- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:217.6-218.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯阐释了亚里士多德《尼各马可伦理学》第10卷第4–5章的内容,指出既然生命本身是活动且快感成全一切活动,向往生命的存在便自然追求快感;随后他以固有快感促进并完成活动、而异己快感则如痛苦般妨碍并破坏活动为由,论证了诸快感依活动的种差而在种上互不相同。
〈Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή· καὶ ἔτι περὶ τοῦ ὅτι εἴδει 〈Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή· καὶ ἔτι περὶ τοῦ ὅτι εἴδει διαφέρουσιν αἱ ἡδοναί. κεφ. εʹ.〉 Ἐπεὶ δὲ πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή, ἐνέργεια δὲ καὶ τὸ ζῆν, τὰ ἄρα ἐφιέμενα τοῦ ζῆν ὀρέγονται τῆς ἡδονῆς, ὅτι τελειότης ἐστὶν αὐτοῦ. πάντα δὲ ἐφίενται τοῦ ζῆν· ὥστε δόξειεν ἂν πάντα ἐφίεσθαι τῆς ἡδονῆς. πᾶσαν γὰρ ἐνέργειαν ἡ ἡδονὴ αἱρετωτέραν ποιεῖ· καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ μάλιστα, οἷς μάλιστα ἥδεται, οἷον ὁ μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη καὶ ὁ φιλομαθὴς τῇ διανοίᾳ περὶ τὰ θεωρήματα καὶ τῶν ἄλλων ἕκαστος. ἐπεὶ οὖν οὕτω ποιεῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καλλίω καὶ αἱρετωτέραν, εἰκότως τὰ ὀρεγόμενά τινος ἐνεργείας καὶ τῆς κατ’ αὐτὴν ὀρέγονται ἡδονῆς· τὰ ἄρα τοῦ ζῆν ἐφιέμενα εὐλόγως καὶ τῆς ἐκεῖθεν ἐφίενται ἡδονῆς, ὅτι τὸ αἱρετὸν καὶ ἐφετὸν αὐτοῖς τελειοῖ. τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω.1 φαίνεται δὲ ὅτι ἀδιαίρετά εἰσι ταῦτα ἀλλήλων, καὶ οὔτε ἡδονὴν χωρὶς ἐνεργείας οὔτε ἐνέργειαν χωρὶς ἡδονῆς εὕροι τις ἄν· τελείωσις γὰρ ἐνεργείας ἡ ἡδονή, καὶ διὰ τοῦτο οὐ δύναται χωρὶς εἶναι. διὰ ταῦτα φαίνεται καὶ ὅτι αἱ ἡδοναὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει· καὶ γὰρ διαφόρων τῷ εἴδει ἐνεργειῶν τελειότητες οὖσαι καὶ αὐταὶ διάφοροί εἰσιν. αἱ γὰρ τελειότητες τῶν διαφόρων εἰδῶν οὐ δύνανται μὴ διάφοροι εἶναι τῷ εἴδει, οἷον αἱ τῆς διανοίας ἐνέργειαι τῶν τῆς αἰσθήσεως διαφέρουσι τῷ εἴδει καὶ ἔτι αὗται ἀλλήλων, ὥστε καὶ αἱ ἡδοναί. τοῦτο δέ ἐστι φανερὸν ἐκ τοῦ πάσῃ ἐνεργείᾳ οἰκείαν ἡδονὴν προσεῖναι. ὅτι δὲ οἰκεία, δῆλον· καὶ γὰρ συναύξει τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή. μάλιστα γάρ τις ἕκαστα γινώσκει καὶ ἐξακριβοῖ καὶ ὅλως ἐνεργεῖ, ὅταν μεθ’ ἡδονῆς τοῦτο ποιῇ· καὶ γὰρ γεωμετρικοὶ γίνονται μάλιστα