- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:209.2-210.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯对《尼各马可伦理学》第十卷第一章的开篇进行释义,阐明快乐对于人类本性与德性培养是不可或缺的主题,并指出试图将一切快乐贬为卑劣以教化大众的极端主张因言行不一而适得其反,唯有切合实际的真确言论才真正有益于生活。
Περὶ ἡδονῆς. κεφ. αʹ. Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀκόλουθόν ἐστι διελθεῖν τελεώτερον· καὶ γὰρ συμπέφυκέ πως καὶ συνῳκειωμένη τῷ γένει ἡμῶν. διὰ τοῦτο καὶ παιδαγωγοῦντες τοὺς νέους ἄγομεν ἡδονῇ καὶ λύπῃ, διὰ μὲν τῆς λύπης ἀπάγοντες τῶν φαύλων, διὰ δὲ τῆς ἡδονῆς εἰς τὸ ἀγαθὸν προτρεπόμενοι· ὅθεν δῆλον, ὅτι φύσει τὴν μὲν λύπην φεύγομεν, τὴν δὲ ἡδονὴν διώκομεν. ἐπεὶ δὲ περὶ τῶν ἀνθρωπίνων παθῶν καὶ πράξεων ὁ λόγος ἡμῖν, καὶ περὶ τῆς ἡδονῆς διαλαβεῖν εἰκὸς ἂν εἴη καὶ πρέπον τῇ πραγματείᾳ. φαίνεται δέ, ὅτι οὐ μικρὰ συλλαμβάνεται πρὸς τὴν κτῆσιν τῆς ἠθικῆς ἀρετῆς τὸ χαίρειν οἷς χαίρειν προσήκει καὶ μισεῖν ἃ δέον ἐστὶ μισεῖν. ταῦτα γὰρ συμπαρεκτείνεται τῷ ἀνθρωπίνῳ βίῳ· καὶ τοῖς μὲν χαίρομεν, τοῖς δὲ λυπούμεθα· καὶ μεγάλην ῥοπὴν ἔχει πρὸς τὴν ἀρετὴν καὶ τὸν εὐδαίμονα βίον εὖ καὶ καλῶς καὶ κατὰ τὸν ὀρθὸν γινόμενα λόγον. περὶ δὲ τῶν τοιούτων μὴ λέγειν ἥκιστα ἂν δόξειεν εἰκὸς εἶναι, ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος. ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπουδαίων λόγων,1 ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφισβήτησιν ἔχει, ὥστε οἱ μὲν αὐτὸ τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν εἶναί φασιν, οἱ δὲ οὐδ’ ἀγαθὸν ἁπλῶς ἀλλ’ ἐξ ἐναντίας κομιδῇ φαῦλον. καὶ τῶν λεγόντων φαῦλον ἡδονὴν οἱ μὲν καὶ αὐτοὶ φρονοῦσιν οὕτως ἔχειν καὶ πεπεισμένοι εἰσὶ φαῦλον αὐτὴν εἶναι, οἱ δὲ φρονοῦσι μὲν ἀγαθόν τινα ἡδονὴν εἶναι, τοὺς ἄλλους δὲ ἐθέλουσι πείθειν φαῦλον ἁπλῶς ἅπασαν εἶναι, νομίζοντες οὕτως βέλτιον εἶναι τῷ βίῳ καὶ λυσιτελέστερον τοῖς ἀνθρώποις τὴν ἡδονὴν οἴεσθαι φαῦλον εἶναι· φύσει γὰρ πάντας ἀνθρώπους εἰς αὐτὴν ῥέποντας δέον εἶναί φασιν εἰς τοὐναντίον ἕλκειν καὶ δι’ ὧν ἔξεστι καθάπαξ τῶν ἡδονῶν ἀπάγειν, ἵνα δυνηθῶσιν εἰς τὸ μέσον ἐλθεῖν καὶ ὡς δεῖ πρὸς τὴν ἡδονὴν ἔχειν. ταῦτα δὲ οὐ καλῶς λέγουσιν· οὐ γὰρ οὕτω δυνήσονται τοὺς πολλοὺς τῶν φαύλων ἀπαγαγεῖν ἡδονῶν. τὰ γὰρ ἀνθρώπινα πάθη καὶ ἃ δρῶσι πιστότερά εἰσι τῶν περὶ αὐτὰ λόγων. ὅταν τοίνυν οἷς μὲν λέγουσι τὴν ἡδονὴν ψέγωσι, δι’ ὧν δὲ ποιοῦσι καὶ πάσχουσιν ἐπαινῶσιν, ἑαυτοῖς ἀντιλέγοντες, ὑπὸ τῶν ἀκουόντων καὶ ὁρώντων καταγελῶνται· καὶ τοῖς λόγοις οὐδὲν μᾶλλον ὤνησαν τοὺς πολλούς, ὑπὸ τῶν πραγμάτων ἐλεγχομένοις. ὁ γὰρ ψέγων τὴν ἡδονὴν ὀφθείς ποτε ἐφιέμενος αὐτῆς ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν καὶ ἀγαθὸν ἡγεῖσθαι· καὶ οὕτω δόξαν ἐντίθησι τοῖς ὁρῶσιν οὐ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἀλλ’ ἁπλῶς ἅπασαν ἐπαινεῖσθαι. τὸ γὰρ διορίζειν καὶ διαιρεῖν καὶ τὸ μὲν ἀγαθὸν εἶναι κρίνειν, ἐνδέχεσθαι δὲ ἄλλην φαύλην εἶναι, οὐκ ἔστι τῶν πολλῶν· ἀλλ’ ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι,2 καὶ οὕτως οὐ μόνον ἃ ἐβούλοντο οὐκ ἔπεισαν ἀλλὰ καὶ τὴν ἀλήθειαν προσαπώλεσαν. ὅθεν φανερόν, ὅτι οἱ ἀληθεῖς λόγοι οὐ μόνον πρὸς τὴν γνῶσιν χρησιμώτατοί εἰσι, πλάνης καθαίροντες ἁπάσης, ἀλλὰ καὶ τῷ βίῳ λυσιτελοῦσι· πιστεύονται γὰρ τοῖς ἔργοις ἀκολουθοῦντες.
