- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:216.6-217.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节阐明当感觉和理智的活动达到完全且对象处于最佳时,快感便作为附随的目的(如壮年时的韶华)而成全该活动,并解释了因人类易于疲倦且精神专注随时间懈怠而无法持续感受快感的原因。
〈Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή. κεφ. δʹ.〉 〈Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή. κεφ. δʹ.〉 Ἕπεται δὲ ταῖς ἐνεργείαις τῆς αἰσθήσεως καὶ τῆς διανοίας ἡ ἡδονή, καὶ μάλιστα ὅταν ὑγιαίνουσαι τελειοτάτην προβάλλωνται τὴν ἐνέργειαν, καὶ περὶ τὸ κάλλιστον ἐνεργῶσιν ἡ μὲν αἴσθησις τῶν αἰσθητῶν, ἡ δὲ διάνοια τῶν διανοητῶν. τηνικαῦτα γὰρ μάλιστα καὶ τελείως ἐνεργεῖ 〈ἡ ἐνέργεια ἢ〉 ἡ ἐνεργοῦσα ἕξις. οὐδὲν 〈γὰρ〉 διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἢ ἐκείνην·1 ἐπειδὰν γὰρ ὑγιῶς τε καὶ τελείως ὁρῶμεν καὶ τὸ κάλλιστον ὁρῶμεν τῶν ὁρατῶν, τελειοτάτη γίνεται ἡ ἐνέργεια· ὁμοίως καὶ ἐπὶ τῆς διανοίας καὶ τῶν ἄλλων αἰσθήσεων· ἡ δὲ τελειοτάτη καὶ ἡδίστη. ὅτι δὲ γίνεται κατὰ τὴν διάνοιαν ἡδονὴ καὶ καθ’ ἑκάστην αἴσθησιν, φανερόν· φαμὲν γὰρ διανοήματα ἡδέα εἶναι καὶ θεωρήμασι χαίρομεν καὶ ὁράμασιν ἡδόμεθα καὶ ἀκούσμασι, καὶ μάλιστα ὅταν τελείως τε ἐνεργῶμεν, καθὼς εἴρηται, καὶ τὰ βέλτιστα ὁρῶμεν ἢ θεωρῶμεν ἢ ἄλλως αἰσθανώμεθα. τοιούτων γὰρ ὄντων τῆς τε αἰσθήσεως καὶ τῶν αἰσθητῶν καὶ τῆς διανοίας καὶ τῶν διανοητῶν, ἀεὶ ἔσται ἡδονή, ἕως ἂν ἡ διάνοια καὶ ἡ αἴσθησις πάσχῃ ὑπὸ τῶν ἀντικειμένων. ἕπεται τοίνυν τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειότης τίς ἐστιν αὐτῆς. τελειοῖ δὲ οὐχ ὡς ἕξις τὸν ἔχοντα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγουσα· ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἴτιά εἰσι τοῦ ὑγιαίνειν·2 ἡ μὲν γὰρ αὐτὴ ποιεῖ μὴ οὖσαν τὴν τοῦ ὑγιαίνειν ἐνέργειαν, ὁ δὲ συντηρεῖ καὶ φυλάττει, καὶ ὅπως παραμείνῃ ζητεῖ. ἔτι δὲ οὐδ’ ὥσπερ τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν ἢ τὸ διανοητὸν τὴν διάνοιαν, οὕτω καὶ ἡ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν αὐτῶν. ἡ μὲν γὰρ ἕξις καὶ τὸ ἀντικείμενον ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προάγουσι τὴν ἐνέργειαν, ἡ δὲ ἡδονὴ τῇ ἐνεργείᾳ γενομένη συμπεφυκυῖα συντηρεῖ καὶ φυλάττει. πείθει γὰρ ἐνεργεῖν ἡ ἐπ’ αὐτῷ ἡδονή, καὶ ἔστι τῇ ἐνεργείᾳ καθάπερ ἐπιγινόμενον τέλος, ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ·3 καὶ ἕπεται ἀεὶ ταύτῃ ἕως ἂν ᾖ ἥ τε αἴσθησις καὶ ἡ διάνοια, καὶ περὶ τὸ αἰσθητὸν καὶ διανοητὸν ἐνεργῇ, καὶ μάλιστα, ὅταν εὖ καὶ ἄριστα ἔχωσι καὶ περὶ τὸ ἄριστον ἐνεργῶσιν. ἀπορήσειε δ’ ἄν τις εἰ τοῦτο οὕτως ἔχει, πῶς οὐδεὶς οὕτως ἐνεργῶν συνεχῶς ἥδεται. πρὸς ὃ ῥητέον, ὅτι κάμνει πάντα τὰ ἀνθρώπεια καὶ οὐ δύναται συνεχῶς ἐνεργεῖν. διὰ τοῦτο οὐδὲ ἥδεσθαι δύναται συνεχῶς, ἐπεὶ ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἀκολουθεῖ· ἔνια δὲ τέρπει μὲν νεωστὶ φανέντα, χρόνον δέ τινα συνεθισθέντα οὐχ οὕτως ἡδέα δοκεῖ. τὸ δὲ αἴτιον, ὅπερ ἔφην. τὸ μὲν γὰρ πρῶτον παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργεῖ,4 ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες, μετέπειτα δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὰ τοῦτο καὶ ἡ ἡδονὴ ἀμαυροῦται.
