- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:224.16-225.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证了伦理德性与实践智慧关乎人作为复合体及其情感,是属人的,而依循理智的观照生活则超越并分离于属人之事。此外,作者阐明了二者在自足性上的差异:实践德性为了完全实现必须依赖外部供应与行为,而观照活动就其自身而言不仅不需要外部事物,后者甚至会对其构成妨碍。
〈Ὅτι μείζων ἢ κατ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι 400#2 ἐπεὶ τοίνυν ἡ μὲν ἠθικὴ ἀρετὴ περὶ τὰ ἀνθρώπινά ἐστι πάθη καὶ τούτοις ἐστὶ συνημμένη, ταύτης δὲ ἀχώριστος ἡ φρόνησις εἶναι ἐδείχθη, φανερὸν ὅτι πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη· περὶ τὸ σύνθετον ἄρα καὶ τὴν ἐν τούτῳ ζωήν·1 αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· ὁ γὰρ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπὸ τοῦ συνθέτου· ὥστε καὶ ὁ βίος, ὁ κατὰ ταύτας τὰς ἐνεργείας, ἀνθρωπικὸς καὶ ἡ εὐδαιμονία· ὁ δὲ κατὰ νοῦν βίος μόνος ἐστὶ κεχωρισμένος τῶν ἀνθρωπίνων καὶ ἡ κατὰ τοῦτον εὐδαιμονία. πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκειμένου2 καὶ θεολογίᾳ μᾶλλον προσῆκεν· τοσοῦτον δὲ μόνον εἰπεῖν ἀρκέσει ἐν τῷ παρόντι, ὅτι τὰ ἀνθρώπινα ὑπερβαίνει. τοῦτο δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον. οὐ γὰρ δεῖται τῶν ἐκτὸς καὶ τῆς ἐκεῖθεν χορηγίας εἰς τὴν οἰκείαν ἐνέργειαν. δεῖται μὲν γὰρ ὁ θεωρῶν, ἄνθρωπος ὤν, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, εἰς δὲ αὐτὴν τὴν ἐνέργειαν οὐδενός· ὁ δὲ πρακτικὸς δεῖται μὲν καὶ ὧν ὁ θεωρητικός, καὶ μᾶλλον οὗτος, ὅσῳ καὶ μᾶλλον τῷ σώματι πρὸς τὰς ἐνεργείας χρῆται· δεῖται δὲ ἔτι πρὸς τὰς ἐνεργείας καὶ τῆς ἔξωθεν χορηγίας. ὁ μὲν γὰρ ἐλευθέριος χρημάτων πρὸς τὸ τὰ ἐλευθέρια πράττειν, ὁ δὲ δίκαιος, ἵνα ἀνταποδῷ. χωρὶς γὰρ τῶν ἔξωθεν τούτων οὐ πράξουσιν οὐδὲν τῶν κατὰ τὴν οἰκείαν ἀρετὴν ἕκαστος. δεῖ γὰρ τῷ μὲν ἀνδρείῳ καιροῦ τινος καταλλήλου3 καὶ τῆς ἐν σώματι δυνάμεως, ὅθεν ἐπιδείξεται τὴν τόλμαν καὶ τὴν καρτερίαν, καὶ τῷ σώφρονι ἐξουσίας καὶ τοῦ δύνασθαι, εἰ βούλοιτο, ταῖς ἡδοναῖς ἐφεῖναι· καὶ τῶν ἄλλων ἑκάστῳ χρεία τῶν καταλλήλων, ἐν οἷς δύναται πρᾶξαι τὴν ἀρετήν. ἄνευ γὰρ τοῦ πρᾶξαι κατὰ τὴν ἕξιν τῆς ἀρετῆς μάλιστα μὲν ἄδηλος ἡ βούλησις καὶ ἡ ἕξις. προσποιοῦνται γὰρ ἔνιοι μὴ δίκαιοι ὄντες βούλεσθαι δικαιοπραγεῖν, καὶ ἐλευθέρια πράττειν, μὴ ὄντες ἐλευθέριοι. ἔπειτα οὐδὲ τελεία ἐστὶν ἡ ἀρετὴ ἐν μόνῃ τῇ προαιρέσει, ἀλλὰ δεῖ καὶ τῆς πράξεως· ἐν ἀμφοῖν γάρ ἐστι· καὶ οὕτως ἐν ἀμφοῖν ἐστιν, ὥστε ζητεῖται ἐν ποτέρᾳ μᾶλλόν ἐστιν ἡ ἀρετή, ἐν τῇ προαιρέσει ἢ ἐν τῇ πράξει. τὸ γὰρ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἂν εἴη. φανερὸν τοίνυν, ὅτι ἡ πρακτικὴ ἀρετὴ πρὸς τὸ τέλειον εἶναι4 τῆς ἔξωθεν χορηγίας δεῖται, καὶ τοσούτῳ πλείονος, ὅσῳ μείζων ἐστὶ καὶ καλλίων· αἱ γὰρ κατ’ αὐτὴν πράξεις μεγάλαι καὶ ἀξιόλογοι οὖσαι καὶ πλειόνων δεήσονται τῶν ἔξωθεν. τῷ δὲ θεωρητικῷ οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία· ἀλλ’ ὡς εἰπεῖν, καὶ ἐμποδὼν ἵσταται ταῦτα τῇ θεωρίᾳ. δεήσεται δὲ οὐχ ὡς θεωρητικὸς ἀλλ’ ὡς πρακτικός, ἐπεὶ ἄνθρωπος ὢν καὶ ἀνθρώποις συζῶν αἱρεῖται τὰ κατὰ τὴν πρακτικὴν ἀρετήν, ἵνα πρὸς τοὺς συνόντας τὰ ἀνθρώπινα σώζῃ.
