- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:220.3-221.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯根据《尼各马可伦理学》第十卷第六章指出,幸福并非单纯的状态,而是一种活动,且是因其自身而值得选择的自足活动。他进而论证掌权者所沉溺的嬉戏与玩耍并非真正的幸福,幸福乃是合乎德性的严肃活动。
〈Περὶ εὐδαιμονίας. κεφ. ζ'.〉 394 〈Περὶ εὐδαιμονίας. κεφ. ζʹ.〉 Ἐπεὶ δὲ περὶ τῶν ἀρετῶν εἴρηται καὶ τῆς φιλίας καὶ τῆς ἡδονῆς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπεὶ τέλος αὐτὴν εἶναι τῶν ἀνθρωπίνων πάντων φαμέν. γένοιτο δ’ ἂν ἡμῖν σαφὴς καὶ ῥᾴδιος ὁ λόγος, τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν.1 εἴρηται τοίνυν περὶ αὐτῆς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ πρώτου βιβλίου, ὅτι οὐκ ἔστιν ἕξις· εὐδαίμων γὰρ ἂν εἴη καὶ ὁ διὰ βίου καθεύδων καὶ ὁ φυτῶν βίον ζῶν καὶ ἔτι ὁ τὰ μέγιστα δυστυχῶν· ἐνδέχεται γὰρ ἕξιν ἔχοντα ἀρετῆς οὕτω βιῶναι. εἰ δὲ τοῦτο ἄδοξον, εὐδαίμονα τὸν οὕτως ἔχοντα καλεῖν, ἐνέργειά τις ἂν εἴη ἡ εὐδαιμονία. ζητητέον δὴ τίς τῶν ἀνθρωπίνων ἐνεργειῶν ἐστιν. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐνεργειῶν ἀναγκαῖαί εἰσι καὶ πρὸς ἄλλα φέρουσι καὶ δι’ ἄλλα ζητοῦνται, αἱ δὲ καθ’ ἑαυτάς εἰσιν αἱρεταί, δῆλον ὅτι τὴν εὐδαιμονίαν θετέον εἶναι τῶν καθ’ ἑαυτὰς αἱρετῶν· αὐτάρκης γὰρ ἡ εὐδαιμονία καὶ οὐδενός ἐστιν ἐνδεής· τὸ δὲ δι’ ἄλλο αἱρετὸν ἐκείνου δεῖται, δι’ ὃ ζητεῖται πρὸς τὸ αἱρετὸν εἶναι καὶ ἀγαθόν. καθ’ ἑαυτὰς δέ εἰσιν αὐτάρκεις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἃς οὐ δι’ ἄλλο ζητοῦμεν ἀλλὰ δι’ ἑαυτάς. τὸ γὰρ τὰ καλὰ καὶ σπουδαῖα πράττειν τῶν καθ’ ἑαυτὰ αἱρετῶν· καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι οὐ δι’ ἄλλα ζητοῦνται· οἱ γὰρ αἱρούμενοι αὐτὰς οὐδὲν ἐξ αὐτῶν ὠφελοῦνται· βλάπτονται μὲν οὖν μᾶλλον, τῶν σωμάτων ἀμελοῦντες, καὶ τῆς κτήσεως τῶν ὑπὲρ τοῦ σώματος ζητουμένων. διὰ τοῦτο καὶ πολλοὶ τῶν εὐτυχῶν καὶ κατὰ τὸν βίον εὐθυμουμένων ἐπὶ τὸν παιδιώδη τρέχουσι βίον καὶ πολλοῦ τιμῶνται τοὺς εὐτραπέλους· καὶ οἱ παρὰ τοῖς τυράννοις παίζειν ἡδέως εἰδότες εὐδοκιμοῦσιν· ἡδεῖς γάρ εἰσιν, αὐτοῖς παρέχοντες ὧν ἐφίενται καὶ δέονται πρὸς τὴν νομιζομένην εὐδαιμονίαν. δοκεῖ μὲν οὖν τὰς παιδιὰς εὐδαιμονικὰς εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαις ἐν τούτοις μάλιστα διατρίβειν· οὐκ εἰσὶ δέ· οὐ γὰρ ἱκανὸν σημεῖον τῶν τοιούτων ἀνδρῶν ἡ ψῆφος. οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρετὴ οὐδὲ ὁ ὑγιαίνων μάλιστα νοῦς, ἀφ’ ὧν αἱ σπουδαῖαι