论快乐。第一章。 在此之后,更完备地探讨关于快乐的议题是顺理成章的;因为快乐在某种程度上与我们的族类天生相伴且休戚相关。正因如此,在教育青年时,我们也用快乐与痛苦来引导他们,通过痛苦引他们远离卑劣之事,通过快乐劝勉他们向善;由此显而易见,我们在本性上避开痛苦而追求快乐。既然我们的探讨是关于人类的情感与行为的,那么考察快乐也将是理所当然的,且切合这项探究。而且,对应当欢喜的事物感到欢喜,对应当憎恶的事物感到憎恶,对于获得伦理德性似乎具有不小的助益。因为这些贯穿于整个人类生活中;我们因某些事物而欢喜,因另一些事物而痛苦;当它们端正、高尚且依照正确理性发生时,对于德性与幸福生活具有巨大的决定力。而不谈论这些事物似乎最无道理,因为关于快乐的道理既不简单也不浅显,以至于并非不需要大量严肃的论证。相反,它包含如此巨大的争议,以致有些人说快乐本身就是最高善,而另一些人则说快乐根本不是善,反而完全相反,彻底是卑劣的。在那些称快乐为卑劣的人中,有些人自身也如此认为,确信快乐是卑劣的;而另一些人虽然认为某种快乐是善的,却希望说服他人一切快乐无条件都是卑劣的,认为让人类以为快乐是卑劣的对于生活更有益、对人类更有好处;因为他们说,既然所有人都在本性上倾向于快乐,就应当将他们拉向反面,并通过一切可能的方式彻底引他们远离快乐,以便他们能够达到中道,并对快乐持有应有的态度。但他们这样说并不妥当;因为这样并不能引导大众脱离卑劣的快乐。因为人类的情感及其所作所为,比起关于它们的言论更为可信。因此,当他们在言论上谴责快乐,却在所作所为与经历中自相矛盾地赞美快乐时,就会受到听者与观者的嘲弄;他们的言论被事实所反驳,丝毫没有使大众获益。因为谴责快乐的人一旦被见到渴望快乐,就会显得倾向于快乐并将其视为善;这样便在观者心中树立了这种看法:并非某种特定快乐是善,而是一切快乐无条件地都值得赞扬。因为作出界定与分辨,判定这一种是善而另一种可能是卑劣,并不是大众所能做到的;相反,他们一见到有识之士享受某种快乐,便立刻认为一切快乐都是善且值得选择的,这样〔谴责快乐的人〕不仅未能劝服人们接受他们所希望的观点,反而进一步损害了真理。由此显而易见,真实的言论不仅对于认知最为有用,能清除一切谬误,而且对于生活也有助益;因为言论只有在契合事实作为时才为人所信服。
- 10.0ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπουδαίων λόγων
承接前文的 ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος,此 ὥστε 引导的不定式从句与否定词 μηδέ 呼应,表示程度或结果,即“关于快乐的论理并不像[某些人预想的那样]浅显简明,以致不需要许多严肃论证”。该句与后文的 ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφισβήτησιν ἔχει 形成对比。
- 10.0ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι
此处使用了 ἅμα ... καί 的相关结构,表示时间的紧接与即时反应:“刚一看到……就立刻认为……”。其中 τὸν νοῦν ἔχοντα 是分词的名词化用法,意为“有理智者/有识之士”,与补充宾语的分词 χαίροντα 一同作感官动词 εἶδον 的宾语。
