- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:210.16-211.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述了欧多克索斯认为快乐是最高善的各项论证(万物皆追求、与痛苦相对立、因自身而被选择、附加于其他善之上),并陈述了柏拉图的反驳(凡能因附加其他善而变得更大的事物不可能是最高善)。
〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ#1 〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέρων· καὶ ἔτι ὅτι ἀγαθὸν ἡ ἡδονὴ καὶ οὐ πᾶσα αἱρετή· καὶ λύσις τῶν ἐναντίων λόγων. κεφ. βʹ.〉 Περὶ μὲν τούτων ἅλις· λέγωμεν δὲ περὶ ἡδονῆς. καὶ πρῶτον ἐκθησόμεθα τὰς τῶν παλαιῶν περὶ αὐτῆς δόξας. ὁ μὲν οὖν Εὔδοξος αὐτὸ τὸ ἔσχατον ἀγαθὸν ᾤετο τὴν ἡδονὴν εἶναι, διότι πάντα ἑώρα τῆς ἡδονῆς ἐφιέμενα καὶ λογικὰ καὶ ἄλογα· οὗ δὲ πάντα ἐφίεται, τοῦτό ἐστι τὸ πάντων ὑπερέχον τῶν ἀγαθῶν· ᾤετο γὰρ ἀγαθὸν μὲν ἑκάστῳ εἶναι ἰδίως ὃ ἕκαστον ζητεῖ. καθάπερ καὶ τροφὴν ἕκαστον διώκει τὴν αὐτῷ ἀγαθὴν καὶ λυσιτελῆ· πᾶσι δὲ κοινῶς ἀγαθὸν οὗ πάντα κοινῶς ἐφίενται καὶ πορίζειν βούλονται ἑαυτοῖς· ὃ δὲ πᾶσίν ἐστιν ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα ἐφίεται, τοῦτο εἶναι τὸ ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν Εὔδοξος ἀπεφαίνετο περὶ τῆς ἡδονῆς. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν ἐν τῷ ἤθει τοῦ λέγοντος ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς· σώφρων γὰρ ὢν διαφερόντως, οὐχ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν ἀλλὰ τῷ σφόδρα τῆς ἀληθείας φροντίζειν. ἔτι δὲ καὶ ἐκ τοῦ ἐναντίου τῇ ἡδονῇ τῆς λύπης φανερὸν ᾤετο εἶναι· τὴν γὰρ λύπην πάντα φεύγοντα, τὴν ἡδονὴν ἀνάγκην εἶναι πάντα διώκειν· ὃ δὲ πάντα διώκει, τοῦτο εἶναι τὸ ἀγαθόν. ἔτι καὶ οὕτως ἐπεχείρει λέγων· μάλιστα αἱρετὸν εἶναι ὃ δι’ ἑαυτὸ αἱρετόν ἐστι καὶ ὃ μὴ δι’ ἕτερον μηδ’ ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτον δὲ φανερῶς τὴν ἡδονὴν εἶναι· καὶ γὰρ οὐδεὶς ἐρωτᾷ τίνος ἕνεκα τὴν ἡδονὴν βουλόμεθα ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἐρωτώμεθα, οἷον, φέρε εἰπεῖν, τίνος ἕνεκα τὰ χρήματα ἢ ἡ τιμή, περὶ δὲ τῆς ἡδονῆς οὐκέτι· οὐδεὶς γὰρ δώσει τέλος τῆς ἡδονῆς, ἀνθ’ ὅτου βούλεται ἥδεσθαι1 ἀλλὰ αὐτὴν αἱρεῖται καθ’ ἑαυτήν, ὡς καθ’ ἑαυτὴν οὖσαν· ἐπεὶ δὲ τὸ καθ’ ἑαυτὸ αἱρετὸν τὸ τέλος ἐστὶ τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν αὐτό, διὰ τοῦτο συνῆγε τὴν ἡδονὴν τὸ ἔσχατον ἀγαθὸν εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον εἶναι ᾤετο τὸ προκείμενον· προστιθεμένη γὰρ ἡ ἡδονὴ τῶν ἀγαθῶν ὁτῳοῦν, αἱρετώτερον ποιεῖ καὶ ἐφετὸν μᾶλλον· ἡ γὰρ σωφροσύνη τὴν ἡδονὴν προσλαβοῦσα ἢ ἡ δικαιοσύνη ἡδίων ἔσται καὶ αἱρετωτέρα ἑαυτῆς· ὃ δὲ προστιθέμενον παντὶ ἀγαθῷ βέλτιον δύναται ποιεῖν, τοῦτο ἐνόμιζεν εἶναι τὸ ἔσχατον ἀγαθόν. ἔχει