ἐνέργειαι. οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἶναι.2 καὶ γὰρ οἱ παῖδες τὰ παρ’ αὐτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι· ἀλλ’ οὔτε τοῖς ἀνδράσι τίμια τὰ τῶν παίδων δοκεῖ, οὔτε ἐπιεικεῖς οὐ θαυμάσουσιν ἅπερ οἱ φαῦλοι· ἀλλὰ τοὺς μὲν ἡ δοκοῦσα τοὺς δὲ ἡ ἀληθὴς ἡδονὴ μάλιστα τέρψει. καθάπερ οὖν ἐν ἀρχῇ εἴρηται, τὰ ὡς ἀληθῶς τίμια καὶ σπουδαῖά ἐστιν, ἃ θαυμάζει καὶ οἷς ἥδεται ὁ σπουδαῖος. ἐπεὶ δὲ ἀκολούθους ταῖς ἕξεσι ταῖς ἐν τῇ ψυχῇ καὶ τὰς ἐνεργείας ἕκαστος ἐπιζητεῖ, καὶ ταύτας οἴεται μάλιστα αἱρετωτάτας εἶναι, ὁ δὲ σπουδαῖος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς ζῇ, φανερόν, ὅτι ταῖς ἐνεργείαις ἡσθήσεται ταῖς κατὰ τὴν ἀρετήν, καὶ ταύτας τιμίας ἡγήσεται καὶ ἡδείας· τῶν δὲ παιδιῶν, ὡς ἀλλοτρίων τῆς ἕξεως, καταφρονήσει. ἐπεὶ δὲ ὀρθῶς καὶ ὑγιῶς οὗτος ψηφίζεται, οὐκ ἄρα τίμιον ἡ παιδιά, οὐδ’ ἄρα ἐν αὐτῇ ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον παιδιὰν εἶναι τῶν ἀνθρωπίνων τὸ τέλος καὶ πάντα πραγματεύεσθαι καὶ κακοπαθεῖν διὰ βίου τοῦ παίζειν χάριν. εἰ γάρ τις ὑπόθοιτο ταύτην εἶναι τὴν εὐδαιμονίαν, ἀκόλουθόν ἐστι καὶ ταῦτα δὴ συγχωρεῖν. τῆς γὰρ εὐδαιμονίας ἕνεκα πάντα ζητοῦμεν· τῆς παιδιᾶς δὲ χάριν πονεῖν διὰ βίου καὶ σπουδάζειν ἠλίθιόν τι δοκεῖ λίαν εἶναι, καὶ τοῦτο δὴ παιδικόν. τὸ ἀνάπαλιν μὲν οὖν ἕνεκα τοῦ δύνασθαι σπουδάζειν παίζειν αἱρεῖσθαι κατ’ Ἀνάχαρσιν καλῶς καὶ ὀρθῶς ἂν ἔχοι. καὶ γὰρ ἀνάπαυσίς τις ἡ παιδιὰ τοῖς ἀγωνιζομένοις, συνεχῶς οὐ δυναμένοις πονεῖν, ἢ τὴν δύναμιν αὐτοῖς ἀνακαινουμένη, τοῖς πόνοις ἀκμῆτας ἀποδίδωσιν. ὅθεν οὐ τέλος ἡ ἀνάπαυσις ἀλλ’ ἀναπαύσεως ἐνέργεια τέλος.3 ἔτι πᾶσιν ὁμολογεῖται τὸν εὐδαίμονα βίον κατὰ τὴν ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς· καὶ ὁ σπουδαῖος οὐ παίζων ἀλλὰ σπουδάζων. ἔτι δὲ βελτίω λέγομεν εἶναι τὰ σπουδαῖα τῶν μετὰ παιδιᾶς καὶ γελοίων· καὶ τὴν ἐνέργειαν βελτίονος τῆς ψυχῆς μέρους σπουδαιοτάτην φαμέν· τὸ δὲ βέλτιον καὶ τοῦ βελτίονος μέρους μᾶλλον τῇ εὐδαιμονίᾳ προσήκει. ἔτι ἡ μὲν ἀπόλαυσις τῶν σωματικῶν ἡδονῶν κοινή ἐστι καὶ τοῖς τυχοῦσι καὶ τοῖς φαύλοις καὶ ἀνδραπόδοις καὶ τοῖς μοχθηροτάτοις ἔνεστιν οὐχ ἧττον ἢ τοῖς ἀρίστοις· ἡ δὲ εὐδαιμονία τῶν ἀρίστων λέγεται μόνον, καὶ οὐδεὶς ἂν εἴποι καὶ τοῖς φαύλοις προσεῖναι, καὶ γὰρ οὐδὲ βίον τὸν αὐτὸν ἀμφοτέρων εἶναι, ὅτι μὴ κατὰ τὴν φαύλην διαγωγὴν ἡ εὐδαιμονία, ἀλλ’ ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, καθάπερ καὶ πρότερον εἴρηται.
