- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:20.18-21.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证由于幸福在于依德性的持久活动而非运气,因此卓越之人能泰然承受命运的浮沉,即便遭遇普里阿摩斯式的厄运也绝不会沦为悲惨,并得出结论:凡终其一生依德性生活并充分具备外在善的人,在其生前便应被称作幸福与至福。
Εἰ δεῖ ζῶντας μακαρίζειν. κεφ. ιζʹ#2 καὶ διὰ τοῦτο οὐδὲ λήθην αὐτῶν λαμβάνουσιν. ἐπεὶ τοίνυν οὐκ ἐν τῇ τύχῃ ἡ εὐδαιμονία συνίσταται ἀλλ’ ἐν ταῖς κατ’ ἀρετὴν πράξεσιν, ὑπάρξει τὸ ζητούμενον τῷ εὐδαίμονι, τὸ μόνιμον δηλονότι αὐτῷ εἶναι τὸ ἀγαθόν, καὶ ἔσται διὰ βίου εὐδαίμων· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰς κατ’ ἀρετὴν πράξεις καὶ θεωρίας· καὶ πρὸς τὰς τύχας στήσεται καὶ ὑπὸ τῶν ἐναντίων οὐδεμίαν πείσεται μεταβολήν, ἀλλ’ οἴσει τὰ ἐπιόντα κάλλιστα καὶ ἐμμελέστατα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου.1 πολλῶν δὲ ὄντων τῶν ἐπερχομένων ἀπὸ τῆς τύχης καὶ τῶν μὲν μεγάλων ὄντων, τῶν δὲ μικρῶν, τὰ μὲν μικρὰ τῶν ἀτυχημάτων, ὁμοίως δὲ καὶ τῶν εὐτυχημάτων οὐ παρέξει πράγματα τῷ σπουδαίῳ οὐδὲ ἐπάξει τῷ βίῳ μεταβολήν. τὰ δὲ μεγάλα καὶ πολλά, εὐτυχήματα μὲν ὄντα, μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπικοσμεῖ τὴν εὐδαιμονίαν· χρῆται γὰρ αὐτοῖς ὁ σπουδαῖος ἐπὶ τὰ κάλλιστα). ἀτυχήματα δὲ ὄντα θλίβει μὲν καὶ λυμαίνεται τὸ μακάριον καὶ ἐμποδίζει πολλαῖς ἐνεργείαις, ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ καλόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυχίας, οὐ δι’ ἀναλγησίαν καὶ ἀναισθησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλόψυχος. εἰ γὰρ ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἡ μακαριότης ἔχει τὸ εἶναι καὶ αὗται κύριαί εἰσι τῆς τοῦ εὐδαίμονος ζωῆς, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ μισητὰ καὶ φαῦλα. τὸν γὰρ ὡς ἀληθῶς καὶ ἔμφρονα καὶ ἀγαθὸν πάσας οἰόμεθα τὰς τύχας εὐσχημόνως φέρειν· καὶ καθάπερ ὁ ἄριστος τεχνίτης ἀπὸ τῆς τυχούσης ὕλης τὴν ἰδίαν ἐπιδείκνυται τέχνην καὶ στρατηγὸς μὲν τῷ παρόντι στρατοπέδῳ, καὶ εἰ μὴ ἀξιόλογον εἴη, χρῆται πολεμικώτατα, καὶ ὁ σκυτοτόμος ὁ ἄριστος ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ ἄλλοι τεχνῖται ἅπαντες· οὕτω καὶ ὁ μακάριος οὐκ εὔροιαν ἀεὶ ζητήσει, ἀλλ’ ἐκ τῆς παρούσης τύχης ἀεὶ τὰ κάλλιστα πράξει. καὶ διὰ τοῦτο ἄθλιος μὲν οὐδέποτε γένοιτ’ ἄν, ἀλλὰ μόνον οὐ μακάριος τῆς γε τύχης ἕνεκα,2 ἐὰν Πριαμικαῖς περιπέσῃ τύχαις. οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος ἔσται· οὔτε γὰρ ἀπὸ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως οὔτε ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ’ ὑπὸ μεγάλων ἴσως καὶ πολλῶν· καὶ οὐδὲ ὑπὸ τούτων ῥᾳδίως. ἐπεὶ καὶ ἀπαλλαγεὶς τῶν δυστυχημάτων οὐκ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ τέλειον ἀγαθὸν μεταπεσεῖται, οὐ μικρὸν παρέκλινε, διὰ τὸ μὴ εὐκίνητος εἶναι· ἀλλ’ ἐν πολλῷ χρόνῳ ἔσται τοιοῦτος, μεγάλων καὶ καλῶν ἐν τούτῳ γενόμενος ἐπιτυχής. τί οὖν κωλύει τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα λέγειν,3 ὃς κατ’ ἀρετὴν μὲν τελείαν ἐνεργεῖ, δυστυχήσας δὲ τοῖς ἔξωθεν πάλιν εἰς τὴν εὐτυχίαν ἐπανελεύσεται καὶ ἱκανῶς ὑπὸ τῶν ἐκτὸς χορηγηθήσεται ἀγαθῶν οὐ τὸν τυχόντα χρόνον ἀλλὰ τὸν μέχρι τελευτῆς, καὶ βιωσάμενος οὕτω καὶ τελευτήσας κατὰ λόγον. προστίθημι δὲ καὶ τὰ ἔξωθεν ἀγαθὰ διὰ τὸ τὴν εὐδαιμονίαν τέλος εἶναι τῶν ἀνθρωπίνων πράξεων καὶ διὰ τοῦτο προσήκειν τέλειον ἀγαθὸν εἶναι καὶ μηδενὸς ἐλλείπειν. εἰ δὲ τοῦτο οὕτως, οὐ μετὰ τὴν τελευτὴν μακαρίσομεν τοὺς εὐδαίμονας ἀλλὰ ζῶντας ἔτι, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα· μακαρίους δέ, ὡς ἀνθρώπους τὴν ἀνθρωπίνην μακαριότητα, ἥτις οὐ πάντῃ τέλειον ἔχει τὸ ἀγαθόν. καὶ τὸ μὲν ὅτι δεῖ ζῶντας τοὺς εὐδαίμονας μακαρίζειν, ἐπὶ τοσοῦτον εἰρήσθω.
