- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:222.22-223.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》第十卷第七章,论证观照因其自身而受人喜爱且具备闲暇与自足性,而实践德性(政治与战争)则是忙碌且指向外在目的的,从而得出结论:贯穿完整一生的知性观照活动才是完全的幸福。
〈Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. ηʹ.〉 20#2 ἔτι καὶ δι’ ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὐτὴ δι’ ἑαυτὴν φιλουμένη. καὶ γὰρ οὐδὲν ἀπ’ αὐτῆς ἄλλο ζητοῦμεν, οὐδέ τι γίνεται ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφ’ ἑκάστης δὲ τῶν πρακτικῶν ἀρετῶν ἔστι τι ἄλλο ἢ μικρὸν ἢ μεῖζον λαβεῖν. καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἠρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἔσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία, τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, δι’ ὃ δοκεῖ δέον εἶναι ζητεῖσθαι, ἀλλὰ αὐτὴ δι’ ἑαυτὴν ἀγαπᾶται. φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. ἔτι καὶ ἐν ἠρεμίᾳ τινὶ καὶ σχολῇ συνεστάναι δεῖ τὴν εὐδαιμονίαν. τέλος γάρ τί ἐστιν ἡ σχολή, καὶ ἀσχολούμεθα ἵνα δυνηθῶμεν σχολάσαι, καὶ πόλεμον αἱρούμεθα διὰ τὴν εἰρήνην. αἱ μὲν οὖν ἐνέργειαι τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς εἰσὶ καὶ πολεμικοῖς· αἱ δὲ τοιαῦται πράξεις μάλιστα δοκοῦσι πόρρω πάσης ἠρεμίας καὶ σχολῆς εἶναι· αἱ μὲν πολεμικαὶ παντελῶς· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστιν ἠρεμίας· εἰ γὰρ ἦν, δι’ ἑαυτὸ ἂν ὁ πόλεμος ἐζητεῖτο. οὐδεὶς δὲ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδέ τις ἐθέλει δι’ ἑαυτὸν τὸν πόλεμον παρασκευάζειν· δόξειε γὰρ ἂν μιαιφόνος τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνωνται. εἰσὶ δὲ καὶ αἱ τοῦ πολιτικοῦ πράξεις φανερῶς ἄσχολοι καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν ἑαυτῷ καὶ τοῖς πολίταις·1 ἑτέρα γὰρ ἡ αὐτοῦ καὶ ἄλλη ἡ τῆς πόλεως εὐδαιμονία. καὶ δῆλον· εὐδαίμων γὰρ αὐτὸς γενόμενος οὐκ ἀγαπᾷ ἀλλὰ καὶ τὴν πολιτικὴν ζητεῖ, δῆλον ὡς ἑτέραν οὖσαν. ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δὲ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ δι’ ἑαυτάς εἰσιν αἱρεταί, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδαιοτέρα τέ ἐστιν, ὅτι τοῦ βελτίστου τῆς ψυχῆς ἐστι μέρους καὶ οὐδενὸς ἕνεκα ζητεῖται οὐδὲ ἄλλου παρ’ αὐτὴν ἐφίεται τέλους ἔχει τε οἰκείαν ἡδονὴν μείζονα ἢ κατὰ τὰς πρακτικὰς ἐνεργείας, ἣ δὴ ἡδονὴ συναύξει τὴν ἐνέργειαν, ἔτι δὲ ἡ τοῦ νοῦ ἐνέργεια καὶ αὐτάρκης ἐστὶ μάλιστα καὶ ἠρεμαία, ὡς ἀνθρώποις δήπουθεν δυνατόν, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμονται, κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα, φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη2 τέλειον μῆκος βίου λαβοῦσα· τῶν γὰρ τῆς εὐδαιμονίας οὐδὲν ἀτελὲς εἶναι προσήκει.
〈论观照的幸福。第八章。〉20#2此外,幸福还必须是因其自身而值得选择并受人喜爱的。而观照的生活显然是因其自身而受人喜爱的。因为我们确实不向它寻求任何别的事物,除了观照之外,对我们而言也不产生任何别的东西;然而从每一种实践德性中,都可以获得某种别的事物,无论较小还是较大。因为确实,从勇敢获得胜利,从节制获得灵魂中的宁静,从实践智慧获得通往最终目的之途径的发现,从所有德性中则获得城邦政治的幸福;但对观照而言,并没有任何事物作为其附随结果而显得应当被寻求,相反,它本身即因其自身而受喜爱。由此可见,这便是属人的幸福。此外,幸福还必须建立在某种宁静与闲暇之中。因为闲暇乃是某种目的,我们忙碌是为了能够享有闲暇,我们选择战争是为了和平。实践德性的诸活动确实处于政治和军事事务之中;而这类行为显然离一切宁静与闲暇最远;军事行为完全如此,因为在其中毫无宁静可言;因为若有宁静,战争就会因其自身而被寻求了。但没有人为了作战本身而选择作战,也没有人愿意因战争自身而去挑起战争;因为如果有人把朋友变成敌人,以便发生战斗和杀戮,那他就会被看作嗜杀之徒。而政治家的诸行为也明显是忙碌的,[属于那位]在从政活动本身之外,还为自己谋取权势和荣誉,或者至少为自己和公民谋求幸福的人;因为他自身的幸福是一回事,城邦的幸福又是另一回事。这是显而易见的;因为他自己哪怕变得幸福了也并不满足,还要谋求城邦的幸福,这显然表明两者是不同的。因此,既然在合乎德性的诸行为中,政治和军事的行为在崇高与伟大上居于首位,但它们是忙碌的,追求某种目的,并非因其自身而值得选择;而理智的活动更为严肃卓越,因为它属于灵魂中最优秀的官能,不为任何事物之故而被寻求,除了自身之外也不追求任何其他目的,并且拥有比实践活动更大的特有快感,这种快感确实有助于增进这一活动;此外,理智的活动在人类确实可能的限度内,也是最自足且最为宁静的,并且赋予至福之人的所有其他属性,显然都依循这种活动而存在;那么显而易见,人的完全幸福就是这一活动,只要它获得了完全的生命长度;因为属于幸福的事物没有任何一样应当是不完全的。
- 10.καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν ἑαυτῷ καὶ τοῖς πολίταις
分词 περιποιουμένου(属格单数阳性)与前文的属格名词 τοῦ πολιτικοῦ 相一致。虽然该分句的语法主语是 αἱ τοῦ πολιτικοῦ πράξεις(主格阴性复数),但分词在性与数上修饰的是作为施动者的“政治家”,表示“那位在从事政治活动本身之外,还为自己谋取权势、荣誉或幸福的[政治家的]诸行为”。
- 10.ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν... φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη
这一长句的篇章结构。由 ἐπεὶ τοίνυν... 引出的原因/前提从句结构宏大,内部通过 μέν... δέ 详细对比了实践德性的行为(τῶν μὲν... αἱ πολιτικαὶ καὶ πολεμικαί)与理智的活动(ἡ δὲ τοῦ νοῦ ἐνέργεια),最终收束于主句 φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη(“显而易见,人的完全幸福就是这一活动”)。
