← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§225.13-226.7

神的观照活动与完全幸福及外部供给

阐明完全的幸福在于观照的生活且与观照的范围一致,因为神的活动并非践履或制作而唯独是观照,且无理性动物因缺乏观照而无幸福;并指出观照者为了身体的维持仍需适度的外部供给。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν#1 〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν αὐτῷ ἐστι. κεφ. ιʹ.〉 Φαίνεται δὲ καὶ ἐκεῖθεν ἐν τῷ θεωρητικῷ βίῳ συνεστάναι τὴν τελείαν εὐδαιμονίαν. ἡ γὰρ θεωρία μόνον θεοῦ ἔργον ἐστίν, ὅς ἐστιν ἀληθῶς μακάριος καὶ εὐδαίμων. ποίας γὰρ ἄλλας πράξεις ἀποδοτέον αὐτῷ; τὰς δικαίας; ἢ γελοῖον συναλλάττειν αὐτὸν καὶ παρακαταθήκας ἀποδιδόναι καὶ ὅσα ἄλλα τοιαῦτα· ἀλλὰ τὰς ἀνδρείας; πῶς οὖν ὑπομενεῖ τὰ φοβερὰ καὶ περὶ τῆς ζωῆς κινδυνεύσει τοῦ καλοῦ ἕνεκα; καὶ γὰρ καὶ εἰπεῖν ἄτοπον· ἀλλὰ τὰς ἐλευθερίους; τίνι οὖν καὶ τί δώσει; ἄτοπον δὲ εἰ καὶ ἔσται αὐτῷ νόμισμα ἤ τι τοιοῦτον, οὗ δεόμενος αὐτὸς εἰς τὸν βίον, ἔπειτα ἄλλῳ δίδωσιν, ἕνεκα τοῦ ἀγαθοῦ· σώφρων δὲ πῶς ἂν εἴη φαύλας οὐκ ἔχων ἐπιθυμίας; πᾶσαι μὲν οὖν αἱ τοιαῦται πράξεις μικραὶ καὶ ἀνάξιαι θεοῦ· ἐπεὶ δὲ ζῆν πάντες ὑπειλήφασιν αὐτόν, ἀνάγκη καὶ ἐνεργεῖν· οὐ γὰρ δεῖ καθεύδειν ἐξηργηκότα, καθάπερ τὸν Ἐνδυμίωνα· ἐπεὶ δὲ ἐνεργῶν οὔτε πράττει, καθὼς δέδεικται, οὔτε πολλῷ μᾶλλον ποιεῖ (οὐ γὰρ συνεχῶς περὶ ἀποτελέσματά τινα διατρίβειν εὔλογον αὐτὸν κατὰ τοὺς δημιουργικοὺς τῶν τεχνιτῶν), τί λείπεται πλὴν θεωρεῖν; ἡ ἄρα τοῦ θεοῦ ἐνέργεια μακαριότητι διαφέρουσα θεωρητικὴ ἂν εἴη. ἐν ἄρα τῷ θεωρητικῷ βίῳ συνεστάναι πᾶσα ἀνάγκη τὴν τελείαν· συγγενεστάτη γάρ ἐστι τῇ τοῦ θεοῦ ἐνεργείᾳ. φαίνεται δὲ τοῦτο καὶ ἀπὸ τοῦ μηδὲν τῶν ἀλόγων εὐδαιμονίας μετέχειν, τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως.1 τῷ μὲν γὰρ θεῷ πᾶς ὁ βίος μακάριος, τοῖς δ’ ἀνθρώποις ἐφ’ ὅσον ἔοικε καὶ εἰκόνα φέρει τῆς τοῦ θεοῦ ἐνεργείας· τῶν δ’ ἄλλων ζῴων οὐδὲν μακάριον, ἐπεὶ οὐδαμῶς κοινωνεῖ θεωρίας. ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφ’ ὅσον ἡ θεωρία καὶ ἡ εὐδαιμονία διατείνει2 οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατ’ αὐτὴν δήπου τὴν θεωρίαν· αὕτη γὰρ τιμία δι’ ἑαυτὴν ἡ θεωρία. ὥστ’ εἴη ἂν ἡ εὐδαιμονία θεωρία τις, ἡ ἀρίστη δὴ καὶ τελειοτάτη. χρεία δὲ καὶ τῶν ἔξωθεν τῷ θεωροῦντι πρὸς τὸ συνεστάναι τὸ σῶμα καὶ ὑγίειαν· οὐκ εὔλογον γὰρ μὴ δεῖσθαι τῶν τοιούτων ἄνθρωπον ὄντα, οὐ γὰρ αὐτάρκης ἡ φύσις τὰ τοιαῦτα. δεήσεται δὲ οὐ τοσούτων ὅσων ὁ πρακτικός, οὐδὲ ἁπλῶς πολλῶν τινων καὶ μεγάλων, ἐπεὶ φαμὲν χρείαν αὐτὸν ἔχειν τῶν ἀναγκαίων, ἀλλὰ μετρίων.

〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν#1 〈再论观照的生活以及完全的幸福存在于其中。第十章。〉 完全的幸福存在于观照的生活中,这一点从以下方面也是显而易见的。因为观照是神唯一的功作,他是真正至福且幸福的。因为应当将何种其他的行动归属于他呢?正义的行动吗?难道他订立契约、归还保管物以及做所有诸如此类的事情不是可笑的吗?还是勇敢的行动呢?那么他为了高尚将如何忍受可怕的事物并冒生命危险呢?因为哪怕说出口也是荒谬的。还是慷慨的行动呢?那么他将给谁、给什么呢?如果对他而言竟有钱币或某种这类事物——他自己维持生命所需,然后为了善将其给予他人——那也是荒谬的。如果没有恶劣的欲望,他又如何能是节制的呢?因此,所有这类行动都是微不足道且不配于神的。但既然所有人都认定他是活着的,他就必然也在活动;因为他绝不该像恩狄弥翁那样沉睡且无所作为。然而,既然他在活动时既不从事践履(如已表明的那样),更不从事制作(因为神像工匠般的技艺者那样不断消磨于某些制成品是不合情理的),那么除了观照还剩下什么呢?因此,神那在至福上出类拔萃的活动必然是观照性的。由此完全必然的是,完全的[幸福]存在于观照的生活中;因为它与神的活动最为亲近。这一点从无理性的动物无一分有幸福也可以看出来,因为它们完全被剥夺了观照的活动。因为对于神而言,整个生命都是至福的;对于人而言,则以其类似并带有神的活动的形象为限;而其他动物无一至福,因为它们决不分有观照。因此,凡分有观照者,亦分有幸福;越是观照者,越是幸福;并且大体上,在观照所延展的范围内,幸福亦延展,这并非偶然,而确实正是依循观照本身;因为这观照本身就是因其自身而尊贵的。从而,幸福应当是某种观照,即最优秀且最完全的[观照]。但对于观照者而言,为了维持身体与健康,外部事物也是必需的;因为作为人而不缺少此类事物是不合情理的,因为在此类事情上本性并不是自足的。但他所需要的并不像践履者那么多,也非简单而言大量且重大的事物,而是适度的事物,因为我们说他所需要的是必需的事物。

语法注2 条
  1. 10.τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως

    分词 ἐστερημένα 为中性复数宾格,与语法上为中性单数的主语 μηδὲν τῶν ἀλόγων(无理性动物中没有一个)构成意合(constructio ad sensum)。这是受到属格复数 ἀλόγων 的影响,或将动物作为集合概念理解为复数的结果。

  2. 10.ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφ’ ὅσον ἡ θεωρία καὶ ἡ εὐδαιμονία διατείνει

    此处由一系列承前省略动词的相关从句构成:前半句中,与 ὅσα θεωρίας [μετέχει] 相对,主句部分接以 καὶ τῆς εὐδαιμονίας μετέχει(凡分有观照者,亦分有幸福);后半句中,与 ἐφ’ ὅσον ἡ θεωρία [διατείνει] 相对的是 καὶ ἡ εὐδαιμονία διατείνει(观照所延展之处,幸福亦延展)。各分句中的 καί 起到相关或递进的“亦/也”的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:225.13-226.7