- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:228.8-229.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯论述了德性的三项成因(天性、教导、习惯)中仅凭教导的局限性,指出为了从幼年到成年培养德性习惯并形成具有强制力的秩序,基于理知与明智且不招致怨恨的法律是不可或缺的。
〈Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς#1 〈Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς τοῦτο τοῦ νόμου. κεφ. ιβʹ.〉 Τὰ τοίνυν αἴτια τῆς ἀρετῆς τοῖς ἀνθρώποις τρία πᾶσι δοκεῖ, φύσις καὶ διδασκαλία καὶ ἔθος. ἡ μὲν οὖν φύσις, ὅτι ἐφ’ ἡμῖν οὐκ ἔστι, φανερόν· τὸ γὰρ πεφυκέναι πρὸς ἀρετὴν διά τινος γίνεται θείας αἰτίας τοῖς ὡς ἀληθῶς εὐτυχέσιν, ἡ δὲ διδασκαλία καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος δῆλον ἐκ τῶν εἰρημένων ὡς οὐ πάντας δύναται πείθειν, ἀλλ’ ἀνάγκη τὴν τοῦ ἀκροατοῦ ψυχὴν ἔθεσί τισιν ἀγαθοῖς παρεσκευασμένην εἶναι πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δέον ἐστίν· οὕτω γὰρ ἂν καλῶς ὑποδέξαιτο τὴν διδασκαλίαν, καθάπερ ἡ τὸ σπέρμα θρέψαι δυναμένη γῆ· χωρὶς δὲ τούτου πῶς ἂν ἀκούσειε λόγου τῶν ἡδονῶν ἀφιστάντος; πῶς δ’ ἂν ὅλως καὶ δυνηθείη συνεῖναι ζῶν κατὰ πάθος; τὸν δὲ οὕτως ἔχοντα πῶς οἷόν τε μεταπεῖσαι; δῆλον γάρ, ὡς οὐ λόγῳ δύναται τὸ πάθος ὑπείκειν ἀλλὰ βίᾳ τινί. διὰ τοῦτο οὐχ ἱκανὸς ὁ λόγος ποιῆσαι χρηστούς, τὸ δὲ ἔθος προϋποκεῖσθαι δεῖ τῆς διδασκαλίας, δι’ οὗ τὸ ἦθος τοῦ ἀκροατοῦ πρὸς ἀρετὴν οἰκείως ἂν ἔχοι, στέργον μὲν τὸ καλόν, δυσχεραῖνον δὲ τὸ αἰσχρόν. ὅτι μὲν οὖν τὸ ἀγαθὸν ἔθος δεῖ προϋπάρχειν καὶ τὴν ψυχὴν προδιατιθέναι, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων· ἐθισθῆναι δὲ πρὸς τὸ ἀγαθὸν καὶ τυχεῖν ἀγωγῆς ὀρθῆς καὶ πρὸς ἀρετὴν φερούσης διαίτης, πῶς ἂν γένοιτο χωρὶς τῶν ὀρθῶν καὶ δικαίων καὶ ὅλως καταλλήλων ἀρετῇ νόμων; δεῖ γὰρ ὑπὸ νόμοις τοιούτοις ἔτι νέον ὄντα τραφῆναι. τὸ γὰρ σωφρόνως ζῆν καὶ καρτερικῶς οὐχ ἡδὺ τοῖς πολλοῖς καὶ μάλιστα νέοις οὖσι· καὶ διὰ τοῦτο προσήκει νόμοις τετάχθαι αὐτοῖς τὰ ἐπιτηδεύματα καὶ τὴν τροφὴν καὶ τἆλλα, δι’ ὧν ὁ βίος· καὶ οὕτως οὐκ ἂν εἴη λυπηρὰ αὐτοῖς, διὰ τὸ συνήθη γενέσθαι. οὐ μόνον δὲ νέοις οὖσιν ἀλλὰ καὶ ἀνδράσι χρεία τῶν νόμων· οὐ γὰρ ἱκανὸν πρὸς τὸ γενέσθαι χρηστοὺς τὸ νέους ὄντας μόνον τροφῆς ὀρθῆς καὶ ἐπιμελείας τυγχάνειν, ἀλλ’ ἐπειδὴ καὶ ἀνδρωθέντας ἐπιτηδεύειν δεῖ τὰ καλὰ καὶ πρὸς ἀρετὴν ἑαυτοὺς ἐθίζειν, καὶ τηνικαῦτα δεησόμεθα νόμων καὶ ὅλως περὶ πάντα τὸν βίον. οἱ γὰρ πολλοὶ ἀνάγκῃ πειθαρχοῦσι μᾶλλον ἢ λόγῳ, καὶ ταῖς ζημίαις ἢ τῷ καλῷ. διὰ τοῦτο καί τινες οἴονται δεῖν τοὺς νομοθέτας πρῶτα μὲν λόγοις ἐπὶ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν ἐνάγειν, προτρεπομένους τοῦ καλοῦ χάριν (οὕτω γὰρ ἂν τοὺς ἐπιεικεῖς ἀμείνους γενέσθαι, πρὸς τὸ ἀγαθὸν ἐθισθέντας), ἔπειτα τοῖς ἀπειθοῦσι καὶ ἀφυῶς ἔχουσι κολάσεις καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ’ ἀνιάτους ἐξορίζειν τοῦ χοροῦ τῶν ὑγιαινόντων ἢ δυναμένων· προσήκει γὰρ τὸν μὲν ἐπιεικῆ καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν,1 τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον καὶ πάθεσιν ἀλόγοις ἀκολουθοῦντα λόγῳ μὲν οὐκ ἂν βελτίω γενέσθαι, λύπῃ δὲ κολαζόμενον ὥσπερ ὑποζύγιον. ὅθεν καί φασι δέον εἶναι τοὺς ἀλογωτέρους ἐκείναις ταῖς λύπαις κολάζειν, αἳ πρὸς τὰς ἀγαπωμένας ὑπ’ αὐτῶν ἡδονὰς ἐναντίως ἔχουσιν, οἷον τὸν μὲν πλεονέκτην ἀπογυμνῶσαι τῶν ὑπαρχόντων, τὸν δὲ ἀλαζόνα καὶ ὑβριστὴν ἀτιμάσαι, τυπτήσαι δὲ τὸν ἀκόλαστον. εἰ δὲ ταῦτα σκληρὰ καὶ ἀηδῆ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ ἐπιεικῆ τῶν ἀνθρώπων ἕκαστον, ἐκ παιδὸς καλῶς καὶ ὀρθῶς προσήκει τραφῆναι καὶ παιδευθῆναι καὶ τὴν ἐπιείκειαν ἐθισθῆναι, καὶ οὕτως ἔπειτα ζῆν ἐν ἐπιτηδεύμασιν ἀγαθοῖς καὶ μήτε ἄκοντα μήτε ἑκόντα πράττειν τὰ φαῦλα· τοῦτο δὲ δύναται γενέσθαι διαιτωμένοις κατά τινα τάξιν καὶ λόγους ὡρισμένους, κῦρος ἔχοντας καὶ ἰσχύν. τὰ μὲν οὖν τῶν πατέρων πρὸς τοὺς παῖδας προστάγματα τὴν ἰσχὺν οὐχ οὕτω μεγάλην ἔχει ὥστε βιάζεσθαι, οὐδέ τινος ἑνὸς ἀνδρός, μὴ τυράννου ὄντος ἢ βασιλέως, οἱ λόγοι δύνανται τοσοῦτον, ὥστε μὴ βουλομένους ἐνάγειν ἐπὶ τὰ καλὰ τοὺς πολλούς· μόνος δὲ ὁ νόμος ἀναγκαστικήν τινα δύναμιν ἔχει. πιστεύεται γὰρ ἀπό τινος νοῦ καὶ φρονήσεως τεθῆναι τὸ ἐξ ἀρχῆς· ὅθεν τοῖς μὲν ἀνθρώποις ἐχθαίρουσιν οἱ πολλοὶ ταῖς ὁρμαῖς αὐτῶν ἐναντιουμένοις,2 κἂν ὀρθῶς αὐτὸ δρῶσι, τῷ νόμῳ δὲ οὐδεὶς ἄχθεται τάττοντι τὸ ἐπιεικὲς καὶ τῶν πονηρῶν ἀφιστάντι· τοὺς μὲν γὰρ ζῶντας τῶν παιδευτῶν ἴσως ἐστὶ νομίσαι μίσει τινὶ ἢ φθόνῳ κινουμένους λυπεῖν, τοῖς νόμοις δὲ οὐ τοῦτο συμβαίνει. φανερὸν μὲν οὖν, ὡς ἄρα δεῖ νόμων ῥυθμιζόντων καὶ διατιθέντων πρὸς τὴν ἀρετὴν εὐθὺς ἐκ παιδός.
