← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§22.15-23.15

幸福属于受尊崇之物而非受称赞之物

赫利奥多罗斯阐释《尼各马可伦理学》第1卷第12章,考察幸福是属于潜能、受称赞之物还是可尊崇之物,论证作为终极目的的幸福不属于受称赞之列,而是属于可尊崇的神圣本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι τῶν τιμίων ἡ εὐδαιμονία. κεφ. ιθʹ. 39 Ὅτι τῶν τιμίων ἡ εὐδαιμονία. κεφ. ιθʹ. Διωρισμένων δὲ τούτων, σκεψώμεθα περὶ τῆς εὐδαιμονίας, πότερον τῶν δυνάμεών ἐστιν ἢ τῶν ἐπαινετῶν ἢ τῶν τιμίων ἡ εὐδαιμονία. καὶ δυνάμεις μέν εἰσιν αἱ ἕξεις τῶν τεχνῶν, οἷον κυβερνητικῆς ἢ ἰατρικῆς δηλονότι τὸ δύνασθαι ἰατρεύειν ἢ κυβερνᾶν, ἐπαινετὰ δὲ τὰ ἤδη κατορθωθέντα καὶ εἰς ἐνέργειαν ἐλθόντα ἀγαθά, τίμια δὲ τὰ θεῖα καὶ ὑπὲρ ταῦτα. τούτων οὕτως ἐχόντων, ζητητέον τί τούτων ἐστὶν ἡ εὐδαιμονία. δύναμις μὲν οὖν οὐκ ἔστιν· ἔστι γὰρ τέλειον ἀγαθόν· ἡ δὲ δύναμις ἀτελές. ἄλλως τε ἡ μὲν εὐδαιμονία οὐ συναριθμεῖται πολλοῖς, ἡ δὲ δύναμις τοιαύτη· πολλαὶ γὰρ δυνάμεις· ἡ εὐδαιμονία ἄρα οὐκ ἔστι δύναμις. καὶ μὴν οὐδὲ τῶν ἐπαινετῶν ἐστιν· ἐπαινεῖται γὰρ ἃ μετέχει τινὸς ἀγαθοῦ. τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθὸν καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὸ ποιότητός τινος ἀγαθοῦ μετέχειν καὶ σχέσιν ἔχειν πρὸς ἀγαθόν τι καὶ σπουδαῖον. διὰ τοῦτο καὶ οἱ τοὺς θεοὺς ἐπαινοῦντες γελοῖοί εἰσιν, ἡμῖν αὐτοὺς ἐξισοῦντες. τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους ἕνεκα τῆς πρὸς τὸ ἀγαθὸν ἀναφορᾶς καὶ σχέσεως. τὰ μὲν οὖν ἐπαινετὰ τοιαῦτα· ἡ εὐδαιμονία δὲ οὐ τοιοῦτον· ἔστι γὰρ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. τοῦ δὲ ἀγαθοῦ καὶ τοῦ ἀρίστου οὐκ ἔστιν ἔπαινος· οὐ γὰρ πρός τι ἀναφέρεται ἀγαθόν. διὰ τοῦτο οὐδὲ τοὺς θεοὺς ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν καὶ εὐδαιμονίζομεν· ὁμοίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους καὶ τὰ ἀγαθά, ὅσα δι’ ἑαυτά εἰσιν ἀγαθά, οἷά ἐστὶν ἡ εὐδαιμονία. οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλ’ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει. ἐπεὶ τοίνυν τὰ μὲν ἐπαινετὰ διὰ τι τέλος ἀγαθὸν ἐπαινοῦνται, ἡ δὲ εὐδαιμονία εἰς οὐδὲν ἀναφέρεται τέλος (ἔστι γὰρ αὐτὴ τὸ ἔσχατον τέλος), οὐκ ἂν εἴη τῶν ἐπαινετῶν· λείπεται δὴ τῶν τιμίων εἶναι. τούτῳ δὲ τῷ λόγῳ καὶ ὁ Εὔδοξος μαρτυρεῖ· τὴν γὰρ ἡδονὴν βουλόμενος δεῖξαι ἄριστον εἶναι καὶ τέλειον ἀγαθόν, ἀπὸ τούτου ἔλεγε δείκνυσθαι, ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν ἀλλὰ βέλτιον τούτων, ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι ἀγαθὸν οὖσαν·1 τοιοῦτον δὲ ἔλεγεν εἶναι τὸν θεὸν καὶ τὸ ἀγαθόν. πρὸς ταῦτα γὰρ καὶ τἄλλα ἀναφερόμενα ἀγαθὰ λέγεσθαι καὶ ἐπαινετὰ εἶναι.2 ἐπαινεῖται μὲν γὰρ ἡ ἀρετή, ὅτι πρακτικοὶ γίνονται οἱ ἄνθρωποι τῶν καλῶν ἀπὸ ταύτης· ἐγκωμιάζονται δὲ τὰ ἔργα ὁμοίως τὰ ἀγαθά, τά τε σωματικὰ καὶ τὰ ψυχικά, ὅτι πρός τι τέλος φέρουσιν ἀγαθόν· αὐτὴ δὲ ἡ εὐδαιμονία οὐκ ἂν ἐπαινεθείη· οὐ γὰρ πρός τι τέλος ἀγαθὸν φέρει· αὐτὴ γάρ ἐστι τὸ ἔσχατον τέλος, καθὼς εἴρηται. ἀλλὰ τὸ μὲν περὶ ἐπαίνων καὶ ἐγκωμίων λέγειν τίσιν ἁρμόττει, οὐκ ἔστιν ἡμῖν προκείμενον· οἰκειότερον γὰρ ἄλλοις· ἡμῖν δὲ περὶ τοῦ προκειμένου ῥητέον. φαίνεται μὲν οὖν ἀπὸ τῶν εἰρημένων, ὅτι ἐστὶ τῶν τιμίων καὶ τελείων· φαίνεται δὲ καὶ ἀρχὴ καὶ αἰτία τῶν ἄλλων ἀγαθῶν· ταύτης γὰρ χάριν τὰ ἄλλα πράττομεν· τὴν δὲ ἀρχὴν καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.