是否应当称活着的人为至福。第十七章正因如此,他们也不会将它们[尊贵的德性行为]遗忘。既然幸福并不在于运气,而在于依德性的行为,那么所探求的事象——即善对他而言是持久的——就将属于幸福之人,而且他终其一生都将是幸福的。因为他将始终、或最完全地去践行和观照依德性的行为与观照;他将挺身面对运气的起伏,绝不会因逆境而遭受改变,凡真正优秀且“无可指摘的四方之人”,都会以最崇高、最合节拍的方式承受降临其身的事态。由于源于运气的事态很多,有的重大,有的微小,厄运中的微小者以及同样幸运中的微小者,都不会给卓越之人带来困扰,也不会给其生活带来改变。然而那些重大且众多的事态,若是幸运,则会使生活更加至福(因为它们本身也共同点缀了幸福;卓越之人会将它们用于最崇高的目的)。但若是厄运,则会压迫并损坏至福,阻碍许多活动,然而即便在这些境遇中,崇高依然熠熠生辉,只要有人能从容承受许多重大不幸,这并非出于麻木与无知觉,而是因其崇高而心胸宽广。因为如果受福状态的存在就在于依德性的活动,且这些活动主导着幸福之人的生活,那么受福之人中绝无一人会变得悲惨;因为他绝不会践行可恨而卑劣之事。我们认为,真正明智且优秀的人会体面地承受一切命运;正如最优秀的工匠能就手头的现成材料展现自己的技艺,将领能将其麾下现有的军队(哪怕并不出众)最合乎战术地使用,最优秀的皮匠能用所给予的皮革做出最漂亮的鞋子。以完全相同的方式,其他所有工匠亦是如此;同样,受福之人也不会总是寻求一帆风顺,而是会从当下的运气出发,始终践行最崇高之事。正因如此,他绝不可能变得悲惨,而只是因着运气的缘故处于并非至福的状态,假若他遭遇了普里阿摩斯式的命运。而且他绝不会是反复无常和容易改变的;因为他既不会轻易脱离幸福,也不会被随随便便的厄运所动摇,而或许是被重大且众多的厄运所动摇;甚至即便受这些动摇,也不是轻易发生的。因为即使脱离了不幸,他也绝不会在短时间内转回完满的善,由于不易动摇,他偏离的程度也绝非轻微;相反,他将在很长的时间里成为这样的人,在此期间获得了伟大而美好的成就。既然如此,有什么能阻止我们称这样的人为幸福呢——他依完满的德性而活动,在外在事物上虽遭不幸却能再度重返幸运,并且不是在随随便便的时间里、而是在直到生命终结的时间里都充分配备了外在的善,如此生活并合乎理性地死去?我之所以还要加上外在的善,是因为幸福是人类行为的终极目的,正因如此它应当是完满的善且毫无欠缺。如果事情确乎如此,我们就不应在死后才称幸福之人为至福,而应称那些拥有并且将继续拥有上述诸事、如今仍活着的人为至福;然而所谓至福,乃是作为拥有人类至福的人类而言的,这种至福并不在任何方面都完全拥有善。关于应当称活着的幸福之人为至福这一点,就谈到这里吧。
- 1.τετράγωνος ἄνευ ψόγου
源自西摩尼得斯诗作并为亚里士多德所引用的成语,直译为“无可指摘的四方形”。以立方体或正方形无论哪一面朝下都能稳固立足为比喻,作表语性同位语,形容在运气的任何变故面前都坚定不移、德性完备坚固之人。
- 1.ἀλλὰ μόνον οὐ μακάριος τῆς γε τύχης ἕνεκα
与前句 ἄθλιος μὲν οὐδέποτε γένοιτ’ ἄν 相对比的从句。尽管 μόνον οὐ 常常作为成语副词表示“几乎(是至福)”,但在此处顺应与 ἄθλιος 的对比,具有限定含义:“绝不会变得悲惨,而仅仅是就运气的缘故处于并非至福[的状态]”(μόνον 修饰整个述谓短语 οὐ μακάριος)。
- 1.τί οὖν κωλύει τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα λέγειν
在 κωλύει ... λέγειν 的宾语 τὸν τοιοῦτον ἄνθρωπον 之后,关系代词 ὃς 引导一个一直延续到句末 τελευτήσας κατὰ λόγον 的长关系从句。在从句内部,限定动词包括现在时 ἐνεργεῖ 与将来时 ἐπανελεύσεται、χορηγηθήσεται,句末的两个分词 βιωσάμενος 和 τελευτήσας 采用主格与关系代词主语 ὃς 保持一致。
