← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§211.23-212.26

快乐为善与对反驳意见的澄清

为了表明快乐是诸善之一,作者考察并驳斥了若干反对意见:即一切事物所渴望的并非善、恶的相反者亦可为恶、快乐并非性质,以及快乐因容许程度差异而属于不确定之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ#2 τοῦτο γὰρ καὶ ζητοῦμεν ἐπὶ τοῦ παρόντος δεῖξαι, τούτων τῶν ἀγαθῶν ἕν τι εἶναι τὴν ἡδονήν. ἕτεροι δὲ ἐνιστάμενοι πρὸς τοὺς τοῦ Εὐδόξου λόγους ἔφασκον μὴ εἶναι ἀγαθόν, οὗ πάντα ἐφίεται· λέγουσι δὲ οὐδέν. ἐκεῖνο γάρ φαμεν ἀληθὲς εἶναι, ὃ πᾶσι δοκεῖ ἀληθές· ὁ δὲ ταύτην ἀναιρῶν τὴν κοινὴν δόξαν καὶ τὴν ἐκεῖθεν ἀποσειόμενος πίστιν πῶς ἂν δύναιτο πιστότερα λέγειν; ὅτι δὲ ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, πᾶσι τοῖς ἐν αἰσθήσει δοκεῖ· δι’ ὧν γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν·1 ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι. εἰ μὲν γὰρ τὰ ἀνόητα μόνον ὠρέγοντο αὐτοῦ, αὐτοῖς ἂν ἦν ἀγαθὸν μόνον, καὶ ἡ ψῆφος οὐκ ἂν ἦν βεβαία τῶν ἀνοήτων, οὐδ’ ἂν ἐδόκει ἀγαθὸν ἀληθῶς εἶναι· ὅταν δὲ καὶ τὰ ἀνόητα καὶ τὰ φρόνιμα κοινῇ πάντα νομίζωσιν ἀγαθὸν εἶναι, δι’ ὧν ζητοῦσιν αὐτό, τί ἔτι κωλύει ἀγαθὸν ἀληθῶς εἶναι; καὶ γὰρ καὶ ἐν τοῖς ἀνοήτοις ἔστι τι φυσικὸν ἀγαθὸν τὴν φαυλότητα αὐτῶν ὑπερβαῖνον, δι’ ὃ τῷ ἀγαθῷ οἰκειούμενα ὡς οἰκείου ἤδη ὀρέγονται. καὶ πρὸς μὲν τὸν πρῶτον τοῦ Εὐδόξου λόγον ταύτην κομίζουσι τὴν ἔνστασιν, πρὸς δὲ τὸν δεύτερον, ὃς ἐκ τοῦ ἐναντίου ἐστὶν εἰλημμένος, ἐκείνην οὐκ ἀνάγκη φασίν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· οὐ γὰρ εἴ τι κακόν, τὸ ἐναντίον αὐτῷ ἀγαθόν· ἔστι γὰρ ἐναντίον κακὸν κακῷ· ἡ γὰρ ἠλιθιότης τῇ ἀκολασίᾳ ἐναντίον ἐστίν, ἀμφοτέρων οὐσῶν κακῶν, καὶ ἀμφότερα τῇ σωφροσύνῃ. ταῦτα μὲν οὖν καλῶς λέγουσιν, οὐ μὴν ἐπί γε τῆς ἡδονῆς ἀληθεύουσιν. εἰ γὰρ ἄμφω κακὰ ἦν, καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη, ἦν ἂν καὶ ἄμφω φευκτά· καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά, ἢ εἰ μήτε ἀγαθὰ μήτε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως ἀμφότερα·2 νῦν δὲ τὴν μὲν λύπην φεύγομεν ὡς κακόν, τὴν δὲ ἡδονὴν αἱρούμεθα ὡς ἀγαθόν· ὅθεν φανερόν, ὅτι ὡς κακὸν ἀγαθῷ ἡ λύπη τῇ ἡδονῇ ἀντίκειται. ἕτεροι δὲ λέγουσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ὅτι οὐκ ἔστι ποιότης, οὐδὲν λέγοντες ἀναγκαῖον· οὐδὲ γὰρ αἱ ἐνέργειαι τῶν ἀρετῶν ποιότητές εἰσιν, οὐδὲ εὐδαιμονία ποιότης ἐστίν· ἐνέργεια γάρ ἐστιν· ἀλλ’ ὅμως οὐδὲν κωλύει ἀγαθὰ ταῦτα εἶναι. ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή,3 τὸ δὲ ἀγαθὸν ὡρισμένον, διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν· ἀόριστον δὲ ἔλεγον εἶναι τὴν ἡδονήν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀλλ’ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐν αὐτῇ τῇ ἡδονῇ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐθεωρεῖτο, ἦν ἂν ἀληθὴς ὁ λόγος αὐτοῖς· νῦν δὲ ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ἐν τῷ ἥδεσθαι γίνεται, ὅτι οἱ ἡδόμενοι μᾶλλον καὶ ἧττον ἥδονται· τοῦτο δὲ καὶ ἐν ταῖς ἀρεταῖς συμβαῖνον φαίνεται· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἧττον καὶ ἀνδρεῖοι, καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον ἔστιν, ἀλλ’ οὐ διὰ τοῦτο ἀόριστοί εἰσιν αἱ ἀρεταί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐκ ἔστιν ἀόριστος, ἐν δὲ τοῖς ἡδομένοις τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν ἐπιδέχεται, ὅτι οὐκ ἔστιν ἀμιγὴς λύπης ἐν πᾶσιν, οὐδὲ ὁμοίως· καθάπερ καὶ ἐπὶ τῆς ὑγιείας συμβαίνει· καὶ γὰρ αὐτὴ ὡρισμένη οὖσα ἐν τοῖς ὑγιαίνουσιν ἐπιτείνεται καὶ ἀνίεται· οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδὲ ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλὰ μεταβάλλει ποτὲ μὲν ἐπὶ τὸ μεῖζον, ποτὲ δὲ ἐπὶ τὸ ἔλαττον, καὶ νῦν μὲν καθαρῶς ὑγιαίνει τινὶ τὸ σῶμα, νῦν δὲ ἔνεστί τι καὶ νόσου.

〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ#2因为这正是我们眼下所试图表明的,即快乐是这些善当中的一种。但其他人反对欧多克索斯的论点,声称一切事物所渴望的并非善;然而他们所言毫无意义。因为我们说,凡是所有人觉得真实的东西,那便是真实的;而否定这一普遍意见并摒弃由此产生的信念之人,怎能说出更可信之事?并且,一切事物所渴望的是善,这对所有具有知觉者而言都是如此认为的;因为正是通过它们被导向于它的那些途径,它们在追求它;因此它们认为它是善。因为如果仅仅是无理性者渴望它,那么它将仅对它们是善的,且无理性者的赞同并非可靠,也不会被认为真正是善;但当无理性者与明智者共同全部认为它是善的——通过它们寻求它的那些方式——还有什么能阻碍它真正是善呢?因为在无理性者身上也存在着某种超越其自身低劣之处的自然之善,通过这种善,它们同善相亲近,并已然将其当作相亲之物来渴望。 并且对于欧多克索斯的第一条论点,他们提出了这个反驳;而对于第二条取自相反者的论点,他们提出了那个反驳:他们说,如果痛苦是恶,快乐并不必然就是善;因为并非某物若是恶,其相反者就必定是善;因为恶与恶也可以相反;迟钝与放荡是相反的,尽管两者都是恶,且两者都与节制相反。这些话他们固然说得有理,但就快乐而言却绝非真实。因为如果两者都是恶,无论是快乐还是痛苦,那么两者都将是当避之物;正如如果两者都是善,两者都将是值得选择的,或者如果两者既非善也非当避之物,两者同样也不会是值得选择的;但如今我们避开痛苦视为恶,选择快乐视为善;由此显而易见,痛苦与快乐相对立,正如恶与善相对立一样。 另有一些人说快乐不是善,因为快乐不是一种性质,但这并没有说出任何具有必然性的道理;因为德性的现实活动并不是性质,幸福也不是性质;因为幸福是一种现实活动;然而这丝毫不能妨碍它们是善。 进而,[还有人主张]因为快乐并非某种确定之物,而善是确定之物,正因如此快乐不是善;他们之所以说快乐是不确定的,是因为快乐不是同一的,而是容许程度的或多或少。如果程度的或多或少确实是在快乐本身中被观察到的,他们的论点本会是真实的;但如今增强与减弱乃是发生于享受快乐之中,因为享受快乐的人们是或多或少地享受快乐;而这也显现出发生于德性之中;因为人们在或多或少的程度上是公正的和勇敢的,并且也可以在或多或少的程度上行公义与守节制,但德性并不因此就是不确定的;以完全相同的方式,快乐就其自身而言并非是不确定的,而是在享受快乐者身上容许增强与减弱,因为快乐在所有人身上并非都不夹杂痛苦,也并非以同样的方式[夹杂];正如在健康上也发生同样的情形;因为健康本身虽是确定的,在健康者身上却被增强与减弱;因为并非在所有人身上都有相同的均衡比例,在同一人身上也并非始终是一种固定比例,而是有时向更大程度变化,有时向更小程度变化,此时某人的身体是纯粹健康的,彼时其中也带有某种疾病。

语法注3 条
  1. 10.δι’ ὧν γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν

    关系代词短语 δι’ ὧν(中性复数)包含其先行词,意为“正是通过它们被导向于它的那些手段/途径”,修饰主动词 διώκουσιν。随后的 ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι 则表达由这种追求行为所推导出的判断。

  2. 10.ἢ εἰ μήτε ἀγαθὰ μήτε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως ἀμφότερα

    与上文 καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά 并列的与事实相反条件的省略句。条件从句中省略了 ἦν,结论句中省略了 ἂν ἦν(即 ἢ εἰ μήτε ἀγαθὰ μήτε φευκτὰ [ἦν], οὐδὲ αἱρετὰ [ἂν ἦν] ὁμοίως ἀμφότερα,“或者如果两者既非善亦非当避之物,两者同样也不会是值得选择的”)。

  3. 10.ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή

    句式 ἔτι δὲ καὶ ὅτι ... διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν 延续了前文 ἕτεροι δὲ λέγουσι 所主导的“宾格加不定词”结构。ὅτι 从句表达理由,由 διὰ τοῦτο 进行总结,进而引出不定词 μὴ εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:211.23-212.26