← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§21.26-22.14

后裔友人的际遇与死者的幸福

本节依据亚里士多德《尼各马可伦理学》第一卷第11章,探讨后裔与友人的顺逆境遇死后是否会影响至福之人。赫利奥多罗斯指出,生者的境遇虽可能对死者产生极微弱的波及,但绝不足以剥夺其至福或改变其原有的幸福状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Εἰ κοινωνοῦσι τῆς τύχης τῶν ἀπογόνων οἱ μακάριοι μετὰ τε Εἰ κοινωνοῦσι τῆς τύχης τῶν ἀπογόνων οἱ μακάριοι μετὰ τελευτήν. κεφ. ιηʹ. Ῥητέον δὲ πρὸς τὴν ἄλλην ἀπορίαν, εἰ ἐκ τῶν ἀπογόνων δυστυχούντων ἢ τῶν φίλων χείρονα δόξει τοῖς μακαρίοις τὰ πράγματα. τὸ μὲν οὖν μηδ’ ὁτιοῦν ἐκ τῶν ἀπογόνων ἢ ἄλλως οἰκείων εἰς τοὺς εὐδαίμονας ἔρχεσθαι ἢ εὐτυχίας ἢ δυστυχίας ἀκοινώνητόν ἐστι καὶ ἀλλότριον τῶν ἀνθρωπίνων· κοινωνικὸν γὰρ ὁ ἄνθρωπος· καὶ πρός γε ἔτι καὶ ταῖς κοιναῖς δόξαις ἐναντίον· κοινὰ γὰρ τὰ τῶν φίλων εἶναι πᾶσι δοκεῖ. πολλῶν δὲ ὄντων τῶν συμβαινόντων τοῖς οἰκείοις τῶν μακαρίων καὶ παντοίας ἐχόντων διαφοράς, καὶ τῶν μὲν μᾶλλον συντελούντων εἰς τὴν εὐδαιμονίαν ἢ δυστυχίαν, τῶν δὲ ἧττον, τὸ μὲν κατὰ μέρος διαιρεῖν αὐτὰ μακρὸν καὶ ἄπειρον φαίνεται· εἰ δὲ ὁλοσχερῶς καὶ ὡς ἐν τύπῳ εἴποιμεν περὶ αὐτῶν, ἱκανὸν ἂν εἴη. διαιρήσομεν τοίνυν καὶ ταῦτα, καθάπερ τὰ συμβαίνοντα δυστυχήματα τοῖς μακαρίοις, ὅτι τὰ μὲν μεγάλα καὶ ἀξιόλογα καὶ βάρος ἔχει πρὸς τὸν βίον, τὰ δὲ μικρὰ καὶ ἐλαφρότερα. ἔχει δὲ διαφορὰν ὅσα ζώντων ἔτι τῶν μακαρίων τοῖς οἰκείοις συμβαίνει τῶν συμβαινόντων μετὰ τὴν αὑτῶν τελευτήν,1 ὅσην ἔχει τὰ ἐν ταῖς τραγῳδίαις πλαττόμενα κακὰ τῶν προϋπαρξάντων πραγμάτων, ὧν ταῦτα σκιαί. σκεπτέον οὖν περὶ τῆς διαφορᾶς. βέλτιον δέ ἐστι σκέψασθαι, εἰ κοινωνοῦσιν οἱ μακάριοι τοῖς οἰκείοις μετὰ τελευτὴν τῆς τύχης. φαίνεται τοίνυν, ὅτι εἰ καὶ ἔρχεταί τι πρὸς αὐτοὺς ἀπὸ τούτων, εἴτε ἀγαθὸν εἴτε φαῦλον, ἀσθενὲς μέντοι καὶ μικρόν, ἢ διότι καὶ τῇ ἑαυτοῦ φύσει μικρόν ἐστιν ἢ ἐκείνοις μικρόν, κἂν μέγα ὑπάρχῃ, διὰ τὸ μὴ ζῆν τὴν ἐνταῦθα ζωήν· εἰ δ’ ἔχει τινὰ δύναμιν, ἀλλ’ οὐ τοσαύτην γε καὶ τοιαύτην,2 ὥστε ποιεῖν εὐδαίμονας τοὺς μὴ τοιούτους ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι τὴν μακαριότητα. ὥστε ἔρχεται μέν τι ἀπὸ τῶν ζώντων τοῖς τεθνεῶσι· τοιαῦτα δὲ καὶ τοσαῦτα ὡς μηδεμίαν ἐπάγειν μεταβολήν.

至福之人死后是否分有后裔的运气。第18章。 现在必须针对另一疑难进行讨论,即后裔或友人遭遇不幸,是否会使至福之人的境遇显得更为糟糕。首先,若说无论是幸运还是不幸,凡出自后裔或其他亲属的任何事情都完全波及不到幸福之人,这既缺乏同理心,也与人情常理相悖;因为人是社会性的存在;而且,这还违背了普遍的见解;因为众人都认为朋友之物应当共有。然而,降临在至福之人亲属身上的事态繁多且千差万别,有的对幸福或不幸影响较大,有的则较小,若要逐一细分,显然冗长而无止境;但若我们从总体上勾勒其概貌,就足够了。因此,我们也将像区分降临在至福之人身上的不幸那样来区分这些事态:即有的重大显著、对生活具有举足轻重的影响,有的则轻微而较无关紧要。而当至福之人尚在世时其亲属所遭遇之事,与他们死后所遭遇之事相比,其间的差异正如悲剧中所虚构的灾祸与先前真实事迹之间的差异一样大,前者不过是后者的阴影。因此必须探讨这一差异;但更好的做法是探讨至福之人死后是否与亲属分有运气。由此看来,即便真有某些事物从这些境遇中传达到他们那里,无论善恶,终究是微弱而渺小的,这要么是因为它依其自身本性就很微小,要么是因为他们不再过着尘世的生活,即便事态重大,对他们而言也是微小的;即使它具有某种力量,但绝非如此巨大或具有如此性质,以至于能使原本不幸福的人变得幸福,或是夺去已然幸福之人的至福。因此,确实有某些事物从生者传达到死者那里;但其性质与分量绝不足以引起任何改变。

语法注2 条
  1. 1.ἔχει δὲ διαφορὰν ὅσα ζώντων ἔτι τῶν μακαρίων τοῖς οἰκείοις συμβαίνει τῶν συμβαινόντων μετὰ τὴν αὑτῶν τελευτήν

    名词 διαφορὰν 支配表区分/比较的属格(τῶν συμβαινόντων)。省略先行词的关系代词从句([ταῦτα] ὅσα...)作主语,指“至福之人尚在世时其亲属所遭遇之事”,并与“他们死后所遭遇之事”相对比。此结构进一步与后文的 ὅσην ἔχει τὰ ... τῶν ... 形成呼应平行的比较结构。

  2. 1.εἰ δ’ ἔχει τινὰ δύναμιν, ἀλλ’ οὐ τοσαύτην γε καὶ τοιαύτην

    这是主句开头使用转折连词 ἀλλά 的用法(归结句的 ἀλλά / apodotic ἀλλά),用以承接条件从句 εἰ ... ἔχει。承接上文“即使某些事物波及他们也是微弱的”论证,强调对让步条件的限制与否定:“即使具有某种力量,但绝不至于如此巨大……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:21.26-22.14