〈人如何能成为高尚善良的;以及为此需要#1〈人如何能成为高尚善良的;以及为此需要法律。第十二章〉 因此,在所有人看来,人类德性的原因有三:天性、教导与习惯。显然,天性并不取决于我们;因为具有朝向德性的天赋,是通过某种神圣的原因而发生在真正幸运之人身上的。而教导以及关于诸德性的言论,从前文所说显而易见,并不能说服所有人,而是听者的灵魂必须预先由某些良好的习惯做好准备,以便对应当喜悦之事感到喜悦,对应当厌恶之事感到厌恶;因为只有这样,灵魂才能良好地接纳教导,正如能够滋养种子的土地一样。但若是没有这一点,一个人怎能倾听那使人脱离快乐的言论呢?而一个依循激情生活的人,究竟又怎能理解呢?对于处于这种状态的人,又怎能说服他改变呢?因为显而易见的是,激情不可能屈从于言论,而是屈从于某种强制力。正因如此,言论并不足以使人成为善良的,而是必须在教导之前预先奠定习惯,通过习惯,听者的品性才能与德性相契合,热爱高尚之事而厌恶可耻之事。良好的习惯必须预先存在并预先调理灵魂,这一点从前文所言已十分清楚;但是,若没有正确、公正且完全与德性相称的法律,朝向善的习惯养成、获得正确的教养以及通向德性的生活方式,又怎能产生呢?因为人必须在尚且年轻之时就在此类法律下受到抚育。因为节制而坚韧地生活,对于大众、尤其是对于年轻人而言,并不是令人愉悦的;因此,他们的日常行事、抚育以及生活所依赖的其余事项,理应由法律来规定;这样一来,由于成为习惯,这些事情对于他们便不再是痛苦的。不仅是在年轻时,而且在成年时也需要法律;因为为了变成为善的,仅在年轻时获得正确的抚育和照看并不充分,而是既然成年之后也必须践履高尚之事并使自己习惯于德性,那么在那时,乃至在整个一生中,我们都将需要法律。因为大众顺从必然(强制)多于顺从言论,顺从惩罚多于顺从高尚。因此,有些人甚至认为立法者首先应当通过言论引导人走向德性与善,为了高尚的缘故而劝勉(因为这样一来,习惯于善的得体之人就会变得更好),继而对那些不服从且缺乏天赋者施加惩治与惩罚,而将不可救药者从健全或能够健全的人的群体中驱逐出去。因为得体且依循高尚生活的人理当顺从言论,而渴求快乐且顺从非理性激情的卑劣之人,通过言论决不会变好,而是如同驮兽一样受痛苦的惩戒[才会变好]。因此他们也说,应当用那些与非理性之人所热衷的快乐相对立的痛苦来惩戒他们:例如剥夺贪得者的财产,贬抑狂妄侮慢者,鞭笞放荡者。但如果这些是严酷而不快的事,而每个凡人又应当成为善良而得体的,那么就理应从小受到良好而正确的抚育与教育,习惯于得体,并继而如此生活在良好的日常行事中,既非违背意愿也非出于意愿而做出卑劣之事;而这对于依循某种秩序以及具有权威和力量的确定规定而生活的人而言,是能够实现的。父亲对子女的训诫并没有大到足以强迫的力量,任何单个人的言论——除非是僭主或君王——也没有如此大的力量足以引导不情愿的大众走向高尚之事;唯独法律具有某种强制的力量。因为人们相信,法律从一开始就是由某种理知与明智所制定的。因此,大众对于阻碍其冲动的人怀有怨恨,即使这些人做得正确;但对于规定得体之事、阻止邪恶之事的法律,却没有任何人感到怨恨;因为对于活着的教育者,人们或许会认为他们是出于某种仇恨或嫉妒而施加痛苦,但对于法律却不会发生这种事。因此显而易见的是,确实需要从童年起就规范并使人调理朝向德性的法律。
- 10.προσήκει γὰρ τὸν μὲν ἐπιεικῆ καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν
非人称动词 προσήκει 所引出的带对格的不定式结构。此处使用了将来时不定式 πειθαρχήσειν,与后文的 τὸν δὲ φαῦλον... οὐκ ἂν βελτίω γενέσθαι(潜能的 ἄν 搭配不定式)构成呼应与对比,表达服从的预期。
- 10.τοῖς μὲν ἀνθρώποις ἐχθαίρουσιν οἱ πολλοὶ ταῖς ὁρμαῖς αὐτῶν ἐναντιουμένοις
动词 ἐχθαίρουσιν 支配与格短语 τοῖς ἀνθρώποις ... ἐναντιουμένοις 的结构。虽然 ἐχθαίρω 通常接对格宾语,但此处或是由于与后文 τῷ νόμῳ δὲ οὐδεὶς ἄχθεται 形成句法对仗,或是作为表示敌意指向的与格用法。
