← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§213.30-214.33

对可耻快感的反驳与快感的种差

针对通过举出可耻快感来论证快感不是善的观点,作者论证了对卑劣之人愉悦之物并非无条件地愉悦,且快感在种上是多样的,亦存在善的快感。进而通过考察阿谀者与朋友的区别,以及有理智之人不会选择孩童般的快感这一事实,阐明快感本身并非卑劣,而是存在着自身因其自身即值得选择的快感。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ#4 πρὸς οὓς ἐκεῖνο λέγομεν, ὅτι1 οὐκ ἔστι ταῦτα ἡδέα, ἃ τοῖς φαύλοις ἡδέα δοκεῖ· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ταῦτά ἐστιν, οἰητέον ἤδη αὐτὰ καὶ ἡδέα ἁπλῶς εἶναι, ἀλλὰ τούτοις μόνον ἡδέα· καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρὰ ἁπλῶς ὑγιεινὰ ἢ γλυκέα ἀλλὰ αὐτοῖς· ἐπεὶ οὐδὲ λευκὰ ἁπλῶς τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσι λευκά· φανερὸν δή, ὅτι οὐδὲ ἀπὸ τούτων τῶν λόγων δόξειεν ἂν ἡ ἡδονὴ μὴ ἀγαθὸν εἶναι. μάλιστα μὲν γάρ, ὅτι οὐκ εἰσιν ἡδοναὶ αἱ παρὰ τοῖς μοχθηροῖς ἡδοναί· ἔπειτα, εἰ καὶ ταύτας ἡδονὰς εἶναι δώσομεν, ἀλλ’ οὐκ ἀνάγκη διὰ τοῦτο τὴν ἡδονὴν ἁπλῶς φαύλην εἶναι· οὐ γὰρ μία ἐστὶν ἡ ἡδονὴ τῷ εἴδει ἀλλὰ πολλαί. καὶ οὐδὲν κωλύει τὰς μὲν φαύλας εἶναι, τὰς δὲ ἀγαθάς· ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν καὶ ἐπαινετῶν ἡδοναὶ καὶ ἄλλαι αἱ ἀπὸ τῶν αἰσχρῶν· καὶ αἱ μὲν ἀγαθαὶ αἱ δὲ φευκταί, ὥσπερ τὸ πλουτεῖν ἢ ὑγιαίνειν· ἔστι γὰρ πλουτεῖν καλῶς κτώμενον ὅθεν 〈οὐδείς〉 ἀδικεῖται, καὶ ἔστιν αἰσχρῶς πλουτεῖν, προδόντα τὴν ἑαυτοῦ ἢ ἐξανδραποδισάμενον τοὺς οἰκείους· καὶ ἔστιν ὑγιαίνειν καλῶς ἀνθρωπικῇ διαίτῃ χρώμενον καὶ κακῶς, ὅταν οὐχ ὅθεν δεῖ κτησώμεθα τὴν ὑγίειαν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸν αὐτὸν δὴ τρόπον ἐπὶ τῶν ἡδονῶν. καὶ ὅλως ἕτεραί εἰσι τῷ εἴδει, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν,2 ἢ τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον· ὅθεν φανερόν, ὅτι ἄλλη ἐστὶ τῷ εἴδει ἡ τοῦ μουσικοῦ ἡδονὴ καὶ ἄλλη ἡ τοῦ δικαίου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὐ τοίνυν εἰ ἡ τῶν φαύλων ἡδονὴ κακόν, ἤδη ἁπλῶς ἡ ἡδονὴ φευκτόν ἐστιν. ἔτι δὲ καὶ ἀπὸ τῆς διαφορᾶς τοῦ κόλακος καὶ τοῦ φίλου τὴν ἡδονὴν ἐδόκει μὴ εἶναι ἀγαθόν. ὁ μὲν γὰρ κόλαξ ψέγεται, ὅτι πρὸς ἡδονὴν ὁμιλεῖ, ὁ δὲ φίλος ἐπαινεῖται, ὅτι μὴ πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀλήθειαν καὶ τὸ ἀγαθόν. ὅθεν δοκεῖ συνάγεσθαι, τὴν ἡδονὴν ἐπονείδιστον εἶναι. οὐ τοῦτο δὲ ἀπὸ τούτων συνάγεται, ἀλλὰ μᾶλλον ὅτι διάφοροί εἰσι τῷ εἴδει αἱ ἡδοναί· καὶ ἡ μὲν ἐπαινεῖται, ἡ δὲ ἐπονείδιστός ἐστιν. ὅτι γὰρ καὶ ὁ φίλος ἡδύς ἐστιν καὶ ἡδονὴν ἔχει τῷ φίλῳ, τίς ἀγνοεῖ; φανερὸν τοίνυν, ὅτι ἡδονή ἐστι τοῖς συνοῦσι παρ’ ἑκατέρου. καὶ ἡ μὲν τοῦ κόλακος διαβάλλεται, ἐπαινεῖται δὲ ἡ τοῦ φίλου. ἔτι δὲ καὶ ἐκεῖθεν ἐπονείδιστον εἶναι ἐδόκει ἡ ἡδονή. καὶ γὰρ οὐδεὶς ἂν ἕλοιτο νοῦν ἔχων ἥδεσθαι διὰ βίου τὴν τῶν παιδίων ἡδονὴν διανοούμενος καὶ χαίρων, ὥσπερ ἐκεῖνα, οὐδ’ ἄλλο τι αἰσχρὸν ποιεῖν, ἵνα ἥδοιτο διὰ βίου· διὰ τοῦτο δὲ οὐδεμία ἀνάγκη τὴν ἡδονὴν φαῦλον εἶναι. οὐ γὰρ φεύγει ὁ νοῦν ἔχων τὴν παιδικὴν ζωὴν καὶ τὸ αἰσχρὰ πράττειν διὰ τὴν ἐκεῖθεν ἡδονήν, ἀλλὰ αὐτὰ δι’ ἑαυτά, ὅτι φευκτά εἰσιν. ἐπεὶ καὶ πολλὰ πρὸς ἡδονὴν φέροντα διώκομεν οὐ διὰ τὴν ἡδονήν, ἀλλ’ ὅτι αὐτὰ δι’ ἑαυτά εἰσιν αἱρετά· τὸ γὰρ ὁρᾶν καὶ μνημονεύειν καὶ εἰδέναι καὶ τὰς ἀρετὰς ἔχειν ἑλοίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν· εἰ δ’ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· βουλοίμεθα γὰρ ἂν ταῦτα ἡμῖν αὐτοῖς, καὶ εἰ μηδεμία γένοιτ’ ἂν ἀπ’ αὐτῶν ἡδονή·3 ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ αἱρετὸν καὶ ἀγαθόν, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθ’ ἑαυτὰς διαφέρουσαι τῷ εἴδει τῶν φαύλων ἢ ταῖς αἰτίαις ὅθεν γίνονται, δῆλον ἔοικεν εἶναι.

