← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§227.3-228.7

践行德性的必要性与言论的局限

阐释亚里士多德《尼各马可伦理学》第十卷第九章开头(1179a33–1179b28),论述伦理学的目的不仅在于认知德性,而在于拥有并实践善,且纯粹的言论不足以改变大众,必须探寻使言论生效的预设条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ὅτι περὶ ἀρετῆς οὐχ ἱκανὸν τὸ εἰδέναι ἀλλ’ ἔχειν καὶ χρῆσθαι 20 〈Ὅτι περὶ ἀρετῆς οὐχ ἱκανὸν τὸ εἰδέναι ἀλλ’ ἔχειν καὶ χρῆσθαι πειρατέον. κεφ. ιαʹ.〉 Ἃ μὲν οὖν προσῆκε περὶ τῶν ἀρετῶν ὡς ἐν τύπῳ διαλαβεῖν, ἔτι τε φιλίας καὶ ἡδονῆς καὶ τῆς εὐδαιμονίας ἱκανῶς εἴρηται· καὶ οὐδενὸς ἴσως ἔτι δεήσει τῇ πραγματείᾳ πρός γε τὸν περὶ αὐτῶν λόγον. τί οὖν; ἤνυσται τὸ προτεθὲν ἡμῖν ἤδη καὶ τὸ προσῆκον τέλος ἔλαβεν ἡ σπουδή; καὶ μὴν πρακτική τίς ἐστιν ἡ φιλοσοφία καὶ δεῖ καταλλήλου τέλους αὐτῇ· τὸ δὲ εἰδέναι τί ἐστιν ἀρετὴ καὶ τῶν ἄλλων ἕκαστον, θεωρία τίς ἐστι μόνον. οὐκοῦν καθάπερ τῷ πρὸς ἀρετὴν ἐπειγομένῳ οὐ μέχρι τούτου στῆναι δεῖ τὴν σπουδήν, μαθόντι τίνα δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τί τέ ἐστιν ἡ ἀρετὴ καὶ τίς ἡ κακία καὶ τί τὸ τῶν ἀνθρωπίνων ἔσχατον τέλος, ἀλλὰ καὶ πράξεων ἅπτεσθαι καὶ τὴν μὲν φεύγειν τὴν δὲ διώκειν, ὑπὲρ δὲ τοῦ τῆς εὐδαιμονίας τυγχάνειν πάντα ποιεῖν· τὸν ἴσον δὴ τρόπον καὶ τὸν τῆς ἀρετῆς ἀλείπτην ἀνάγκη1 μὴ τούτοις ἀγαπᾶν μόνον τοῖς λόγοις, ὅθεν ἔνι μαθεῖν ἕκαστα τί ἐστιν, ἀλλὰ καὶ ὅπως ἂν γένοιτο κατορθῶσαι· καὶ τοῦτο διδάσκειν, οἰόμενον οὕτως ἂν ἀληθῶς γενέσθαι διδάσκαλον ἀρετῆς. πρὸς γὰρ τὴν τελείωσιν τοῦ γυμναζομένου τὸν παιδευτὴν προσήκει τάττειν τοὺς λόγους· τελείωσις δ’ ἂν εἴη τοῦ τῆς ἀρετῆς ἀθλητοῦ τὸ ἀγαθὸν αὐτὸν γενέσθαι καὶ πρακτικὸν τῶν καλῶν· φανερὸν τοίνυν, ὡς ἄρα τοῖς περὶ τῶν ἀρετῶν εἰρημένοις ἐκεῖνα προσθεῖναι δεῖ, τί ποιῶν ἕκαστος ἢ πῶς ἔχων οἰκείως εἰς ἀρετὴν καὶ τὸ ἀγαθὸν ἕξει καὶ τῶν περὶ αὐτῆς ἡδέως ἀκούσεται λόγων καὶ βιῶναι δυνήσεται κατ’ αὐτήν· οὕτω γὰρ ἂν ὁ περὶ τῆς ἀρετῆς αὐτάρκης γένοιτο λόγος, διὰ πάντων τὸ γινόμενον σῴζων. πειρατέον δὴ ταύτην τὴν μέθοδον ἀποδοῦναι. εἰ μὲν οὖν ἱκανὸς ἦν ὁ περὶ τῆς ἀρετῆς λόγος πεῖσαι γενέσθαι χρηστούς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως κατὰ τὸν Θέογνιν ἔφερον, καὶ πολλῶν ἔδει2 τοῦτον ὠνεῖσθαι καὶ ζητεῖν ἐκ παντὸς τρόπου λαβεῖν. νῦν δὲ τοὺς μὲν ἀγαθοὺς καὶ ἐλευθερίους τῶν νέων καὶ οἷς εὐγενὲς καὶ φιλόκαλον ἦθος φαίνονται δυνάμενοι πείθειν καὶ πρὸς τὴν ἀρετὴν καὶ τὴν ταύτης πρᾶξιν καὶ τὴν ἕξιν παρακαλεῖν. τοὺς πολλοὺς δὲ οὐκέτι· δύναται γὰρ οὐδεὶς τῶν τοιούτων λόγῳ τινὶ καὶ πειθοῖ τὴν καλοκαγαθίαν ἑλέσθαι καὶ τὴν κακίαν φυγεῖν· οὐ γὰρ αἰδὼς αὐτοὺς ἄγει δεινὸν ἡγουμένους αὐτὸ τὸ δόξαι κακοὺς ἀλλὰ φόβος, οὐδ’ ἀπέχονται τῶν φαύλων, διότι φαῦλα καὶ ὅτι τὸ ταῦτα πράττειν αἰσχρόν, ἀλλὰ διὰ τὰς τιμωρίας· τὸ δὲ αἴτιον, ὅτι λόγῳ μὲν οὐ ζῶσιν, ὅθεν αἰδεῖσθαι συμβαίνει, πάθεσι δὲ ἀκολουθοῦντες τὰς ἑπομένας τοῖς πάθεσι διώκουσιν ἡδονὰς καὶ διὰ τοῦτο τὰς ἀντικειμένας φεύγουσι λύπας· τὸ δὲ φεύγειν τὰς λύπας, τοῦτό ἐστι τὸ φοβεῖσθαι· τοὺς δὴ οὕτως ἔχοντας καὶ τῷ μὴ γεύσασθαι τῶν ὡς ἀληθῶς καλῶν καὶ σπουδαίων μηδὲ εἰς ἔννοιαν τούτων δυνηθέντας ἐλθεῖν, τίς ἂν λόγος μεταρρυθμίσαι; καὶ γὰρ ἀδύνατον ἢ οὐ ῥᾴδιον, τὰ χρόνῳ πολλῷ τοῖς ἤθεσιν ἐμπαγέντα καὶ βεβαιωθέντα λόγῳ κινῆσαι μόνῳ. δεῖ γὰρ καὶ ἑτέρων, ὧν παρόντων ἀγαπητὸν εἴ τις ἀρετῆς καὶ χρηστῶν ἠθῶν μεταλάβοι.3 ἐπεὶ τοίνυν οὐκ αὐτάρκεις οἱ λόγοι πρὸς τὸ προκείμενον, ζητητέον τίνα ἐστίν, ὧν προϋποκειμένων καὶ ὁ λόγος τὸ ἀγαθὸν δύναται πείθειν.

