← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§214.34-216.5

运动的不完全性与快感的完全性

赫利奥多鲁斯依据《尼各马可伦理学》第十卷第三章,论述快感既非运动亦非生成,指出运动唯在整个时间中才得完全且其各部分是不完全且种各不同的,而快感则与视觉、点及单子一样,在时间的任何部分中都是整体且完全的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γʹ.〉 〈Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γʹ.〉 Τὰ μὲν οὖν λεγόμενα περὶ ἡδονῆς καὶ λύπης ταῦτά ἐστιν· ζητοῦμεν δὲ ἤδη περὶ αὐτῆς τί ἐστιν ἢ ποῖόν τι· τοῦτο δὲ γένοιτ’ ἂν καταφανὲς ἄνωθεν ἀναλαβοῦσι τὸν λόγον. ἔστι τοίνυν ἡ ἡδονὴ τελεία καὶ καθάπερ ἡ ὅρασις καθ’ ὁντιναοῦν χρόνον τελεία ἐστί, καὶ οὐκ ἔστι λαβεῖν μέρος τοῦ ἐν τῷ ὁρᾶν χρόνου καθ’ ὃν γίνεται, ἀλλ’ ἐν τῷ ὅλῳ·1 ἐν γὰρ ἑκάστῳ μέρει ἀτελής ἐστιν ἡ κίνησις καὶ ἑτέρα τῷ εἴδει· τὰ γὰρ μέρη τῆς κινήσεως διαφέρουσι καὶ τῆς ὅλης κινήσεως καὶ ἀλλήλων, ὥσπερ ἐπὶ τῆς οἰκοδομίας· τῆς γὰρ ὅλης ποιήσεως, φέρε εἰπεῖν, τοῦ ναοῦ ἑτέρα ἡ τῶν λίθων σύνθεσις καὶ ἄλλη ἡ τῶν κιόνων κατασκευή, καὶ διαφέρουσι πρός τε ἀλλήλας καὶ πρὸς τὴν ὅλην οἰκοδομίαν· ἡ μὲν γὰρ τελεία· καὶ γὰρ οὐδενὸς ἐλλείπει τῶν δεόντων· ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής· μέρους γὰρ οἰκοδόμησις ἑκατέρα. τῷ εἴδει οὖν διαφέρουσι, καὶ ὅλως οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνου μέρει, δηλονότι τοῦ κατὰ κίνησιν χρόνου, τελείαν λαβεῖν κίνησιν· κατὰ τὸ εἶδος ὃ ζητεῖται ἐν τῇ τελείᾳ κινήσει, ἀλλ’ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν κινήσεων. καὶ γὰρ ἡ φορὰ διάφορα εἴδη κινήσεως περιέχει. καὶ γὰρ ἅλσις καὶ πτῆσις καὶ βάδισις πᾶσαι φοραὶ μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων κατ’ εἶδος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἑκάστῃ τῶν φορῶν τούτων διάφορα εἴδη γίνεται βαδίσεως. οἱ γὰρ ὅροι διάφοροι, τὸ πόθεν καὶ ποῖ· τῶν ὅρων δὲ διαφόρων ὄντων, διάφορα καὶ τὰ εἴδη τῆς βαδίσεως· τῆς γὰρ ἐν τῷ σταδίῳ βαδίσεως τὸ μέρος διαφόρους ἔχει τοὺς ὅρους πρὸς τὴν ὅλην βάδισιν· καὶ οὐ μόνον πρὸς τὴν ὅλην, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ μέρη. εἰ γὰρ εἴη ἡ βάδισις ὅλη ἀπὸ τοῦ αʹ ἐπὶ τὸ εʹ, ἡ ἀπὸ τοῦ αʹ ἐπὶ τὸ γ’ διάφορος ἂν εἴη κατὰ τοὺς ὅρους τῆς τε ὅλης καὶ τῆς ἀπὸ τοῦ γ’ ἐπὶ τὸ δ’ καὶ τῆς ἀπὸ τοῦ δ’ ἐπὶ τὸ ζʹ καὶ ἔτι τῆς ἀπὸ τοῦ ζʹ ἐπὶ τὸ εʹ. διαφόρων δὲ ὄντων τῶν ὅρων, καὶ αὐταὶ διάφοροι ἂν εἶεν τῷ εἴδει. εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διεπορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, (* * *) ἀλλ’ ἐπεὶ ἑκάστη γραμμὴ ἐν τόπῳ ἐστίν,2 οἱ δὲ τόποι διάφοροι, διὰ τοῦτο διάφοροί εἰσιν αἱ κινήσεις. τοὺς μὲν οὖν ἀκριβεῖς περὶ κινήσεως λόγους ἐν ἄλλοις ἐποιησάμεθα. τοῦτο δὲ μόνον ἐνταῦθα εἰπεῖν ἀναγκαῖον, ὅτι οὐκ ἐν παντὶ χρόνῳ τελεία ἐστὶν ἡ κίνησις ἀλλ’ ἐν τῷ ὅλῳ. αἱ δὲ ἐν τοῖς μέρεσι τοῦ ὅλου χρόνου κινήσεις ἀτελεῖς εἰσι καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει, εἴπερ οἱ ὅροι τῆς κινήσεως τὸ πόθεν καὶ ποῖ τὴν κίνησιν εἰδοποιοῦσι. τῆς δὲ ἡδονῆς τὸ εἶδος ἐν ὁτῳοῦν χρόνῳ τέλειόν ἐστι. φανερὸν τοίνυν, ὅτι ἡ ἡδονὴ καὶ ἡ κίνησις ἕτεραί εἰσιν ἀλλήλων· καὶ ἡ μὲν ἡδονὴ ὅλον τι καὶ τέλειον ἐστιν, ἡ δὲ κίνησις οὐκ ἐν παντὶ χρόνῳ τελεία, καὶ ὅτι κίνησιν μὲν ἄνευ χρόνου οὐκ ἐνδέχεται εἶναι, ἡδονὴν δὲ δυνατόν. καὶ γὰρ ἐν μὲν τῷ νῦν καὶ τῷ ἀτόμῳ οὐ δυνατὸν κινηθῆναι, ἡσθῆναι δὲ δυνατὸν ὅλην καὶ τελείαν ἡδονήν. ἐκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἔστι κίνησις ἡ ἡδονὴ ἀλλ’ οὐδὲ γένεσις. οὐ γὰρ πάντων ἁπλῶς γένεσίς ἐστιν ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος· ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι καὶ οὐ μεριστὸν οὐδὲ ἐν χρόνῳ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἔρχεται, ἀλλ’ ἐν ὁτῳοῦν χρόνῳ ὅλον τι καὶ τέλειον ἕκαστον αὐτῶν ἐστιν. ἥ τε γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστί, τὸ δὲ ἀτελής, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμή· τό τε ὁρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθ’ ὃν ὁρῶμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστὶν ἐν παντὶ μέρει τοῦ χρόνου.

