- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:218.19-220.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中论证了快感依据活动的体面、鄙劣与纯粹性而在种上互异,并且快感相对于欲望而言更紧密地依附于活动自身。此外,各种动物皆有其固有的快感,在人各不同的感受中,唯有卓越之人(德性)才是真正快感的尺度,而成全至福之人本质活动的快感才是本义上的属人快感。
〈Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι δια 391 〈Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι διαφέρουσιν αἱ ἡδοναί· καὶ ὅτι ἑτέρων ζῴων καὶ ἕτεραι· καὶ τίς ἡ ἀληθής. κεφ. ςʹ.〉 Ἐπεὶ δὲ ἑκάστη ἡδονὴ τῇ ἐνεργείᾳ, ὅθεν ἐστίν, οἰκείως ἔχει, αἱ δὲ ἐνέργειαι διαφέρουσιν ἀλλήλων ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ αἱ μὲν αἱρεταί εἰσιν, αἱ δὲ φευκταί, αἱ δὲ οὐδέτερον, τὸν αὐτὸν τρόπον καὶ τὰς ἡδονὰς ἔχειν ἀνάγκη, καὶ τὰς μὲν ἀγαθὰς εἶναι, τὰς δὲ φαύλας, τὰς δὲ οὐδέτερον τούτων· καὶ ἐπιεικὴς μὲν καὶ ἀγαθὴ ἡδονή ἐστιν ἡ οἰκεία τῇ ἐπιεικεῖ καὶ ἀγαθῇ καὶ σπουδαίᾳ ἐνεργείᾳ, φαύλη δὲ ἡ τῇ φαύλῃ ἐνεργείᾳ οἰκεία· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δὲ φαύλων ψεκταί· ἡ δὲ οἰκεία τῇ ἐνεργείᾳ, ἣ οὔτε ἐπαινετή ἐστιν οὔτε ψεκτή, καὶ αὐτὴ οὐδέτερόν ἐστιν. ἐπεὶ δὲ τῇ ἐνεργείᾳ καὶ ὄρεξίς ἐστιν ὅθεν κινεῖταί τις ἐπὶ τὸ ἐνεργεῖν, ζητητέον πότερα μᾶλλον ἐστιν οἰκεία, ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἢ τῇ ὀρέξει. φαίνεται δὲ ὅτι οἰκειοτέρα ἐστὶ τῇ ἐνεργείᾳ. τῇ μὲν γὰρ ὀρέξει ἡ ἡδονὴ οὔτε συμπέφυκεν οὔτε ἅμα γίνεται αὐτῇ κατὰ τὸν χρόνον ἀλλὰ διέστηκεν αὐτῆς καὶ τῷ χρόνῳ καὶ τῇ φύσει. προηγεῖται γὰρ ἡ ὄρεξις τῆς ἐνεργείας καὶ τῆς ἐπ’ αὐτῇ ἡδονῆς· τῇ δὲ ἐνεργείᾳ οὕτω συμπέφυκεν ἡ ἡδονὴ καὶ οὕτως ἀχωρίστως ἔχει, ὥστε ἀμφισβητεῖται, εἰ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ ἡ ἡδονή. φαίνεται μὲν οὖν, ὅτι τῇ ἐνεργείᾳ μᾶλλον ᾠκείωται ἡ ἡδονὴ ἢ τῇ ὀρέξει· ταὐτὸν δὲ οὐκ ἔστιν· οὐ γὰρ ταὐτὸν ἡδονὴ διανοίᾳ οὐδὲ αἰσθήσει οὐδεμίᾳ· ἄτοπον γὰρ οὕτως οἴεσθαι. ἀλλὰ τῷ ἀχωρίστως ἀλλήλων ἔχειν δοκεῖ μηδὲν διαφέρειν ἐνεργείας. διάφοροι δέ εἰσι καὶ αὐταὶ αἱ ἡδοναὶ πρὸς ἀλλήλας, ὅτι καὶ αἱ ἐνέργειαι. διαφέρει γὰρ ὄψις ἁφῆς καθαριότητι, καθόσον ἡ μὲν τοῦ εἴδους ἀντιλαμβάνεται μόνου, ἡ δὲ ἁφὴ τῇ ὕλῃ μᾶλλον προσάγει, καὶ ἡ ἀκοὴ ταύτῃ τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως διαφέρει, ὅτι τῆς ὕλης ἅπτονται μᾶλλον· ὅθεν καὶ αἱ ἑπόμεναι ἡδοναὶ διοίσουσιν ἀλλήλων καὶ τῶν ἐκ τῆς διανοίας ἡδονῶν, ὅτι διάφοροι αἱ ἐνέργειαι. καὶ αὐταὶ δὲ αἱ τῆς διανοίας ἡδοναὶ οὐχ αἱ αὐταὶ ἔσονται ἀλλήλαις, ὅτι διάφοροι ἐνέργειαι διανοίας. φαίνεται δὲ ὅτι καὶ ἑκάστῳ ζῴῳ οἰκεία τίς ἐστιν ἡδονή, καθάπερ καὶ ἔργον ἐστὶν οἰκεῖον. εἰ γὰρ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἀκολουθοῦσιν, ἑκάστῳ δὲ ζῴῳ οἰκεία τίς ἐστιν ἐνέργεια κατάλληλος τῇ φύσει, καὶ ἡδονὴ ἂν οἰκεία εἴη. τοῦτο δὲ καὶ καθ’ ἕκαστον θεωροῦντι γίνεται δῆλον. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός φησιν, ὄνον σύρματα ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὖν οἰκεῖαι ἡδοναὶ ταῖς διαφόροις ἐνεργείαις καὶ αὐταὶ διάφοροί εἰσι· τὰς δὲ τῶν αὐτῶν ἐνεργειῶν τὰς αὐτὰς εὔλογον εἶναι κατὰ τὸ εἶδος· διοίσουσι δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅτι γὰρ ταῖς αὐταῖς ἐνεργείαις οὐχ ὁμοίως ἥδονται πάντες, φανερόν, ἐπεὶ καὶ τοσαύτη γίνεται ἡ διαφορά, ὥστε τοῖς αὐτοῖς τοὺς μὲν ἥδεσθαι, τοὺς δὲ λυπεῖσθαι· καὶ γλυκέα οὐ πᾶσι τὰ αὐτά· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ γλυκέα τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὰ τὰ αὐτὰ τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτοῦντι. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων συμβαίνει. καθάπερ δὲ ἐπὶ τῶν τοιούτων ἡδέων τὰ ἀληθῶς ἡδέα τῶν δοκούντων ἀπὸ τῶν ὑγιαινόντων γνωσόμεθα διελεῖν·1 οὕτω καὶ τὰς ἐν τῷ ἤθει ἡδονὰς ἀπὸ τῶν εὖ ἐχόντων περὶ τὸ ἦθος, δηλαδὴ τῶν σπουδαίων, διορισόμεθα. εἰ δὲ τοῦτο καλῶς λέγεται καὶ ἑκάστου μέτρον ἡ ἀρετή, καὶ τὸ ἀγαθὸν εἶναι διὰ τὴν ἀρετήν ἐστιν ἑκάστῳ, καὶ ἡδοναὶ ἂν εἶεν ἀληθῶς αἱ τῷ σπουδαίῳ φαινόμεναι ἡδοναί, καὶ ἡδέα οἷς οὗτος χαίρει· πρὸς ἃ δὲ οὗτος ἀηδῶς ἔχει, οὐκ ἂν εὐλόγως ἡδέα λέγοιντο οὐδὲ ἡδοναί. εἰ δὲ τοῖς διεφθαρμένοις ἡδέα δοκεῖ ταῦτα, οὐδὲν θαυμαστόν. πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται καὶ ἡδεῖς εἰσιν, ἀλλ’ οὐχ ἁπλῶς ἡδεῖς, ἀλλὰ τοῖς γε διεφθαρμένοις· τὰς μὲν οὖν ὁμολογουμένως αἰσχρὰς δῆλον ὡς οὐκ ἂν εἴη ῥητέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις. τῶν δὲ ἐπιεικῶν ἡδονῶν τίνα ῥητέον κυρίως ἀνθρωπίνην ἡδονὴν εἶναι; καὶ τοῦτο δὲ φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ γὰρ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἑπόμεναι ἡδοναί, ληπτέον τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣ τοῦ ἀνθρώπου ἐστὶ καθό ἐστιν ἄνθρωπος, εἴτε μία ἐνέργειά ἐστιν εἴτε πλείους· καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι ἡδοναὶ τὰς τοῦ τελείου καὶ μακαρίου ἀνδρός,2 αὗταί εἰσιν αἱ τοῦ ἀνθρώπου, ᾗ ἄνθρωπος, ἡδοναί· αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς λέγοιντο ἂν ἀνθρώπιναι, καθάπερ καὶ αἱ ἐνέργειαι.