〈关于德性,单是知晓并不充分,而是应当尝试拥有并运用它。第十一章〉 关于诸德性,以及关于友爱、快乐与幸福,凡适合以大纲方式讨论的事情均已充分言及。并且对于这项探究而言,至少就关于它们的言论而言,或许已不再需要任何其他内容。那么又当如何?呈现在我们面前的任务难道已经完成,而我们的努力难道已达到了适当的终点吗?然而,哲学是某种实践性的事物,它需要一个与之相称的终点;而知晓德性是什么以及其他各项是什么,仅仅是某种观照。因此,正如对于奔向德性的人而言,他的努力不应停留在这一步——在知晓了应当践履什么、避开什么,德性是什么、邪恶是什么,以及属人之事的终极目的究竟是什么之后——而是必须着手于行动,避开此者而追求彼者,并为获得幸福而做出一切作为;以完全相同的方式,德性的训练者也有必要不仅满足于这些言论,即由此能够知晓各项究竟是什么,而且还必须成就其如何能够产生,并传授这一点,认为唯有如此才能真正成为德性的教师。因为教育者理应为了受训者的完备而安排其言论;而德性竞技者的完备,当在于他自身变成为善的,且成为高尚之事的践行者。因此显而易见的是,在关于诸德性所言及的内容之外,还必须补充那些事项:即每个人是通过做出什么行动,或是处于何种状态,才能与德性及善建立恰当的关系,并欣然倾听关于德性的言论,且能够依循它而生活;因为只有这样,关于德性的言论才会成为自足的,在一切事情上保全合宜之事。因此,应当尝试提供这一方法。假若关于德性的言论足以说服人们变成为善的,那么正如泰奥格尼斯所说,它理应公正地获得巨大且丰厚的回报,人们也应当出大价钱购买它,并想尽一切办法来获取它。但事实上,言论似乎仅能够说服青年中那些善良而开通的人,以及那些具有高贵且爱美品质的人,勉励他们走向德性、德性的践履与德性的品质。然而对于大众却不再如此;因为这类人决不可能通过某种言论和说服而选择高尚善良并逃避邪恶;因为并非〔他们〕视显得邪恶本身为可怕而由羞耻心引导他们,而是恐惧,他们避开卑劣之事,并非因为它们是卑劣的且做出这些事是可耻的,而是由于惩罚。其原因在于,他们并非依循理性生活——羞耻正由此而产生——而是顺从激情,追求随激情而来的快乐,并为此逃避相对立的痛苦;而逃避痛苦,这正是恐惧。那么,对于处于这种状态、且因未曾品尝过真正高尚而严肃的事物因而甚至未能形成关于这些事物的观念的人,有什么言论能够改造他们呢?因为要把长期植根并稳固于品性之中的事物单凭言论动摇,这是不可能的或不容易的。因为还需要其他条件,唯有在这些条件具备时,若有人能分有德性与良好的品性,便值得欣慰了。既然言论对于当前的目的并非自足,那么就必须探寻,必须预先具备哪些条件,言论才能说服人走向善。