幸福属于可尊崇之物。第19章。39 幸福属于可尊崇之物。第19章。 在界定了这些事情之后,让我们考察幸福,看幸福究竟是属于潜能,还是属于受称赞之物,抑或属于可尊崇之物。潜能是指技艺的状态,例如操舵术或医术的状态,显然即能够行医或操舵;受称赞之物是已经成就并已进入现实活动的善;而可尊崇之物则是神圣的、超越于这些之上的事物。情况既然如此,就必须探求幸福是这些之中的哪一种。首先,它并非潜能;因为幸福是完全的善,而潜能是不完全的。此外,幸福不与众多事物共同计数,而潜能正是如此的事物;因为潜能是众多的;所以幸福不是潜能。再者,它也不属于受称赞之物;因为凡分有某种善的事物才受到称赞。事实上,我们称赞正义者、勇敢者,以及一般的善人和德性,是因为它们分有了某种善的性质,并与某种善的和优秀的事物具有关联。因此,那些称赞神明的人也是荒谬可笑的,因为他们把神明降至与我们同等的地位。而之所以发生这种情况,是因为称赞乃是由于指向善的参照与关联而产生的。受称赞之物固然是如此的;但幸福却非如此;因为它是善本身和最善之物。对于善本身和最善之物是没有称赞的;因为它并不指向任何其他的善。正因如此,我们对神明也不加以称赞,而是颂扬其福祉与幸福;同样,对于人类中最神圣者,以及那些因其自身之故而为善的事物——如幸福即是此类——也是如此。因为没有人像称赞正义那样称赞幸福,而是将其作为更神圣、更卓越之物加以颂扬。既然受称赞之物是因某种善的目的而受到称赞,而幸福并不指向任何目的(因为其自身即是最终目的),它就不可能属于受称赞之物;那么,剩下的就只有属于可尊崇之物了。欧多克索斯也证实了这一论点;因为他试图证明快乐是最善之物和完全的善,便以此为据,说快乐不属于受称赞之物而是优于它们,这从它身为善却不受称赞这一点即可表明;他说神明与善本身也是如此。因为通过与这些关联起来,其他事物也被称为善,并且是受称赞之物。德性受到称赞,是因为人们藉由它成为高尚行为的实践者;诸种善的作为,无论身体上的还是心灵上的,同样受到颂扬,是因为它们导向某种善的目的;但幸福本身却绝不会受到称赞;因为它并不导向某种善的目的;因为如前所述,它自身即是最终目的。不过,论述称赞与颂辞适合于何人,并非我们眼前的课题;因为这更属于他人的专责;我们应当讨论的是既定的主题。因此,从所论述的内容来看,显然幸福属于可尊崇且完全的事物;而且显然也是其他诸善的本原与原因;因为我们正是为了它的缘故才行其他一切事情;而我们把诸善的本原与原因置于某种可尊崇且神圣的事物之列。

语法注2 条
  1. 1.ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι ἀγαθὸν οὖσαν

    带冠词不定式 ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι(从其不受称赞这一点)由介词 ἀπό 引导作为论证依据,分词短语 ἀγαθὸν οὖσαν 在此带有让步意味(“尽管身为善”)。该结构解释了欧多克索斯的论点:快乐虽是善的事物却不受称赞,证明它超出于普通受称赞之物之上。

  2. 1.πρὸς ταῦτα γὰρ καὶ τἄλλα ἀναφερόμενα ἀγαθὰ λέγεσθαι καὶ ἐπαινετὰ εἶναι

    这是由前面的 ἔλεγεν 引导的间接引语中的“宾格加不定式”结构。主语为 καὶ τἄλλα(其他事物也),支配两个并列不定式 λέγεσθαι 与 εἶναι。分词 ἀναφερόμενα 表条件或方式(“通过指向这些事物”),ἀγαθὰ 作 λέγεσθαι 的补足成分,ἐπαινετὰ 作 εἶναι 的谓表成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:22.15-23.15