- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:223.17-224.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯转述《尼各马可伦理学》第十卷第七至八章,论证依循理智的观照生活是超越凡俗的神圣且第一义的幸福,而依循伦理德性的生活则是关涉身心复合体、身体体质与情念的第二义属人幸福。
〈Ὅτι μείζων ἢ κατ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι 400#1 〈Ὅτι μείζων ἢ κατ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι περὶ τῆς ἠθικῆς, ἤγουν τῆς κατ’ ἄνθρωπον. κεφ. θ’.〉 Ἔστι δὲ ὁ τοιοῦτος βίος κρείττων ἢ κατὰ ἄνθρωπον. ὁ γὰρ οὕτω ζῶν οὐχ ᾗ ἄνθρωπος οὕτω βιοῖ, ἀλλὰ καθό τι θεῖον αὐτῷ ὑπάρχει· ὅσῳ δὴ διαφέρει τοῦτο δὴ τὸ θεῖον τοῦ καθ’ ἡμᾶς συνθέτου, τοσοῦτον διοίσουσιν αἱ τούτου ἐνέργειαι τῶν ἄλλων ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ τούτου ἀρετὴ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. εἰ γὰρ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, καὶ ὁ κατὰ νοῦν βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ δὲ ταῖς ἐνίων παραινέσεσιν ἑπομένους ἀνθρώπινα φρονεῖν ἀνθρώπους ὄντας καὶ θνητὰ θνητούς, ἀλλ’ ἐφ’ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν1 καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτῷ. κράτιστον δὲ τῶν ἐν ἡμῖν ὁ νοῦς ἐστιν. εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι μέγιστόν ἐστιν ἁπάντων·2 ἐπεὶ καὶ δεινῶς ἄτοπον, εἴ τις ἑαυτῷ μὴ ζῴη μηδὲ τὸν ἑαυτοῦ βίον αἱροῖτο ἀλλὰ τόν τινος ἄλλου· καὶ γὰρ αὐτός ἐστιν ἕκαστος τὸ κυριώτατον καὶ ἄριστον τῶν ἐν αὑτῷ, καὶ 〈κατὰ〉 τοῦτο ζῶν, ἑαυτῷ ἂν βιῴη καὶ τὸν οἰκεῖον μάλιστα βίον. ἄλλως τε τὸ πρότερον λεχθὲν ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει ἑκάστου, τοῦτο κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· τῷ ἀνθρώπῳ δὲ οἰκεῖον μάλιστα πάντων τὸ κατὰ νοῦν ἐνεργεῖν, εἴπερ αὐτός ἐστιν ὁ νοῦς· οἰκεῖον δὲ τὸ καθ’ ἑαυτὸν ἐνεργεῖν ἑκάστῳ τῶν ἐνεργούντων· κράτιστος ἄρα 〈καὶ〉 ἥδιστος ὁ κατὰ νοῦν βίος ἀνθρώπῳ· οὗτος ἄρα καὶ εὐδαιμονέστατος, καὶ αὕτη ἂν εἴη πρώτως ἡ ἀνθρωπίνη εὐδαιμονία. δευτέρως δὲ ἡ κατὰ τὴν ἄλλην ἀρετήν. αἱ γὰρ κατ’ αὐτὴν ἐνέργειαι ἀνθρωπικαὶ ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις συνιστάμεναι. δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν πράξεσι καὶ χρείαις καὶ συναλλάγμασι καὶ τὰ πάθη παιδαγωγοῦμεν, τὸ πρέπον τῷ πλησίον διατηροῦντες· ταῦτα δὲ πάντα τὴν σύνθετον ταύτην συντηροῦσι ζωήν. τὰ δὲ τοιαῦτα ἀνθρωπικά. ἔτι αἱ ἠθικαὶ ἀρεταὶ πολλὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν·3 καὶ γὰρ σωφρονικοί τινές εἰσι φύσει καὶ πρὸς ἀνδρείαν εὖ ἔχουσι καὶ πρὸς μεγαλοψυχίαν ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως, καὶ ὅλως σφόδρα ᾠκείωται τοῖς πάθεσιν ἡ ἠθικὴ ἀρετή, καὶ αὐτὴ δὲ ἡ φρόνησις. συνέζευκται γὰρ τῇ τοῦ ἤθους ἀρετῇ, 〈ὡς〉 καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ἐπεὶ φρόνησις μὲν τὰς ἀρχὰς ἀπὸ τῶν ἠθικῶν ἀρετῶν ἔχει· τὸ γὰρ ὀρθοδοξεῖν περὶ τὸ τέλος ἐκεῖθεν. ἡ δὲ ἠθικὴ ἀρετή, πῶς δεῖ τοῦ τέλους τυχεῖν ἀπὸ τῆς φρονήσεως λαμβάνει, καθὼς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ ϛʹ βιβλίου διείληπται.