〈Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γʹ.〉 〈论快感不是运动。第三章。〉 关于快感与痛苦所谈论的事情就是这些;而我们现在要探讨快感自身,它是什么或具有怎样的性质;这对于从头重新审视这一论证的人而言会变得一目了然。那么,快感是完全的,正如视觉在任何时间都是完全的一样,既不可能在看的时间中取出一个在其中它得以生成的部分,[它也并不像运动那样]是在整个时间中[才生成];因为运动在每个部分中都是不完全的,且在种上互不相同;因为运动的部分既不同于整个运动,也彼此不同,正如在建筑中一样;因为就整个建造(比方说神庙的建造)而言,石料的拼合是一回事,柱子的构建则是另一回事,它们既彼此不同,也不同于整个建筑;因为后者是完全的,毫无所缺于必要之物,而地基的建造和三陇板的建造则是不完全的;因为每一者都只是部分的建造。因此它们在种上不同,而且总体而言在时间的任何部分中(显然是指依循运动的时间),都无法获得一个完全的运动——按照在完全运动中所探求的种而言——而是在整个时间中完全的运动才得以完成。在步行以及其余运动中情况亦同样如此。因为位移包含着不同种类的运动。跳跃、飞行和步行虽然都是位移,但在种上彼此不同;不仅如此,而且在这些位移的每一项中,还会产生不同种类的步行。因为界限(即“从何处”与“往何处”)是不同的;而界限既然不同,步行的种也不同;因为在体育场内的步行部分,其界限不同于整个步行;不仅不同于整体,而且也不同于其余的部分。因为如果整个步行是从 α 到 ε,那么从 α 到 γ 的步行,在界限上既不同于整体,也不同于从 γ 到 δ 的步行,不同于从 δ 到 ζ 的步行,还不同于从 ζ 到 ε 的步行。界限既然不同,它们自身在种上也就会是不同的。因为即便每一步行都穿过了一条在种上相同的线,(* * *)但由于每条线都在一个位置中,而位置是各不相同的,因此运动也是各不相同的。关于运动的精确论述,我们在其他著作中已经做过;而在此处只需陈述这一点即可:运动并非在任何时间中都是完全的,而是在整个时间中才是完全的。而在整个时间的各部分中的运动是不完全的,且在种上彼此不同,如果说运动的界限(即“从何处”与“往何处”)使运动得以成种的话。然而快感的种在任何时间中都是完全的。那么显而易见,快感与运动是彼此相异的;快感是一个整体且完全的事物,而运动并非在任何时间中都是完全的,并且运动不可能没有时间而存在,快感却能够如此。因为在“当下”与不可分的时间点中不可能运动,却能够享受整个且完全的快感。由这些亦可明白,快感不仅不是运动,甚至也不是生成。因为生成并非无条件地适用于一切事物,而仅仅适用于可分割且非整体的事物,既然视觉既无生成,点与单子亦无生成;因为它们中的每一者都是某种整体且不可分割之物,也并非在时间中从不完全走向完全,而是在任何时间中它们中的每一者都是某种整体且完全的事物。因为单子并非在这方面是完全的而在那方面是不完全的并经由时间得以完成,点亦非如此;而看在我们所看的时间的每一个部分中都是完全的;并且总体而言,当任何感觉针对其特有的感觉对象而活动时,其活动在时间的任何部分中都是完全的。

