← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§207.17-208.26

顺逆境中的访友之道与共同生活的价值

作者论述了在顺境与逆境中召唤及走访朋友的适宜方式,阐明“共同生活”是友爱中最值得选择的活动,从而结束关于友爱的讨论并过渡到关于快乐的议题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉#5 ἐπεὶ τοίνυν κοινωνοῦντες μὲν τοῖς φίλοις τῶν συμφορῶν λυποῦμεν, μεταδιδόντες δὲ τῆς εὐδαιμονίας εὐφραίνομεν, δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα.1 τὸ μὲν γὰρ εὐεργετεῖν καλόν, μεταδιδόναι δὲ τῶν κακῶν ὡς ἥκιστα δεῖ. διὰ τοῦτο καὶ ὁ τραγῳδός φησιν “ἅλις ἐγὼ δυστυχῶν·” οὐδὲ γὰρ δεῖ τοὺς φίλους τῶν οἰκείων ἀναπιμπλάναι κακῶν· τηνικαῦτα δὲ παρακλητέον τοὺς φίλους ἐπὶ τὸ συναλγεῖν, ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα τοὺς λυπουμένους ὠφελήσειν. αὐτοὺς μέντοι τοὺς φίλους τὸ ἀνάπαλιν ἁρμόζει ποιεῖν πρὸς τοὺς ἐν συμφοραῖς, ἔξω συμφορῶν ὄντας. ἰέναι γὰρ δεῖ πρὸς μὲν τοὺς ἀτυχοῦντας ἀκλήτους καὶ προθύμους· φίλου γὰρ τὸ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μήπω ἀξιώσαντας (τοῦτο γὰρ ἀμφοτέροις, καὶ τῷ διδόντι καὶ τῷ λαμβάνοντι, καὶ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας ἰέναι μέν, ἀλλὰ πρὸς μὲν τὸ συνεργεῖν καὶ βοηθεῖν τοῖς φίλοις τὴν εὐτυχίαν2 προθύμως ἔχειν, πρὸς δὲ τὸ κοινωνεῖν τῆς εὐπαθείας αὐτοῖς σχολαιότερον· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι· προθυμουμένους δὲ 〈καὶ〉 ἐπειγομένους τοὺς φίλους ὠφελεῖν ἴσως οὐ δεῖ διωθεῖσθαι καὶ ἀποσείεσθαι τὴν εὐεργεσίαν, μὴ καὶ δόξωσι πρὸς τοὺς φίλους ἀηδῶς ἔχειν. τοῦτο γὰρ ἐνίοτε συμβαίνει. φανερὸν δή ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ ζῆν μετ’ ἀλλήλων. καὶ καθάπερ τοῖς ἐρῶσιν ἀγαπητότατόν ἐστι τὸ ἀλλήλους ὁρᾶν καὶ μᾶλλον αἱροῦνται κατὰ ταύτην τὴν αἴσθησιν συνεῖναι ἀλλήλοις ἢ κατὰ τὰς ἄλλας, ὡς διὰ ταύτης τῆς αἰσθήσεως καὶ γινομένου τοῦ ἔρωτος ἐξ ἀρχῆς καὶ συνισταμένου, οὕτω καὶ τοῖς φίλοις τῶν ἄλλων φιλικῶν μάλιστα πάντων αἱρετώτατόν ἐστι τὸ συζῆν. κοινωνία γάρ ἐστι τὸ συζῆν καὶ κοινωνιῶν ἡ τελειοτάτη, ἡ δὲ φιλία ἐν τῇ κοινωνίᾳ ἔχει τὸ εἶναι· κοινωνία γὰρ ἡ φιλία, ἄλλως τε καὶ ὅτι τὸ αἰσθάνεσθαί τινα ἑαυτοῦ αἱρετώτατόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· πρὸς δὲ τὸν φίλον οὕτως ἔχει ὡς πρὸς ἑαυτόν, ὥστε καὶ τὸ αἰσθάνεσθαι τοῦ φίλου αἱρετὸν ἂν εἴη μάλιστα πάντων. αἰσθάνοιτο δ’ ἄν τις ἐνεργείᾳ τοῦ φίλου συνὼν καὶ συζῶν καὶ συνδιάγων αὐτῷ· ὥστε εἰκότως ἐφίενται συζῆν ἀλλήλοις οἱ φίλοι. διὰ τοῦτο καὶ ἕκαστος ὃ νομίζει εἶναι τὴν ἀνθρωπίνην ἐνέργειαν καὶ οὗ ἕνεκα αἱρεῖται τὸ ζῆν καὶ ὃν ἀνθρώπινον ἡγεῖται βίον, ἐν τούτῳ μετὰ τῶν φίλων βούλεται ζῆν καὶ διάγειν. καὶ οἱ μὲν συμπίνειν οἴονται δεῖν φίλους, οἱ δὲ συγκυβεύειν, οἱ δὲ συνθηρεύειν καὶ συγγυμνάζεσθαι, ὅτι ταῦτα αὐτοῖς τίμια εἶναι δοκεῖ, καὶ δεῖν τούτων κοινωνοὺς ἔχειν τοὺς φίλους· ἕτεροι δὲ συμφιλοσοφοῦσι καὶ ἄλλοι ἄλλων ἐνεργειῶν καὶ βίων κοινωνοῦσι τοῖς φίλοις, καὶ ὅλως ἕκαστοι ἐν τούτῳ συνημερεύειν βούλονται τοῖς φίλοις, ὅ τι περ μάλιστα ἀγαπῶσι τῶν ἐν βίῳ. συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν ἃ καὶ ἀμφοτέροις ἡδέα ἐστίν. οὕτω γὰρ συζῆν δυνατόν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρὰ καὶ κοινωνοῦσιν ἀλλήλοις τῶν φαύλων καὶ ἡ φιλία αὐτοῖς οὐχ ἕστηκεν· ἀβέβαιοι γάρ εἰσι· καὶ χείρους δὲ γίνονται ἑαυτῶν, ὁμοιούμενοι ἀλλήλοις καὶ παρακαλοῦντες ἀλλήλους ἐπὶ τὰ φαῦλα. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπιεικής ἐστι καὶ βεβαία, συναυξανομένη ἀεὶ ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ταῖς ἀγαθαῖς ἐνεργείαις, διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρ’ ἀλλήλων τὰ παρ’ ἑκατέρῳ ἀγαθά, δι’ ἃ φιλοῦσιν ἀλλήλους. διὰ τοῦτο καὶ ποιητής τίς φησιν ἐσθλῶν μὲν ἀπ’ ἐσθλά.3 καὶ 〈γὰρ〉 ἀπὸ μὲν τῶν ἀγαθῶν ἀγαθά, ἀπὸ δὲ τῶν φαύλων φαῦλα καρπούμεθα. περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω. ἑπόμενον δ’ ἂν εἴη διελθεῖν περὶ ἡδονῆς.

