← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§226.7-227.2

适度外在善的充足与蒙神所爱智者的幸福

文中援引梭伦与阿那克萨戈拉的观点,论证幸福并不需要过度的财富与权力,适度的外部善物即已足够;伦理学论述必须通过实际的生命与行动加以检验,而依循理智生活的智者最蒙神所爱,因而最为幸福。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν#2 οὐ γὰρ ἡ περιβολὴ τοῦ πλούτου καὶ τῶν ἄλλων τῶν ἔξωθεν ἀγαθῶν αὐτάρκη ποιεῖ τὸν εὐδαίμονα ἢ πείθει κρίνειν ὀρθῶς περὶ τῶν πρακτῶν ἢ πράττειν τὰ δέοντα. δυνατὸν γὰρ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλὰ καὶ ἀπὸ μετρίων τινῶν ποιεῖν ἃ προσήκει τοῖς μεγάλην περιβεβλημένοις ἀρχήν. τοῦτο δὲ ὁρᾶν ἔστιν ἐναργῶς· οἱ γὰρ ἰδιῶται τῶν μέγα δυναμένων οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ ἐπιεικῆ φαίνονται πράττοντες. τοσούτων τοίνυν εὐπορεῖν τὸν εὐδαίμονα ἱκανὸν πρὸς εὐδαιμονίαν· ἐνεργήσει γὰρ τὴν ἀρετὴν ἀκωλύτως καὶ τὸν εὐδαίμονα βιώσεται βίον· μαρτυρεῖ δὲ τοῖς λόγοις καὶ Σόλων, οὐ τοῖς ἐκτὸς ἀγαθοῖς τὴν εὐδαιμονίαν ὁρίζων ἀλλ’ εὐδαίμονας ἀποφαινόμενος εἶναι τοῖς ἐκτὸς ἀγαθοῖς κεχορηγημένους, πεπραγότας τε τὰ κάλλιστα καὶ βεβιωκότας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια κεκτημένους πράττειν ἃ δεῖ. δοκεῖ δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἶναι· φησὶ γάρ, οὐδὲν θαυμαστὸν εἰ δόξειέ τις τοῖς πολλοῖς ἄτοπος εἶναι· δυνατὸν γὰρ ἀγαθὸν καὶ εὐδαίμονα ὄντα, πονηρὸν καὶ ἄθλιον νομισθῆναι τοῖς πολλοῖς, οἳ τοῖς ἐκτὸς καὶ φαινομένοις κρίνουσι, τούτων αἰσθανόμενοι μόνον. ὥστε τοῖς ἡμετέροις λόγοις καὶ αἱ τῶν σοφῶν συμφωνοῦσι δόξαι· καί τις καὶ ἀπὸ τούτων τοῖς εἰρημένοις γίνεται πίστις μετρία· τὸ γὰρ ἐν τοῖς πρακτοῖς ἀληθὲς ἀπὸ τῶν ἔργων καὶ τοῦ βίου φαίνεται· καὶ τούτοις ἐλέγχεται τὸ ψεῦδος, ὅταν οἱ λόγοι μὴ φαίνωνται τοῖς πράγμασιν ἐξακολουθοῦντες· ἐν γὰρ ταῖς πράξεσι τὸ κύριον· δεῖ τοίνυν σκοπεῖν τὰ προειρημένα καὶ ταῖς ἀνθρωπίναις πράξεσι καὶ τῷ βίῳ φέροντας ἐφαρμόζειν,1 καὶ συνᾴδοντα μὲν ἀποδεκτέον, διαφωνοῦντα δὲ λόγους κενοὺς ὑποληπτέον. ἔτι δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον, εὐδαιμονέστατον εἶναι τὸν κατὰ νοῦν ἐνεργοῦντα· καὶ γὰρ θεοφιλέστατός ἐστιν· οὗ τί γένοιτ’ ἂν εὐδαιμονέστερον; εἰ γάρ τι τῷ θεῷ μέλει τῶν ἀνθρωπίνων καὶ τίς ἐστιν αὐτῶν ἐπιμέλεια παρ’ ἐκείνου, καθάπερ πᾶσι δοκεῖ καὶ εἴη γε, τίνι τῶν ἐν ἀνθρώποις χαίρειν τὸν θεὸν μᾶλλον εἰκὸς ἢ τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ; τοῦτο δὲ ὁ νοῦς ἐστιν. εἰ δὲ τῷ νῷ μάλιστα χαίρει καὶ ἀγαπῶντας μάλιστα τοῦτον καὶ τιμῶντας καὶ κατ’ αὐτὸν ἐνεργοῦντας, ἀντευποιήσει πάντως,2 ὡς τῶν φίλων αὐτῷ καὶ συγγενῶν ἐπιμελουμένους, καὶ ἄλλως ὡς ὀρθῶς καὶ καλῶς πράττοντας· οὗτος δὲ ὁ σοφός ἐστι καὶ κατὰ νοῦν ἐνεργῶν· θεοφιλέστατος ἄρα· τὸν αὐτὸν δὲ εἰκὸς καὶ εὐδαιμονέστατον εἶναι· καὶ διὰ τοῦτο ἄρα ὁ σοφὸς μάλιστα εὐδαίμων. ἡ ἄρα τελεία εὐδαιμονία ἐν τῷ θεωρητικῷ συνίσταται βίῳ.

〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν#2因为财富与其他外部善物的丰饶既不能使幸福者自足,也不能促使他就可践履之事作出正确判断或践履应做之事。因为即便不统治大地与海洋,也有可能践履高尚之事,并且依凭适度的事物,亦能做出适合于身居大权者所做之事。这一点是可以清晰见到的;因为平民显现出在践履得体之事上绝不下于有权势者,甚至更胜一筹。因此,幸福者拥有如此程度的财富,对于幸福而言便足够了;因为他将毫无阻碍地活动其德性,并将度过幸福的生命。梭伦也为这些论述作证,他并不是用外部善物来界定幸福,而是表明那些被供给外部善物、做出最高尚之事且节制生活的人是幸福的;因为拥有适度财产者亦有可能做应做之事。阿那克萨戈拉似乎也不认为幸福者是富有者或统治者;因为他说,如果某人被多数人看似荒谬,那绝不足为奇;因为有可能在他是善且幸福的同时,却被依凭外在与表象判断、仅感知这些事物的多数人认为是邪恶且悲惨的。因此,智者们的意见与我们的论述也是相合的;并且由此也对所言之事产生了一定程度的确信;因为在可践履之事中的真实显现于行为与生命之中,当言辞显现出并不依循事实时,虚妄便通过这些行为而被揭穿;因为决定性的权威在于行动之中。因此,应当考察前述诸事,并将其带入人类的行动与生命之中加以对照,接受相合者,而将不合者视为空洞的言辞。此外,从以下方面也能明白:依循理智而活动者最为幸福;因为他也最蒙神所爱;而比这还有什么能更幸福呢?因为如果神对人事有任何关涉,并且神对它们有某种照看——正如所有人所认为的且但愿如此——那么在人类的事物中,除了最优秀且与他最相近的事物之外,神更倾向于喜悦什么呢?而这正是理智。如果神最喜悦理智,并必定会回报那些最爱护、尊崇理智并依循理智而活动的人,视他们为照看对神而言亲近且同族之物的人,并在其他方面视他们为正当且高尚地践履的人——而这正是依循理智活动的智者——那么他就是最蒙神所爱的。而同一个人极为合情理地也是最为幸福的;因此也由于这一点,智者是最幸福的。完全的幸福因此存在于观照的生活中。

语法注2 条
  1. 10.δεῖ τοίνυν σκοπεῖν τὰ προειρημένα καὶ ταῖς ἀνθρωπίναις πράξεσι καὶ τῷ βίῳ φέροντας ἐφαρμόζειν

    非人称动词 δεῖ 所统辖的不定词(σκοπεῖν, ἐφαρμόζειν)之逻辑主语以宾格复数分词 φέροντας(“携带着/引入”)的形式出现。它在此表示泛指的考察者群体,带出直接宾语 τὰ προειρημένα,构成“考察者应当携前述之言,对照应用于人类的行动与生命”这一句式骨架。

  2. 10.ἀγαπῶντας μάλιστα τοῦτον καὶ τιμῶντας καὶ κατ’ αὐτὸν ἐνεργοῦντας, ἀντευποιήσει πάντως

    宾格分词短语 ἀγαπῶντας ... τιμῶντας ... ἐνεργοῦντας 在句法上属于先行预取(prolepsis),充当主句动词 ἀντευποιήσει(“回报/报答”,支配宾格)的直接宾语。虽然在句法上亦有将其与前面的 χαίρει 相关的解释空间,但 χαίρει 通常支配与格,因此作为 ἀντευποιήσει 的宾语最为自然。其后的分词 ἐπιμελουμένους 和 πράττοντας 亦与该宾格保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:226.7-227.2