〈论幸福。第七章。〉394 〈论幸福。第七章。〉 既然关于诸德性、友爱以及快感都已讨论过,剩下的就是粗略地论述幸福,因为我们声称它是所有人事的目的。如果我们回顾先前关于幸福所说的话,我们的论证对我们而言就会变得清晰而容易。因此,在第一卷第十三章中关于幸福已经说过,它不是一种状态;因为即便一个人终生沉睡,过着植物般的生命,甚或遭遇极大的不幸,他也将是至福的;因为一个拥有德性状态的人完全可能这样活着。但如果将处于这种状态的人称为至福是违背常理的,那么幸福必定是某种活动。于是必须探究,它究竟是属人活动中的哪一种。因为诸活动中有些是必然的,导向其他事物,并为了其他事物而被追求,另一些则是因其自身而值得选择的,所以显而易见,必须将幸福置于因其自身而值得选择的活动之中;因为幸福是自足的,一无所缺;而为了他物而值得选择的事物,则需要它为了得以成为值得选择且善的事物而受追求的那个他物。而因其自身是自足的,乃是合乎德性的活动,我们追求它们不是为了他物,而是为了它们自身。因为践行美好而卓越的事物属于因其自身而值得选择之事。在各种玩耍中,令人愉悦的玩耍也不是为了他物而被追求的;因为选择它们的人并不能从中获得任何益处;相反,他们宁可说是受了损害,因为他们忽视了身体以及为身体而追求的财富的获得。正因如此,许多幸运且在生活中意气风发的人都奔向嬉戏的生命,并极力看重机智风趣的人;而在僭主面前懂得令人愉悦地玩耍的人则享有盛名;因为他们是令人愉快的,向僭主提供他们在所谓幸福中所向往和需要的东西。因此,由于当权者主要沉湎于这些活动,玩耍显得似乎有助于幸福;但事实并非如此;因为这类人的决断并不是充分的凭据。因为德性以及最健全的心智并不在于掌握权柄,而卓越的活动正源于此。也绝不能因为那些完全未曾品尝过自由而纯粹的快感的人逃向肉体快感,便据此合乎情理地认为这些快感比真正值得选择的快感更为可取。因为孩子们也认为在他们当中受重视的事物是最好的;但大人们绝不认为孩子们的玩意儿是珍贵的,体面的人也不会去赞赏鄙劣之人所赞赏的东西;相反,表象的快感将最使后者陶醉,而真正的快感将最使前者陶醉。因此,正如起初所说,真正珍贵且卓越的事物,乃是卓越之人所赞赏并感到愉悦的事物。既然每个人所寻求的活动都与其灵魂中的状态相契合,并且认为这些活动最值得选择,而卓越之人乃是依照德性的状态生活,那么显然,他将在合乎德性的活动中感到愉悦,并认为这些活动是珍贵且令人愉悦的;而对于玩耍,作为与自己的状态格格不入之物,他将予以蔑视。既然他作出的判断是正确且健全的,那么玩耍就绝非珍贵之物,幸福也绝不在于玩耍。因为属人事物的目的竟是玩耍,并且终生操劳受苦只是为了玩耍,这是荒谬的。因为如果有人假定这就是幸福,那么顺理成章地也必须承认这些结论。因为我们为了幸福而追求一切事物;但为了玩耍而终生劳苦并严肃以求,显得极其愚蠢,并且实在如同儿戏。因此反过来,按照阿纳哈尔西斯的说法,为了能够严肃做事而选择玩耍,才是美好而正确的。因为玩耍对于那些奋力拼搏、无法持续劳作的人来说是一种休息,它使他们的力量得以更新,使他们在劳苦面前恢复精力。由此,休息不是目的,活动才是休息的目的。此外,众所公认,至福的生活是合乎德性的;而这种生活伴随着严肃;卓越之人不是在玩耍,而是在严肃行动。再者,我们说严肃的事物优于伴随玩耍与滑稽的事物;我们声称灵魂较好部分的活动是最卓越的;而较好的事物以及属于较好部分的事物,更契合于幸福。此外,对肉体快感的享受对于普通人与鄙劣之人也是共同的,并且不仅属于最优秀的人,也同样属于奴隶与最悲惨的人;但幸福据说仅属于最优秀的人,没有人会说它也属于鄙劣之人;因为两者的生活甚至都不是同一的,因为幸福并不在于鄙劣的行径,而在于合乎德性的活动中,正如先前所说的那样。
- 10.τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν
与格分词短语 ἀναλαβοῦσιν 与前面的代词 ἡμῖν(“对我们而言”)在性、数、格上一致,作为状语分词带有条件含义(“如果我们回顾……”)。
- 10.οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἶναι
句子的核心骨架是 οὐδὲ ... διὰ τοῦτο ταύτας εὔλογον [ἐστὶν] οἴεσθαι ...。由 ἐπεὶ ... καταφεύγουσιν 构成的因果从句中嵌套了分词短语 ἄγευστοι ... ὄντες,主句为非人称结构 εὔλογον [ἐστί] 支配不定词 οἴεσθαι,后者进一步支配带宾格的不定词结构(ταύτας ... αἱρετωτέρας εἶναι)。
- 10.ἀλλ’ ἀναπαύσεως ἐνέργεια τέλος
ἀναπαύσεως 是属格,修饰 τέλος,表示“活动才是休息的目的”,与前面的 οὐ τέλος ἡ ἀνάπαυσις 构成鲜明对照,句中省略了系动词 ἐστί。