〈论快感使每一活动得以完全。第四章。〉 〈论快感使每一活动得以完全。第四章。〉 快感伴随着感觉与理智的诸活动,尤其是当它们处于健康状态而发挥出最完全的活动,且就最美好的事物活动时——感觉针对感觉对象中〔最美好的事物〕,理智针对理智对象中〔最美好的事物〕。因为正是那时,活动(或活动的品质)才最为完满地活动;因为说这一者活动还是那一者活动并无区别。因为当我们健全而完全地看见,并且看见可见物中最美好的事物时,这一活动就变得最完全;在理智和其他感觉中也是同样;而最完全的活动也就是最令人愉悦的。在理智方面以及在每一感觉方面都会产生快感,这是显而易见的;因为我们说思考是令人愉悦的,我们在沉思中感到欢欣,并在所见之物和所听之物中体验到快感,尤其是如前所述,当我们完满地活动并看见、沉思或以其他方式感知最优秀的事物时。因为既然感觉与感觉对象、理智与理智对象都处于这种状态,只要理智与感觉受到相对置的对象的作用,就总会有快感存在。那么,快感伴随着活动,是活动的一种完成。但它的成全并不像品质通过把持有者从潜能引向现实那样而成全——正如建筑术成全潜在的建造者并使之成为现实的建造者那样,正如健康与医生亦非以同样方式作为健康的原因;因为前者自身使原先不存在的保持健康的活动得以产生,而后者则维护并守护它,并谋求它如何能够留存。此外,快感使它们的活动完全,也并不像感觉对象成全感觉或理智对象成全理智那样。因为品质与对象是将活动从潜能推进到现实,而快感与活动自然结合而生,维护并守护着它。因为依附于活动的快感促使人去活动,它对于活动而言就像是一种额外附加的目的,如同青春的焕发之于壮年之人一样;并且只要感觉与理智存在,并就感觉对象和理智对象而活动,尤其是当它们处于良好与最佳状态并就最佳对象而活动时,快感便始终伴随着这活动。但有人可能会提出疑问:如果情况确实如此,为什么以这种方式活动的人没有谁能够持续不断地享受快感呢?对此应当说:凡属人类之物皆会疲乏,无法持续不断地活动。因此也无法持续不断地享受快感,因为快感是尾随活动而来的;有些事物在初现时令人愉悦,但在习惯了一段时间后便不再显得那么令人愉快。其原因正如我所说的:因为起初理智倾注于其上,对它们高度专注地活动,正如在视觉中注视者那样;但随后活动不再如此,而是变得懈怠了;因此快感也就变得黯淡了。
- 10.οὐδὲν 〈γὰρ〉 διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἢ ἐκείνην
指示代词的对照用法:ταύτην 指前文的 ἡ ἐνέργεια(活动),而 ἐκείνην 指 ἡ ἐνεργοῦσα ἕξις(活动的品质)。此句在句法上指出,说“活动在活动”还是“品质在活动”并无实质差异。
- 10.ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἴτιά εἰσι τοῦ ὑγιαίνειν
承接前文 οὐχ ὡς ἕξις... ἄγουσα(不像品质那样引导……)的复合比较结构。前半句 ὥσπερ 以建筑术成全潜能建造者为例,后半句 καθάπερ οὐδέ(正如健康与医生并不是同等地作为原因)则引入原因分类的比照,区分内在使动因与外在维系因。
- 10.ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ
源自《尼各马可伦理学》卷十第四章的著名比喻。ἡ ὥρα 指“青春的韶华/焕发”,句中省略了与前文 ἐπιγινόμενον 呼应的谓词成分(如 ἐπιγίνεται);与格 τοῖς ἐν ἀκμῇ(对于壮年/处于全盛期的人)作关涉与格。
- 10.παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργεῖ
完成体中被动态 παρακέκλιται(源自 παρακλίνω)意为“倾向于、专注于”,表达理智全神贯注于新对象的状态(部分版本有 παρακέκληται“被召集/激发”之异文)。副词 ἐπιτεταμένως(高度专注地、紧张地)与随后的视觉比喻 ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες(正如凝视者那样)紧密照应。