〈Ὅτι μείζων ἢ κατ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι 400#2因此,既然伦理德性关乎属人的诸情感且与它们相连,而实践智慧已被证明与它[伦理德性]不可分离,显然所有实践德性都与情感相连;由此可见,它关乎复合体以及其中的生命;而复合体的诸德性是属人的;因为人的定义正来自复合体;从而依循这些活动的生活也是属人的,其幸福亦然;然而,唯独依循理智的生活与属人之事相分离,依循它的幸福也是如此。但若要精确阐明它如何分离以及处于何种状态,这超出了当前的主题,且更属于神学的范畴;目前只需说明这一点便足矣:它超越了属人之事。而这一点从以下情况中也显而易见。因为为了其切己的活动,它并不需要外部事物及其供给。诚然,观照者作为人,确实需要维持生命所必需的事物,但就活动本身而言他一无所需;而践履者不仅需要观照者所需要的事物——并且他更需要,因为他在活动中更多地使用身体——而且为了活动他进一步需要来自外部的供给。因为慷慨者需要钱财以践行慷慨之事,公正者需要钱财以回报。因为没有这些外部事物,他们各自都无法践行任何合乎其切己德性的事。因为勇敢者需要某种适宜的关头与肉体力量,借此展示其胆魄与坚韧;节制者需要放纵的特权与能力,只要他愿意就可以沉湎于快乐;而其他每个人都需要适宜的环境,在其中能够实践德性。因为若不按照德性的品质去行事,意志与品质首先是极其隐晦不明的。因为有些非正义之人假装愿意践行正义,在并不慷慨时假装行慷慨之事。其次,德性并不在单纯的抉择中达到完全,而是也需要行动;因为它存在于两者之中;并且它如此存在于两者之中,以至于人们探讨德性更多存在于二者之中的哪一个,是在抉择中还是在行动中。因为显然完全性应当存在于两者之中。由此可见,实践德性为了达到完全需要外部的供给,并且德性愈是伟大崇高,所需的就愈多;因为依循它的行动由于伟大且值得称道,也将需要更多的外部事物。但对于观照者而言,至少就活动而言,根本不需要任何这类事物;相反,可以说,这些事物甚至阻碍了观照。但他不是作为观照者而是作为践履者而需要这些,因为作为人并且与众人共同生活,他选择合乎实践德性的事物,以便对待共同生活的人保全属人的关系。
- 10.περὶ τὸ σύνθετον ἄρα καὶ τὴν ἐν τούτῳ ζωήν
承前省略句。承接前文的“πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη”,省略了主语和连系动词ἐστί,应补足理解为“[实践德性]关乎复合体以及其中的生命”。
- 10.πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκειμένου
不定式 διακριβῶσαι 用作主句谓语 μεῖζόν ἐστι 的主语。两个间接疑问从句 πῶς δὲ κεχωρισμένος ἐστί 与 καὶ ὡς ἔχει 提前,作 διακριβῶσαι 的宾语。
- 10.δεῖ γὰρ τῷ μὲν ἀνδρείῳ καιροῦ τινος καταλλήλου
非人称动词 δεῖ 搭配人的与格(τῷ ἀνδρείῳ)及所需事物的属格(καιροῦ τινος καταλλήλου)的古典惯用句式(δεῖ τινί τινος,意为“某人需要某物”)。后文的 καὶ τῶν ἄλλων ἑκάστῳ χρεία... 具有相同的语义结构。
- 10.πρὸς τὸ τέλειον εἶναι
介词 πρός 连同带冠词的不定式(τὸ ... εἶναι)表示目的(“为了达到完全”)。谓词形容词 τέλειον 作不定式 εἶναι 的表语(二词尾形容词 τέλειος, -ον 的阴性宾格,或中性单数),指代该小句的主语 ἡ πρακτικὴ ἀρετή。