οἱ χαίροντες τῷ γεωμετρεῖν καὶ κατανοοῦσιν ἕκαστα μᾶλλον, καὶ ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκεῖον ἔργον ἐπιδιδόναι ποιεῖ.2 εἰ τοίνυν τὰς ἐνεργείας συναύξουσιν αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα, τὰ δὲ οἰκεῖα τοῖς διαφόροις τῷ εἴδει καὶ αὐτὰ διάφορα κατὰ τὸ εἶδος, φανερὸν ὅτι αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι καὶ ἐκεῖθεν γίνεται δῆλον τὰς ἡδονὰς διαφόρους εἶναι τῷ εἴδει· καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν·3 ἡ γὰρ τῆς αὐλητικῆς ἡδονὴ συγχέοι ἂν ῥᾳδίως τὴν ἐν τοῖς μαθήμασι θεωρίαν, ὅταν μὴ ἕξιν μαθηματικὴν ὁ θεωρῶν ἔχῃ, ἀλλ’ ἥδηται μᾶλλον αὐλοῦντος ἀκούων ἢ θεωρῶν, καὶ οὕτω φθείρῃ τὴν περὶ τὸν λόγον ἐνέργειαν ἡ τῆς αὐλητικῆς ἡδονή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν δύο ἐνεργείας τις κατὰ ταὐτὸν ἐνεργῇ· καὶ γὰρ ἡ ἡδίων τὴν ἑτέραν ἐκκρούει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ κατὰ τὴν ἡδονὴν διαφέρει. εἰ γὰρ σφόδρα ὑπερβάλλει τὴν ἐξ ἑτέρας ἡ τῆς ἑτέρας ἡδονή, καὶ παντελῶς ἀφανίζει τὴν ἀλλοτρίαν ἐνέργειαν, ὥστε μηδὲ ὅλως κατ’ αὐτὴν ἐνεργεῖν· διὰ τοῦτο ἐπειδὰν χαίρωμέν τινι σφόδρα, οὐ πάνυ δρῶμεν ἕτερον· εἰ δὲ οὐ πάνυ ἡδόμεθα ὁτῳοὖν, καὶ ἄλλα ποιοῦμεν, οἷον ποιοῦσι καὶ οἱ ἐν τοῖς θεάτροις τραγηματίζοντες· ὅταν γὰρ φαῦλοι οἱ ἀγωνιζόμενοι ὦσι καὶ οὐ πάνυ χαίρωσι τῷ θεάματι, τότε μάλιστα αὐτὸ δρῶσιν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκεία ἡδονὴ τὰς ἐνεργείας ἐξακριβοῖ καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ, ἡ δ’ ἀλλοτρία λυμαίνεται, φανερὸν ὅτι πολὺ διαφέρουσιν ἀλλήλων· σχεδὸν γὰρ ὥσπερ αἱ οἰκεῖαι ταῖς ἐνεργείαις λῦπαι κώλυμα γίνονται καὶ προχωρεῖν οὐκ ἐῶσιν, οὕτω καὶ αἱ ἀλλότριαι ἡδοναί. φθείρουσι γὰρ αἱ οἰκεῖαι λῦπαι τὰς ἐνεργείας· εἰ γάρ τις ἐπὶ τῷ γράφειν λυποῖτο, οὐ γράψει, καὶ εἴ τῳ τὸ λογίζεσθαι ἀηδές, οὐ θεωρήσει· τοῦτο δὲ πείσεται, καθὼς εἴρηται, καὶ ἀπὸ τῆς ἀλλοτρίας ἡδονῆς. εἰ τοίνυν ἡ ἀλλοτρία ἡδονὴ παραπλήσιον ποιεῖ ταῖς οἰκείαις λύπαις, ἡ δὲ οἰκεία λύπη τῇ οἰκείᾳ ἡδονῇ ἐναντίως ἔχει, φανερὸν ὅτι ἡ ἀλλοτρία ἡδονὴ τῇ οἰκείᾳ ἐναντίως ἔχει· τὰ δὲ τοιαῦτα οὐ δύνανται τὰ αὐτὰ εἶναι τῷ εἴδει· ἡ ἄρα ἡδονὴ οὐκ ἔστι μία κατὰ τὸ εἶδος.
