- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:221.27-222.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯依据《尼各马可伦理学》第十卷第七章,论述了完全的幸福在于人内部最优秀部分即理智的观照活动,并通过连续性、最纯粹的快感以及不依赖他人的自足性,论证了观照活动相较于实践德性活动的优越性。
〈Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. ηʹ.〉 20#1 〈Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. ηʹ.〉 Ἐπεὶ δὲ ἡ εὐδαιμονία ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις δέδεικται οὖσα, εἴ τις εἴη κρατίστη τῶν τοιούτων ἐνεργειῶν, μάλιστα ἐν ταύτῃ ἂν εἴη. κράτιστον γὰρ καὶ ἄριστον ἡ εὐδαιμονία· κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει καὶ ἡγεῖται πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν,1 εἴτε νοῦς τοῦτο ἂν καλοῖτο εἴτε ἄλλο τι, ὃ δὴ ἔννοιαν ἔχει περὶ καλῶν τε καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον· ἡ δὴ τούτου ἐνέργεια εὖ καὶ καλῶς γινομένη καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἂν ἡ τελεία εὐδαιμονία. καὶ ἔστι θεωρητική, καθὼς πρότερον εἴρηται· ὅτι δὲ ἐν ταύτῃ τῇ ἐνεργείᾳ ἐστὶν ἡ τελεία εὐδαιμονία, καὶ τὰ προειρημένα ἡμῖν περὶ τῶν ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ ἀλήθεια μαρτυρεῖ. καὶ γὰρ ὡς ἐν τῷ περὶ φιλίας εἴρηται, ὁ νοῦς ἐστι τὸ ἡμέτερον εἶναι. καὶ διὰ τοῦτο κρατίστη ἐστὶν ἡ αὐτοῦ ἐνέργεια, καὶ ἃ γινώσκει κράτιστά εἰσι τῶν αἰσθήσει γινωσκομένων· εἰ δὲ ἄριστον δεῖ εἶναι τὴν εὐδαιμονίαν, ἐν τῷ ἀρίστῳ εἶναι πᾶσα ἀνάγκη. ἔτι τὸ συνεχὲς ἀποδιδόναι δεῖ τῇ εὐδαιμονίᾳ. οὕτω γὰρ ἂν τελείως δύναιτό τις εὐδαιμονεῖν, μὴ διακοπτομένης αὐτῷ τῆς εὐδαιμονίας. τοῦτο δὲ θεωροῦσι μάλιστα δυνατόν· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ ὁτιοῦν ἕτερον πράττειν. ἔτι καὶ ἡδονὴν οἰόμεθα δεῖν τῇ εὐδαιμονίᾳ παραμεμῖχθαι. ἡδίστη δὲ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ σοφίαν ὁμολογουμένως ἐστί· φαίνεται τοίνυν ἡ φιλοσοφία θαυμαστὰς ἔχουσα ἡδονὰς διὰ τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι2 καὶ διὰ τὸ βέβαιον, ὅτι περὶ τὰ ἀκίνητα καὶ ὡσαύτως ἔχοντα ἐνεργεῖ. ἡ γὰρ πρακτικὴ τῆς τε ὕλης δεῖται περί τε τὰ ἐνδεχόμενά ἐστι· τοιαῦτα γὰρ τὰ πρακτά· ὅθεν οὐκ ἔνι τελείως κατὰ ταύτην εὐδαιμονεῖν. ἔτι καὶ αὐτάρκη τὸν εὐδαίμονα εἶναι δεῖ. τοῦτο δὲ τῆς θεωρητικῆς ἐστι μᾶλλον ἢ τῆς ἑτέρας· τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ θεωρητικὸς δεῖται καὶ ὁ πρακτικός. πρὸς τούτοις δὲ ὁ μὲν πρακτικὸς καὶ ἄλλων δεῖται πρὸς τὸ τὴν ἀρετὴν ἐνεργῆσαι· καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπραγήσει καὶ μεθ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος3 καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφὸς καὶ καθ’ ἑαυτὸν ὢν δύναται θεωρεῖν καὶ οὐδενὸς δεῖται πρὸς τοῦτο καὶ μᾶλλον ὅσῳ σοφώτερος· εἰ δὲ δεῖταί πως καὶ αὐτὸς ἄλλων, ὅτι μετ’ ἄλλων βέλτιον θεωρήσει, πρός γε τὸ τὴν ἐνέργειαν τελείως ἐνεργῆσαι καὶ καθ’ ἑαυτὸν αὐταρκέστατός ἐστιν.
