οὐ μόνον τὰ θεραπεύματα ἀλλὰ καὶ ὡς ἰάθησαν οἱ τούτοις χρησάμενοι καὶ ὅπως προσήκει τῶν νοσημάτων ἕκαστον θεραπεύειν, καὶ διαιροῦσί γε τὰς ἕξεις τῶν νοσημάτων καὶ τῶν σωμάτων, ἀλλ’ ὅμως οὐκ εἰσὶν ἰατροί· δεῖ γὰρ καὶ ἐμπειρίας καὶ συνηθείας τινός· τὰ δὲ συγγράμματα καὶ αἱ τοιαῦται θεωρίαι τοὺς μὲν ἐμπείρους καλλίους ποιοῦσι, τοὺς δὲ ἀπείρους οὐδὲν ὤνησαν πρός γε τὸ δύνασθαι θεραπεύειν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν νόμων ἂν ἔχοι καὶ τῆς πολιτείας. τὸ γὰρ συναγαγεῖν νόμους καὶ διερευνήσασθαι τὰς ἑκασταχοῦ πολιτείας, τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας δυναμένους ἕκαστα καλῶς θεωρῆσαι καὶ συνιδεῖν ἅ τε ὀρθῶς καὶ ἃ φαύλως ἔχουσι καὶ ποῖα ποίοις ἁρμόττει, πάνυ ἂν ὠφελήσειε· γένοιντο γὰρ ἂν ἑαυτῶν τὰ πολιτικὰ καλλίους·1 τοῖς δὲ ἄνευ τῆς τοιαύτης ἕξεως καὶ πείρας τὰ τοιαῦτα διεξιοῦσιν ἀνόνητος ἡ σπουδὴ πρός γε τὸ νομοθετικοὺς γενέσθαι· οὐ γὰρ δυνήσονται κρίνειν ὀρθῶς περὶ αὐτῶν, εἰ μὴ ἄρα τύχῃ τινί· γίνοιντο δ’ ἂν ἴσως εὐσυνετώτεροι πρὸς ταῦτα τρόπον τινά, μαθόντες περὶ τῶν πολιτικῶν. φαίνεται μὲν οὖν, ὅτι οὔτε οἱ σοφισταὶ οὔτε οἱ πολιτευόμενοι περὶ τῆς πολιτικῆς καὶ νομοθετικῆς οἷοί τε ἐγένοντο διδάσκειν. ἐπεὶ δὲ ἀκόλουθόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, τὸν τῆς ἀρετῆς διδάσκαλον καὶ περὶ τούτων διεξιέναι, τῶν προτέρων οὐ πάνυ περὶ νόμων καὶ πολιτείας διερευνησαμένων, βέλτιον ἴσως ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων, ὡς ἂν ἡ προκειμένη ἡμῖν φιλοσοφία, περὶ τῶν ἀνθρωπίνων οὖσα παθῶν καὶ πράξεων τοῦ προσήκοντος τυχοῦσα τέλους, μηδενὸς ἐλλείπῃ τῶν εἰς ταῦτα φερόντων.2 πρῶτον μὲν οὖν εἴ τι καλῶς περὶ αὐτῶν εἴρηται τοῖς προγενεστέροις, κατὰ μέρος ἐπελθεῖν πειραθῶμεν, εἶτα συναγαγόντες τὰς πολιτείας θεωρῶμεν ἐν αὐταῖς, ἅ τε φθείρει καὶ ἃ σῴζει τὰς πόλεις, ἔτι τε τῶν πολιτειῶν ἑκάστην ἃ συνίστησι καὶ ἃ διαλύει, καὶ τίνα μὲν βασιλείαν συνέχει, τίνα δὲ δημοκρατίαν καὶ τῶν ἄλλων ἑκάστην, καὶ τίνα πέφυκε λύειν· καὶ μὴν κἀκεῖνο σκοπῶμεν, διὰ ποίας αἰτίας αἱ μὲν τῶν πολιτειῶν καλῶς πολιτεύονται, αἱ δὲ ἐναντίως ἔχουσι. τούτων γὰρ δὴ πάντων θεωρηθέντων συνίδοιμεν ἂν καὶ ποία πολιτεία ἀρίστη καὶ πῶς ἑκάστη ταχθεῖσα καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη τοῖς πολιτευομένοις λυσιτελήσει· λέγομεν οὖν ἀρξάμενοι.