〈论快感在自然本性上是应当追求的;并进一步论快感在种上各不相同。第五章。〉 〈论快感在自然本性上是应当追求的;并进一步论快感在种上各不相同。第五章。〉 既然快感成全一切活动,而生活也是一种活动,那么向往生活的事物便欲求快感,因为快感是生活的完成。一切事物都向往生活;因而似乎一切事物都向往快感。因为快感使每一活动更值得选择;而每个人最是在他们最感愉悦的事物上、以最感愉悦的官能进行活动,例如乐人以听觉就旋律而活动,求知者以理智就诸定理而活动,其他人也各自如此。既然快感以这种方式使活动更加美好、更加值得选择,那么欲求某种活动的事物理所当然地也欲求伴随该活动的快感;因而向往生活的事物合乎情理地也向往源自生活的快感,因为快感成全了对于它们而言值得选择与值得向往的东西。但眼下对于两者之中何者因何者之故而值得选择——究竟快感是因生活之故,抑或生活是因快感之故——的探讨,且先搁置。而这些事物显见是彼此不可分离的,人们既不能发现没有活动的快感,也不能发现没有快感的活动;因为快感是活动的成全,正因如此它不能脱离活动而存在。由此显见,诸快感在种上也彼此各不相同;因为它们既然是种上不同的诸活动的完成,其自身也是不同的。因为不同种的完成在种上不可能不各不相同,正如理智的诸活动在种上不同于感觉的诸活动,并且这些活动彼此之间也各不相同,因而诸快感亦复如是。这一点从固有快感附属于每一活动中显而易见。快感是固有的,这是明白的;因为固有快感一同增进活动。因为当人伴随着快感行事时,最能认识每一事物、探求精微并整体上进行活动;实际上,那些乐于进行几何运算的人最能成为几何学家,并更加理解每一细节,快感促使每个人向着自己固有的工作精进。因此,如果诸快感一同增进诸活动,而一同增进的事物是固有的,对种上不同的事物而言固有的东西自身也按照种而不同,那么显而易见,诸快感在种上是彼此相异的。此外,从下述方面也清楚表明诸快感在种上是不同的:因为异己的快感阻碍诸活动,正如固有的快感使之更加完全一样。因为长笛演奏的快感很容易扰乱数学研究中的沉思,只要沉思者不具有数学的品质,而是听笛声比沉思感到更多的愉悦,从而长笛演奏的快感便毁坏了关乎论理的活动。同样的情况在其他事情上也发生,当有人同时进行两项活动时;因为较愉悦的活动会排挤另一项,并且快感差异越大,排挤得就越厉害。因为如果来自一者的快感极大程度地压倒来自另一者的快感,它甚至会完全消灭异己的活动,以致于人根本不在那项活动上运作;因此,当我们对某事感到极度欢欣时,完全不去做别的事;而如果我们对任何事物都未感到特别愉悦时,我们就会做其他事,正如在剧场中吃零食的人所做的那样;因为当竞赛者拙劣且人们对表演毫无欢喜时,那时他们最会这样做。因此,既然固有快感使诸活动更加精确、更加持久、更加美好,而异己的快感则加以破坏,显而易见它们彼此之间差异极大;因为异己的快感造成的妨碍,几乎正如活动固有的痛苦成为阻碍而不让活动推进一样。因为固有的痛苦毁坏活动;如果有人对书写感到痛苦,他就不会书写,如果对某人而言计算是令人不悦的,他就不会沉思;而正如前述,人从异己的快感那里也会遭受同样的遭遇。因此,如果异己的快感所起的作用与固有的痛苦相仿,而固有的痛苦与固有的快感相反,显而易见异己的快感与固有的快感相反;而这类事物不可能在种上是相同的;因此快感在种上并非单一的。
- 10.τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω
带冠词不定式短语 τὸ δὲ ζητεῖν ... 作第三人称被动命令式 ἀφείσθω 的语法主语。间接疑问句 πότερον ποτέρου ἕνεκα αἱρετόν ... 则作为不定式 ζητεῖν 的宾语嵌入其中。
- 10.ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκεῖον ἔργον ἐπιδιδόναι ποιεῖ
使役动词 ποιεῖ 支配不定式 ἐπιδιδόναι,宾格 ἕκαστον 充当不定式的逻辑主语,构成使役结构,意为“快感促使每个人向着其固有工作进取”。
- 10.καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν
动词 προσίστανται 支配与格 ταῖς ἐνεργείαις,意为“阻碍、妨碍”。该句与 καθάπερ(如同)引导的分句构成对比(固有快感使其完全,而异己快感对其阻碍)。
