← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§212.26-213.30

快感非运动亦非生成的论证

针对论敌关于“快感是未完成的运动或生成,因而不是善”的三段论,赫利奥多鲁斯通过论证快感因不具快慢而非运动、因属于灵魂且存在无痛纯粹快感而非充实(生成)来进行反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ#3 τοιοῦτον δὴ καὶ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν συνῆγον τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν· ἡ ἡδονὴ κίνησίς τις καὶ γένεσίς ἐστι· κίνησις δὲ καὶ γένεσις ἀτελῆ· τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλειον· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔστι δὲ αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής·1 οὔτε γὰρ κίνησις οὔτε γένεσίς ἐστιν ἡ ἡδονή. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις, δῆλον ἐκεῖθεν. πάσῃ μὲν γὰρ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής· καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεωρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται·2 καθάπερ ἡ τοῦ οὐρανοῦ κίνησις ὁμαλὴ μέν ἐστι καθ’ ἑαυτήν, πρὸς δὲ τὴν 〈τῶν〉 ἀστέρων θεωρουμένη κίνησιν, ταχεῖα λέγεται. πάσῃ μὲν οὖν κινήσει τὸ τάχος καὶ ἡ βραδυτὴς οἰκεῖόν ἐστι, τῇ δὲ ἡδονῇ οὐ προσήκει· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι κίνησις. ὅτι δὲ οὐκ ἔστιν ἐν τῇ ἡδονῇ ταῦτα, δῆλον. ἡσθῆναι μὲν γὰρ λέγεταί τις ταχέως ὥσπερ ὀργισθῆναι διὰ τὸ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ ἥδεσθαι ἀπὸ τοῦ μὴ ἥδεσθαι κινηθῆναι, ἥδεσθαι δὲ ταχέως ἢ βραδέως οὐκέτι, οὔτε πρὸς ἑαυτόν, καθάπερ τὰ ἀνωμάλως κινούμενα, οὔτε πρὸς ἄλλο, καθάπερ τὰ ὁμαλά. τὸ δὲ βαδίζειν καὶ αὔξεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πάντα ὅσα κινήσεώς ἐστι μετὰ τῆς ταχυτῆτος θεωροῦνται καὶ τῆς βραδυτῆτος. μεταβάλλειν μὲν γὰρ λέγεταί τις εἰς τὴν ἡδονὴν ταχέως ἢ βραδέως, 〈ἐνεργεῖν δὲ κατ’ αὐτὴν ταχέως ἢ βραδέως〉 οὐκ ἔστιν. ὅρος γάρ ἐστι κινήσεως ἡ ἡδονὴ καὶ ἠρεμία τις καὶ οὐ δήπου αὐτὴ δύναται κίνησις εἶναι. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις ἡ ἡδονὴ δῆλον. ἔτι δὲ οὐδὲ γένεσίς ἐστιν· εἰ γὰρ ἡ ἡδονὴ γένεσις, ἡ λύπη ἂν εἴη φθορά, καὶ ἔσται ὧν ἡ ἡδονὴ γένεσις, τούτων ἡ λύπη φθορά· οὐ γὰρ τοῦ τυχόντος φθειρομένου τὸ τυχὸν γίνεται, ἀλλ’ ἐξ οὗ γίνεται τι, εἰς τοῦτο καὶ διαλύεσθαι πέφυκεν. ἐπεὶ δὲ λέγουσι τὴν λύπην ἔνδειαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἂν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικά ἐστι τὰ πάθη. εἰ δὴ ἔστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν,3 καὶ ἥδεσθαι δύναται· τὸ σῶμα ἄρα ἥδεται, καὶ ἐν τούτῳ ἡ ἡδονή. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· τὸ γὰρ ἥδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. οὐκ ἄρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἕπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῇ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεμνόμενοι δὲ λυπούμεθα. δοκεῖ δὲ γενέσθαι αὕτη ἡ δόξα ἀπὸ τῶν σωματικῶν καὶ τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γεγονότες καὶ προλυπηθέντες ἡδόμεθα τῇ ἀναπληρώσει. τοῦτο δὲ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς. ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ αἱ ἐν ταῖς αἰσθήσεσι· καὶ γὰρ καὶ αἱ κατὰ τὴν ἀκοὴν ἡδοναὶ καὶ κατὰ τὴν ὄσφρησιν καὶ κατὰ τὴν ὅρασιν μηδεμιᾶς προηγησαμένης λύπης γίνονται καὶ οὐκ ἔστιν οὐδεμία αὐτῶν ἐνδείας ἀναπλήρωσις. ἔτι δὲ καὶ ἐλπίδες καὶ μνῆμαι τῶν ἀγαθῶν ἥδισταί εἰσιν· αἱ δὴ κατὰ ταύτας ἡδοναὶ τίνος εἰσὶ γενέσεις; οὐδενὸς γὰρ ἔνδεια ἐν αὐτοῖς προηγήσατο, οὐ γένοιτ’ ἂν ἀναπλήρωσις· ὅθεν φανερόν, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις. ἕτεροι δὲ ἀξιοῦσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, προφέροντες τὰς ἐπονειδίστους τῶν ἡδονῶν.