〈欧多克索斯、柏拉图及其他人关于快感的看法〉对于他们,我们主张:卑劣之人觉得愉悦的那些事物并不是愉悦的;因为并非由于对处于不良状态的人而言这些事物是愉悦的,人们就应当认为它们无条件地也是愉悦的,而仅仅是对这些人是愉悦的;正如对患病之人而言健康、甘甜或苦涩之物,并不无条件地是健康或甘甜的,而仅仅是对他们而言如此;因为对患眼疾之人显现为白色的事物,也并不无条件地是白色的。那么显而易见,即便是根据这些论证,快感也不至于显得不是善。因为首先,恶人那里的快感根本不是快感;其次,即便我们承认这些也是快感,但并不因此必然使得快感无条件地是卑劣的;因为快感在种上不是单一的,而是多样的。而且没有任何东西妨碍某些快感是卑劣的,而另一些是善的;因为源于崇高且值得称赞之事的快感,与源于可耻之事的快感是不同的;而且某些是善的,某些则是应当回避的,正如富有或健康一样。因为既可以崇高地富有,即从无人受侵害的来源获取财富,也可以可耻地富有,如背叛自己的城邦或奴役自己的亲族;既可以良好地保持健康,即采用合乎人性的生活规律,也可以不良地保持健康,即当我们从不应当的来源获取健康时;其他事情亦同样如此。在快感上确实也是同样的方式。并且总体而言它们在种上是相异的,若不是通晓音乐之人就不可能享受通晓音乐之人的快感,若不是正义之人也不可能享受正义之人的快感;由此显而易见,通晓音乐之人的快感在种上是一种,正义之人的快感则是另一种;在其他情形中亦同样如此。因此,并非如果卑劣之人的快感是恶,快感就当下直接无条件地是应当回避的事物。 此外,从阿谀者与朋友的区别来看,快感也曾被认为不是善。因为阿谀者受到谴责是因为他为了快感而交往,而朋友受到称赞则是因为他不是为了快感而是为了真理与善而交往。由此似乎推论出快感是可耻的。然而从这些事实中所推论出的并非如此,而是快感在种上是不同的;且一种受到称赞,另一种则是可耻的。因为朋友也是令人愉悦的,并为朋友带来快感,对此又有谁不知道呢?那么显而易见,对于在一起相处的人而言,快感从这两者处皆可产生。而阿谀者的快感遭到非难,朋友的快感则受到称赞。 此外,从如下理由来看,快感也曾被认为是可耻的:因为任何有理智的人都不会选择终生享受孩童的快感,像孩童那样思考与欢欣,也不会为了终生享受快感而去行其他任何可耻之事;但并不因此有任何必然性表明快感是卑劣的。因为有理智的人躲避孩童般的生活以及行可耻之事,并非由于从那里产生的快感,而是因其自身之故躲避它们,因为它们本身是应当回避的。因为事实上我们追求许多引向快感的事物也并非因为快感,而是因为它们自身因其自身即是值得选择的;因为即使不带来任何快感,我们也仍会选择观看、记忆、求知和拥有德性;即便快感必然随附于这些事物,也毫无差别;因为即使不会从它们产生任何快感,我们也会为我们自己意愿这些事物。那么,并非一切快感都是值得选择的与善的,并且存在着某些自身因其自身即值得选择的快感,它们在种上或在产生它们的起因上不同于卑劣的快感,这似乎是显而易见的。

语法注3 条
  1. 10.ἐκεῖνο λέγομεν, ὅτι

    中性指示代词 ἐκεῖνο 用于前瞻性地先引出后文 ὅτι 从句的内容(下指/prolepsis)。

  2. 10.οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν

    无人称动词 ἔστιν(可能)接不定式 ἡσθῆναι,并带内含宾格/同源宾格 τὴν τοῦ μουσικοῦ ἡδονήν。分词短语 μὴ ὄντα μουσικόν 则是修饰不定式未明确指出的泛指主词的宾格表语。

  3. 10.καὶ εἰ μηδεμία γένοιτ’ ἂν ἀπ’ αὐτῶν ἡδονή

    在让步从句 καὶ εἰ 中使用了 ἄν 搭配希求语气(γένοιτ’ ἄν),表达一种微弱的假设或潜势条件,与主句中的 βουλοίμεθα ἄν 语气相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:213.30-214.33