〈论快感在体面与鄙劣上,进而在纯粹性上各不相 391 〈论快感在体面与鄙劣上,进而在纯粹性上各不相同;以及不同的动物有不同的快感;何为真正的快感。第六章。〉 既然每一快感都与它所由产生的活动具有固有的关系,而诸活动在体面与鄙劣上彼此各不相同,有些是值得选择的,有些是应当避开的,有些则是二者皆非的,那么诸快感也必然处于同样的状态,有些是善的,有些是鄙劣的,有些则二者皆非;体面而善的快感是体面、善且卓越的活动所固有的,鄙劣的快感则是鄙劣的活动所固有的。因为对美好事物的欲望受人赞美,对鄙劣事物的欲望遭人谴责;而既不受赞美也不遭谴责的活动所固有的快感,其自身也是二者皆非的。既然就活动而言还存在着人由此被推动去活动的欲望,那么就必须探究快感对于何者更为固有,究竟是对于活动抑或对于欲望。显而易见,快感对于活动更为固有。因为快感既非与欲望生来合为一体,也不是在时间上与欲望同时产生,而是在时间与自然本性上都与欲望分离。因为欲望先于活动以及活动之上的快感;但快感与活动如此生来合为一体、如此不可分离,以致于人们争议快感是否与活动同一。由此显见,快感相比于欲望更亲密地依附于活动;但它并非同一事物。因为快感并不与理智同一,也不与任何感觉同一;因为作如是想是荒谬的。但由于它们彼此不可分离,便显得与活动毫无差异。并且诸快感自身也彼此各不相同,因为诸活动亦复如是。因为视觉在纯粹性上不同于触觉,就在于前者仅把握形式,而触觉更多地接近质料;听觉在这方面不同于嗅觉和味觉,就在于后两者更多地触及质料;由此,随之而来的诸快感也将彼此各不相同,并且也不同于源自理智的诸快感,因为活动是各不相同的。并且理智的诸快感自身也不会彼此相同,因为理智的诸活动是各不相同的。而且显而易见,正如每个动物都有其固有的功用一样,也有其固有的快感。因为如果快感伴随诸活动,并且每一动物都有与其自然本性相称的某种固有活动,那么也会有固有的快感。这对于考察个别事例的人而言也是明显的。因为正如赫拉克利特所言,驴子宁可选择草屑而非黄金,马的快感、狗的快感和人的快感各不相同;因为对驴而言,饲料比黄金更令人愉悦。因此,不同活动所固有的诸快感其自身也是不同的;而同一活动的快感在种上理应是相同的;但它们将在程度上有所不同。因为并非所有人都以同样的方式在相同的活动中感到愉悦,这是显而易见的,既然差异如此之大,以致于对相同的事物有人感到愉悦,有人却感到痛苦;甜美之物对所有人来说也不是相同的;因为发烧的人与健康的人并不觉得同样的东西是甜的,体弱者与体格健壮者也不觉得同样的东西是温热的。这在其他事物上也同样发生。正如在诸如此类的令人愉悦之物上,我们将根据健康的人来懂得把真正令人愉悦之物从表象的事物中区分开来一样,我们在品性上的诸快感也将根据品性处于良好状态的人、即卓越的人来界定。如果这话讲得好,并且各事物的尺度是德性,而对于各事物而言是善的乃由于德性,那么在卓越的人看来是快感的东西就会是真正的快感,这个人所喜悦的事物就会是令人愉悦的事物;而对于这个人感到不快的事物,合乎情理地既不会被称为令人愉悦的事物,也不会被称为快感。如果这些在败坏的人看来显得是令人愉悦的,这不足为奇。因为人的许多败坏与损毁都会发生并且是令人愉悦的,但绝非无条件地令人愉悦,而仅仅是对败坏的人而言;因此,那些公认丑陋的〔快感〕,显而易见不应当被说成是快感,除非是对败坏的人而言。那么在体面的快感中,应当把哪一种称为本义上属人的快感呢?这一点从前述内容中也是显而易见的。因为伴随而来的快感既然是诸活动所固有的,就必须选取人之为人所具有的属人活动,无论它是一项活动还是多项活动;而正是成全这些活动——即完全且至福之人的活动——的诸快感,乃是人之为人的快感;而其余的快感,正如诸活动一样,只会在第二位且极其微弱的意义上被称为属人的快感。
- 10.τὰ ἀληθῶς ἡδέα τῶν δοκούντων ἀπὸ τῶν ὑγιαινόντων γνωσόμεθα διελεῖν
τῶν δοκούντων 被理解为由不定式 διελεῖν(区分、甄别)所支配的分离属格(“把真正令人愉悦之物从表象的事物中区分开来”)。从语法上将其视为比较属格(“比表象之物更为真正愉悦的事物”)并非完全不可能,但分离属格更契合将真正快感从病态者的表象快感中辨别、析出的语境对比。
- 10.καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι ἡδοναὶ τὰς τοῦ τελείου καὶ μακαρίου ἀνδρός
ταύτας τὰς ἐνεργείας 与 τὰς τοῦ τελείου καὶ μακαρίου ἀνδρός 围绕带有冠词的分词短语 αἱ τελειοῦσαι ἡδοναί 构成同位语关系(“成全这些活动——即完全且至福之人的活动——的诸快感”)。作宾语的名词短语通过超步法(hyperbaton)被分词短语隔开,后半部分的限定短语对前面的 ταύτας τὰς ἐνεργείας 起到具体同位说明的作用。