〈论观照的幸福。第八章。〉20#1 〈论观照的幸福。第八章。〉 既然幸福已被证明在于合乎德性的活动之中,那么如果在这些活动中有某种最好的活动,幸福就应当主要在于这种活动之中。因为幸福乃是最好且最卓越的事物;而最好的活动乃是在我们内部活动的诸要素中最优秀者的活动,此要素依本性进行统治并引导人走向真理与善,无论这被称作理智还是别的某种对崇高与神圣事物具有观念的东西,无论它自身是神圣的还是我们内部最神圣的要素;那么,此要素之优良而美好地展开并且合乎其特有德性的活动,就会是完全的幸福。并且正如先前所说,它是观照性的。而完全的幸福在于这种活动,不仅由我们先前论及属人活动时所说的话所证明,亦由真理所证实。因为诚如在论友爱时所言,理智乃是我们的存在(本质)。正因如此,它的活动是最好的,它所认识的事物也比凭感觉所知之物更为卓越;既然幸福必须是最好的,那么它处于最好的要素之中乃是绝对必然的。此外,必须将连续性赋予幸福。因为只有这样,幸福不被中断,一个人才能完全地享有幸福。而这对于观照者而言是最有可能的;因为我们能够持续地观照,胜过做任何其他事情。此外,我们亦认为快感必须交织于幸福之中。而在合乎德性的活动中,众所公认最令人愉悦的是合乎智慧的活动;由此可见,哲学显然具有令人惊叹的快感,这不仅是由于其纯粹性以及完全摆脱了质料,也是由于其坚定可靠,因为它活动于那些不动且始终处于同一状态的事物。因为实践活动既需要质料,又关联于可变之事;因为实践之事就是如此性质的;由此便不可能依照此种活动而完全地获得幸福。此外,幸福之人还必须是自足的。而这种自足性更属于观照性的活动,而非另一类;因为对于维持生命的必需品,观照者与实践者都同样需要。但在这些之外,实践者为了践行德性还需要其他人;因为正义之人需要他将向其施展并且与之一同施展正义行为的对象,节制之人、勇敢之人以及其余每一种人亦然;而智慧之人即使独处也能进行观照,为此不需要任何人,且越是明智就越是如此;即便他自己也以某种方式需要其他人,乃是因为与他人在一起他将更好地进行观照,但至少就完满地践行这一活动而言,他即使独处也是最自足的。
- 10.κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει καὶ ἡγεῖται πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν
关系代名词 ὃ 为中性单数主格,先行词为中性属格短语 τοῦ κρατίστου(在我们内部活动的诸要素中最优秀者)。紧随其后的 πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν 中,介词 πρὸς 同时支配 ἀλήθειαν 与 τὸ ἀγαθόν,意为“导向真理与善”,符合亚里士多德原本(1177a13–15)的并列句法结构。
- 10.διὰ τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι
带冠词不定式结构 τὸ ... εἶναι 受介词 διά 支配。作为不定式的表语,完成时被动分词 ἀπηλλαγμένη 呈阴性单数主格,与主句主语 ἡ φιλοσοφία 在性、数、格上保持一致(与不定式连用的主格表语结构)。
- 10.καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπραγήσει καὶ μεθ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος
介词短语 πρὸς οὓς(向其)与 μεθ’ ὧν(与之同在)构成了内含先行词的关系从句,作动词 δεῖται 的宾语。后半句 καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος 中,动词 δεῖται 以及与各德性相对应的从句动词(如与之一同节制、英勇作战的对象)被承前省略,需补足结构理解。