语法注3 条
  1. 10.καθάπερ τῷ πρὸς ἀρετὴν ἐπειγομένῳ οὐ μέχρι τούτου στῆναι δεῖ τὴν σπουδήν... τὸν ἴσον δὴ τρόπον καὶ τὸν τῆς ἀρετῆς ἀλείπτην ἀνάγκη

    句子的核心框架是相关结构 καθάπερ... τὸν ἴσον δὴ τρόπον...(“正如……以完全相同的方式……”)。前一半中,无人称动词 δεῖ 支配表示动作发出者的与格 τῷ ἐπειγομένῳ(分词 μαθόντι 与之一致);后一半中,ἀνάγκη [ἐστί] 支配不定式的宾格主语 τὸν ἀλείπτην(分词 οἰόμενον 与之一致)。

  2. 10.εἰ μὲν οὖν ἱκανὸς ἦν... ἔφερον... ἔδει

    使用过去直说法的非现实条件句(反事实条件句,小词 ἄν 置于 μισθούς 之前)。从句表示假设(“如果言论足以令人为善……”),主句表示与事实相反的结果:“它本会获得回报(ἔφερον [ἂν])”以及“本应购买它(ἔδει)”。由于 ἔδει 是表示必要性与义务的无人称动词,在非现实归结句中按惯用法省略 ἄν。

  3. 10.ὧν παρόντων ἀγαπητὸν εἴ τις ἀρετῆς καὶ χρηστῶν ἠθῶν μεταλάβοι

    ὧν παρόντων 是包含关系代词的独立属格,指代先行词 ἑτέρων。述语形容词 ἀγαπητόν(省略 ἐστί)支配由 εἴ τις... μεταλάβοι(希求法)构成的条件分句充当主语,整体形成复杂的关系从句:“唯有在它们存在的情况下,若有人能分有德性便令人满意的那样一些其他条件”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:227.3-228.7