〈论智者们以及自称讲授政治事务的人〉因为只要他们单单知道这一点,即作品是造得好还是造得坏,这就值得满意了,正如在绘画中也是如此;因为关于最优秀的图画,知道它画得很好,这甚至可以属于非画师,但知道它是最优秀的以及在何处有别于其他图画,则仅仅属于懂得作画或者就此获得了某种经验的人。因此,正如缺乏关于这些技艺的科学,没有人能够正确地评判画师、音乐家或文法家的作品,同样,若不知晓政治科学,也不可能评判政治家的作品。而政治家的作品就是法律。首先,若无关于政治事务的经验,搜集法律并挑选出最好的法律是不可能的;其次,即便我们退一步承认,无须作为政治家也能懂得评判法律并搜集最好的法律,这也并不足以使人成为政治家和通晓立法者,因为单凭搜集和阅读医学著作也绝不可能成为医师。尽管这类人也试图不仅陈述治疗方法,而且陈述使用这些方法的人是如何治愈的,以及应当如何治疗每一种疾病,甚至区分了疾病和身体的状况,然而他们仍然不是医师;因为还需要某种经验和习练。著作和此类理论研究使富有经验的人更为优秀,但对于没有经验的人,至少就具备医治能力而言,则毫无裨益。关于法律和城邦政制,情形完全相同。因为搜集法律并考查各地的政制,对于那些能够凭借经验善于考察各项事务,并洞察何者良好、何者拙劣,以及何种事物适合于何种事物的人而言,将是大有助益的;因为他们在政治事务上将变得比以往的自己更为优秀。但对于没有此种素养和经验而研读这些内容的人,至少在成为通晓立法者方面,这种努力是徒劳无益的;因为除非出于某种偶然,否则他们绝不可能就这些事物做出正确的评判。不过,通过了解政治事务,他们在此类事情上或许也会在某种方式上变得更有理解力。因此显而易见的是,智者们和从政者都没有能力讲授政治术和立法术。但正如前文所示,德性的教师进而详细探讨这些事务乃是顺理成章的,并且既然前人未曾充分考查过法律和政制,或许由我们自己来考察这些事务更为合适,以便我们当前探讨的关于人类情感与行为的哲学,在达到应有的目的时,不缺失任何通向这些目的的事物。首先,若是前人对此已有什么中肯的论述,让我们尝试按部分逐一探讨;随后,在搜集了诸政制之后,让我们在其中观察,究竟是什么摧毁城邦,又是什么维系城邦,进而观察什么建立每一种政制,什么解体政制,是什么维系王政,是什么维系民主政制以及其余的每一种政制,又是什么本性上使它们瓦解;再者,我们也要考查,由于何种原因,一些政制治理良好,而另一些则处于相反的状态。因为在考察了所有这些之后,我们或许就能够洞察何种政制是最优秀的,以及每一种政制如何组织安排,并采用何种法律与习俗,才能对过公民生活的人有利。那么,就让我们从头开始论述吧。

语法注2 条
  1. 10.γένοιντο γὰρ ἂν ἑαυτῶν τὰ πολιτικὰ καλλίους

    ἑαυτῶν 是由比较级 καλλίους 所支配的比较属格,使用反身代词表示“比以往的自己更优秀(超越自我)”。τὰ πολιτικά 则充当关系宾格(限制性宾格),指明在何种领域(“在政治事务上”)更为优秀。

  2. 10.ὡς ἂν ἡ προκειμένη ἡμῖν φιλοσοφία, περὶ τῶν ἀνθρωπίνων οὖσα παθῶν καὶ πράξεων τοῦ προσήκοντος τυχοῦσα τέλους, μηδενὸς ἐλλείπῃ τῶν εἰς ταῦτα φερόντων

    ὡς ἄν 引导带有虚拟式 μηδενὸς ἐλλείπῃ 的目的从句。主语 ἡ προκειμένη ἡμῖν φιλοσοφία 受到插入的两个分词短语(περὶ τῶν ἀνθρωπίνων οὖσα... 与 τοῦ προσήκοντος τυχοῦσα τέλους)的修饰,造成主谓之间的明显离隔;其核心结构为“以便我们的哲学……在达到应有目的后,不缺失任何通向这些目的之事”。属格 τῶν εἰς ταῦτα φερόντων 是由动词 ἐλλείπῃ 支配的缺失属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:232.15-233.20