〈论观照的幸福高于人的常态;以及进一步论伦理的,即属人的幸福。第九章。〉 而这样的生活是超越常人限度的。因为如此生活的人,并非作为人而如此活着,而是凭借某种神圣之物存在于他之中[而如此生活];这神圣之物与我们身上的复合体有多大差异,它的诸活动与其他属人的活动、它的德性与其他伦理德性就有多大差异。因为若理智相对于人是神圣的,那么依循理智的生活相对于人的生活也是神圣的。我们决不可听从某些人的劝诫,作为人就只思属人之事,作为凡夫就只思必死之事,相反,每个人应当尽可能使自己不死化,竭尽全力按照自己内部最优秀的部分生活。而我们之中最优秀的乃是理智。因为纵使由于超越物质,它在体积与量度上并不超越任何东西,然而在力量和尊贵上却是万物之中最伟大的;因为如果有人不为自己而活,也不选择自己的生活,反而选择某种他人的生活,那将是极其荒谬的;因为每个人本身就是自己之中居首且至善之物,依循它生活,便会为自己生活,过最属于其自身的生活。此外,先前所说的话现在也依然适用:凡适合于各人本性的事物,对各人来说也是最卓越、最快乐的;若理智确实就是人本身,那么依循理智活动对于人而言就是万物中最切己的;而依循自身活动对于每个活动者来说都是切己的;因此,依循理智的生活对人而言是最卓越且最快乐的;从而这也是最幸福的生活,这便是第一义的属人幸福。第二义的幸福则是依循另一种德性的幸福。因为依循这种德性的诸活动是属人的,建立在人与人之间的交往中。因为我们在各种行为、需要和契约中相互践行合乎正义、勇敢以及其他德性的事,并规训各种情感,保持对邻人适宜的态度;而所有这些都维持着这种复合的生命。这类事物正是属人的。此外,伦理德性有时有许多来自身体的考量;因为确实有人生来就节制,并且由于身体的体质而在勇敢和开阔胸襟方面处于良好状态,而且总的来说,伦理德性极其切近于情念,实践智慧本身亦是如此。因为正如在先前所展示的那样,它与品格的德性紧密相连,因为实践智慧确实从伦理德性中获得其始基;因为关于目的的正确观念正是源自于此。而伦理德性则从实践智慧那里获得如何达成目的,正如在第六卷第十三章中所论述的那样。
- 10.ἐφ’ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν
不定词 ἀπαθανατίζειν 是亚里士多德原文(1177b33)中 ἀθανατίζειν 加上前缀 ἀπό- 的复合形式,以宾格反身代词 ἑαυτόν 为直接宾语,意为“尽可能使自身不死化/超越死亡”。
- 10.εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι μέγιστόν ἐστιν ἁπάντων
结构 εἰ ... ἀλλά 表示让步(“纵使……然而……”)。这里的 εἰ 并非虚拟假设,而是承认理智因超越物质而在空间量度上不占优势的事实,而由 ἀλλά 引出的主句则凸显其在力量与尊贵上的至高无上。
- 10.πολλὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν
名词 σκοπή 意为“考察”、“照料”或“关涉”。与表示来源的前置词短语 ἀπὸ τοῦ σώματος 搭配,表明伦理德性在很大程度上源于身体、依赖于身体的体质和状态,因而对身体有诸多关涉与受其制约。