〈欧多克索斯、柏拉图与其他人关于快感的看法〉关于快感也确实可能存在这样的情形。此外,他们还从如下理由推论出快感不是善:快感是某种运动与生成;而运动与生成是不完全的;不完全的事物不是善;因为善是完全的;所以快感不是善。然而他们的小前提是错误的;因为快感既非运动亦非生成。那么,快感不是运动,从下述便很显然。因为对一切运动而言,快与慢似乎都是固有的;即便某一运动本身相对于自身而言,并不因被运动者比自身先前运动得更快或更慢而显出是慢或快——正如非匀速运动之物那样——但至少在相对于他物被考察时,它们被说成是运动得快或慢;正如诸天的运动就其自身而言是匀速的,但相对于诸星的运动被考察时,就被说成是快的。既然快与慢对一切运动是固有的,但并不适于快感;所以快感不是运动。而这两者不存在于快感中,是显而易见的。因为有人固然被说成是如变愤怒那样迅速变高兴,这是由于在短时间内由不享受快感被运动至享受快感,但绝不再被说成是快地或慢地享受快感,无论如非匀速运动之物那样相对于自身,还是如匀速之物那样相对于他物。相比之下,行走、生长、变质以及凡属于运动的一切,都是伴随着快与慢被观察的。因为某人固然被说成是快地或慢地转变成快感,但根据快感快地或慢地活动却是不可能的。因为快感乃是运动的界限和某种静止,绝不可能其自身就是运动。那么,快感不是运动是显而易见的。 此外,它也不是生成;因为如果快感是生成,痛苦就将是毁灭,并且快感是哪些事物的生成,痛苦就将是那些事物的毁灭;因为并非任意事物毁灭就产生出任意事物,而是事物从何而来生成,依自然便消解入何物。既然他们说痛苦是符合自然状态的匮乏,快感就应当是符合自然状态的充实;而这些乃是身体的情状。如果快感确实是符合自然状态的充实,那么充实发生于其中的事物,此物就应当拥有快感,并能够享受快感;因此是身体在享受快感,且快感在身体之中。但这并不是真的;因为享受快感似乎是属于灵魂的。所以快感并非某种生成与充实,而是伴随充实而来,正如痛苦亦伴随匮乏而来一样;因为当充实发生时我们享受快感,而被割伤时我们感受痛苦。并且这种意见似乎是由身体的痛苦与快感以及关于营养的痛苦与快感所产生的;因为成为匮乏的并预先感受到痛苦,我们因充实而享受快感。但这并非发生在所有的快感上。因为数学的快感以及感觉中的快感是不带痛苦的;实际上,依照听觉、嗅觉与视觉的快感都是在没有任何预先痛苦的情况下产生的,且其中没有一种是匮乏的充实。此外,对善物的希望与记忆也是最令人愉悦的;那么依照这些的快感又是何物的生成呢?因为在它们之中既无匮乏在先,就不可能有充实发生;由此显而易见,快感并不是生成。但另有一些人则举出那些可耻的快感,以此主张快感不是善。

语法注3 条
  1. 10.ἔστι δὲ αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής

    指示三段论构件的逻辑学术语。大前提为“运动与生成是不完全的(而不完全者不是善)”,小前提(ἡ ἐλάττων πρότασις)为“快感是某种运动与生成”;赫利奥多鲁斯指出该小前提为假以瓦解对方论证。

  2. 10.καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεωρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται

    句法骨架为让步条件句结构:“καὶ εἰ μὴ … φαίνεται, ἀλλὰ … γοῦν λέγονται”(“即便不显出……至少被说成……”)。与格冠词不定词短语 τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι 表示原因或方式,指运动事物与自身先前的速度相比(ἑαυτῶν)做非匀速运动;主节动词 λέγονται 与中性复数主语 τὰ κινούμενα 呼应。

  3. 10.ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν

    关系从句 ἐν ᾧ ἡ ἀναπλήρωσις [省略 ἐστί]为无先行词的关系从句,在主句中由指示代词 τοῦτο 作为潜能希求法分句 τοῦτο ἂν καὶ ἔχοι 的主语来复指。这构成了归谬论证:若快感是充实,则充实发生于其中的身体便成为承受快感的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:212.26-213.30