δὲ οὐχ οὕτως. ὃ γὰρ προστιθέμενον ἀγαθῷ βέλτιον δύναται ποιεῖν, φαίνεται ὅτι ἀγαθόν ἐστιν· οὐκ ἀνάγκη δὲ αὐτὸ εἶναι τὸ ἔσχατον ἀγαθὸν ἢ ἑτέρου ὁτουοῦν βέλτιον· πᾶν γὰρ ἀγαθὸν ἑτέρῳ προστεθὲν ἀγαθῷ αἱρετώτερον ποιεῖ· μεῖζον γὰρ τὸ ὅλον τοῦ μέρους ἐπὶ παντός. καὶ ἃ μὲν ἐδόκει τῷ Εὐδόξῳ περὶ ἡδονῆς, ταῦτα. Πλάτων δὲ οὐκ εἶναι ἔφασκεν αὐτὴν τὸ ἔσχατον ἀγαθὸν ἀπὸ τῶν αὐτῶν ἐπιχειρῶν λόγων ὅθεν Εὔδοξος ἐπειρᾶτο τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν ἀποφαίνειν. ἐπεὶ γὰρ οὐκ ἔστι, φησίν, ἀγαθὸν ἔσχατον, οὗ ἐνδέχεται μεῖζον γενέσθαι·2 αὐτὸ γὰρ εἰκὸς εἶναι τὸ μέγιστον ἀγαθόν· ᾧ ἄρα ἀγαθῷ ἄλλο ἀγαθὸν προστεθὲν μεῖζον ἐποίησε καὶ αἱρετώτερον, τοῦτο οὐκ ἔστι τὸ ἔσχατον ἀγαθόν· οὐ γάρ ἐστι τὸ μέγιστον ἀγαθόν, οὗ μεῖζον ἄλλο δύναται γενέσθαι· ἡ δὲ ἡδονὴ τοιαύτη· ὁ γὰρ ἡδὺς βίος φρόνησιν ἢ σωφροσύνην προσλαβὼν ἡδίων γίνεται καὶ αἱρετώτερος· ἔστιν ἄρα τι βέλτιον τῆς ἡδονῆς· οὐκ ἄρα ἡ ἡδονή ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ ἀγαθόν τί ἐστι τοιοῦτον, οἷα ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τἆλλα, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν.
〈欧多克索斯关于快乐的看法,以及柏拉图与其他人的看法;此外,快乐是善且并非一切快乐都值得选择;以及相反论证的化解。第二章。〉 关于这些便到此为止;让我们来谈论快乐。首先我们将阐明古人关于快乐的意见。欧多克索斯认为快乐就是最高善本身,因为他看到一切事物,无论是有理性的还是无理性的,都渴望快乐;而一切事物所渴望的,便是超越一切善之物。因为他认为,各自所寻求的,对于各自特异地是善的,正如各自也追求对其自身有益且有用的营养一样;而一切事物共同渴望并希望为自身获取的,对一切事物共同而言是善的;对一切事物无条件是善的且一切事物所渴望的,这就是最高善。欧多克索斯关于快乐便作了这些陈述。但他的论点为人信服,更多是因说话者品格中的德性,而非因论点本身;因为他格外节制,人们觉得他说这些并非作为快乐之友,而是出于极其关切真理。此外,他也认为从作为快乐之相反者的痛苦中[这一点]也是显而易见的;因为一切事物都避开痛苦,所以一切事物必然追求快乐;而一切事物所追求的,这就是善。进而,他也这样论述道:凡是因其自身而值得选择、且我们并非为了他物也非因他物之故而选择的,便是最值得选择的;而快乐显然属于此类。因为确实没有任何人会问,我们为了什么而想要快乐,然而关于其他事物我们却会被问及——例如,试问,为了什么而要财富或荣誉——关于快乐却不再如此;因为没有人能给出快乐的目的,说明是为了什么而想要享受快乐,反而是因其自身而选择它,因其是就其自身而存在的;既然因自身而值得选择之物就是最高目的与善本身,正因如此他推论出快乐就是最高善。此外,他也认为由以下事实可知所论问题是显而易见的:因为快乐无论附加于任何善之上,都会使之更值得选择、更加令人渴望;因为节制或正义一旦加上快乐,就会比其自身更加愉悦、更值得选择;而凡是附加于一切善之上便能使之更优者,他便认为这就是最高善。然而事实并非如此。因为附加于善之上能使之更优者,显然是善;但它并不必然就是最高善或比任何其他事物更优;因为任何善附加于另一善之上,都会使之更值得选择;因为在任何情况下整体都大于部分。欧多克索斯关于快乐所认为的便是这些。但柏拉图却断言它并不是最高善,他所依据的反驳论点正是欧多克索斯试图借以表明快乐是最高善的同一依据。因为他说,既然不存在比之能够产生更大之物的最高善——因为理所当然它本身就是最大的善——因此,由于另一善附加其上而使之变得更大且更值得选择的那个善,便不是最高善;因为凡是能有另一比它更大的事物产生者,便不是最大的善;而快乐正是如此。因为愉悦的生活一旦加上明智或节制,就会变得更加愉悦、更值得选择;因此存在着某种比快乐更优之物;所以快乐并非最高善,而是某种善,正如德性、科学以及我们也分享的其他事物是善一样。
- 10.ἀνθ’ ὅτου βούλεται ἥδεσθαι
介词 ἀντί 与不定关系代词 ὅστις 的中性单数属格 ὅτου 结合,构成间接疑问从句或关系从句,意为“为了换取什么(即为了何种目的)而想要享受快乐”。它在此对前文的 τέλος 起同位语或说明性的补充作用。
- 10.οὗ ἐνδέχεται μεῖζον γενέσθαι
关系代名词 οὗ 是由比较级 μεῖζον 所决定的比较属格,意为“比之能够变得更大的(最高善)”。否定词 οὐκ 否定整个 ἔστι ἀγαθὸν ἔσχατον,构成“不存在任何比之还能产生更大者的最高善”这一论证前提。