语法注2 条
  1. 10.καὶ οὐκ ἔστι λαβεῖν μέρος τοῦ ἐν τῷ ὁρᾶν χρόνου καθ’ ὃν γίνεται, ἀλλ’ ἐν τῷ ὅλῳ·

    句中的 καὶ οὐκ ἔστι λαβεῖν μέρος... 为紧缩的对比结构。承接前文的 καθ’ ὁντιναοῦν χρόνον τελεία ἐστί(在任何时间都是完全的),关系从句 καθ’ ὃν γίνεται(在其中[作为完全之物]得以生成的)修饰 μέρος。后半部的 ἀλλ’ ἐν τῷ ὅλῳ 则省略性地预示了下文所论及的运动特征(ἀλλ’ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται),意指不同于运动只有在整个时间中才得以完成,视觉并不能分割出生成的部分时间。

  2. 10.εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διεπορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, (* * *) ἀλλ’ ἐπεὶ ἑκάστη γραμμὴ ἐν τόπῳ ἐστίν

    让步从句 εἰ καὶ ...(即便每一步行都穿过了一条在种上相同的线)所对应的正句在底本中存在脱文,由 ( *) 标出。紧随其后的 ἀλλ’ ἐπεὶ... 作为强烈的转折连词,否定了所缺失的推论(即相当于“那些运动或许看似在种上同一”),并引出原因从句,说明由于线所处的位置各异,运动在种上亦因此不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:214.34-216.5