〈论幸福者亦需要卓越的朋友。第十章〉#5因此,既然与朋友分担不幸会使之痛苦,而分享幸福会使之欢欣,那么似乎应当热心地邀请他们共享顺境,而在逆境中则迟疑犹豫[不予邀请]。因为施善是高尚的,而分担祸患则应当尽量避免。正因如此,悲剧诗人也说:“仅我一人不幸足矣”;因为本不应当用自己的祸事去沾染朋友。而在他们稍受烦扰便能极大地助益痛苦者之时,才应当召唤朋友前来同悲共苦。然而,身处灾难之外的朋友们自身,对于身陷灾难者所作的作为正应当相反。因为走向不幸者应当不招自来且热心前往;因为施善是朋友的本分,尤其是对于陷于困乏且尚未提出要求的人(因为这对于施受双方,即施者和受者而言,既更为高尚,又更为愉悦);而在顺境中,固然应当前往,但在协力协助朋友们的顺境之事上应当热心,而在与他们共同享受安逸福祉上则应当更加迟缓克制;因为热心于受惠并不高尚。然而,当朋友们热心且急于施惠时,也许不应当推拒和摆脱这一善行,以免显得对朋友抱有不悦。因为这种情况有时确实会发生。 那么,从所说的话中显而易见的是,彼此共同生活对于朋友而言是最值得选择的。正如对于恋人们而言,彼此相视是最令人心满意足的,并且相较于其他感官,他们更愿意通过这种感官与彼此同在——因为正是通过这种感官,爱情从一开始产生并得以维系——,同样,对于朋友们而言,在所有其他友善的事物中,共同生活也是最值得选择的。因为共同生活是一种共同体,并且是诸共同体中最完满者,而友爱是在共同体中具有其本质存在的;因为友爱就是共同体,特别是正如前文所说,觉察到自身是最值得选择的;而对待朋友如同对待自己一样,因此觉察到朋友也应当是所有事物中最值得选择的。一个人只有在与朋友同在、共同生活、一同度日时,才能在现实活动中觉察到朋友;所以朋友们理所当然地渴望与彼此共同生活。正因如此,每个人凡认为何为人类的活动、为何目的而选择活着、将何者视为人之生活,就愿意在这一活动中与朋友共同生活并一同度日。有些人认为朋友应当一同饮酒,有些人认为应当一同掷骰,有些人认为应当一同狩猎和一同锻炼,因为这些在他们看来是可贵的,并且认为应当让朋友作为这些活动的同伴;而另一些人则一同从事哲学,不同的人与朋友分享不同的活动和生活,总之每个人都愿意在人生中所最热爱的事物中与朋友共度时日。因为由于愿望与朋友共同生活,他们便去作这些事并分享那些对双方而言都令人愉悦的事物。因为只有这样,才可能共同生活。 因此,卑劣者的友爱变得劣拙,他们彼此分享卑劣的事物,他们的友爱并不稳固;因为他们是变化无常的;而且他们变得比原本的自己更坏,彼此同化并相互劝诱走向卑劣之事。然而品行端正者的友爱则是端正且稳固的,始终因交往而共同增长;他们似乎也通过善的活动相互矫正,从而变得更优秀;因为他们从彼此身上汲取了各自所具有的诸善的印记,他们正是因这些而彼此相爱。正因如此,某位诗人也说:“由善人出善事”。因为从善者那里我们收获善,而从卑劣者那里我们收获卑劣。 关于友爱,就讲这么多吧。接下来的事情,应当是探讨关于快乐的议题了。

语法注3 条
  1. 9.δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα

    在非人称结构 δέον εἶναι 中,不定式 καλεῖν 的逻辑主语被设想为一个普遍意义上的单数阳性主体(当事人),分词 ὀκνοῦντα 即以阳性单数宾格与之呼应。后半句省略了动词 καλεῖν,意为“在逆境中迟疑犹豫[不予邀请/勉强邀请]”。

  2. 9.βοηθεῖν τοῖς φίλοις τὴν εὐτυχίαν

    动词 βοηθεῖν 通常支配与格,在此处除了与格 τοῖς φίλοις(为朋友)之外,还带有关系宾格或内涵宾格性质的 τὴν εὐτυχίαν(关于其顺境/在顺境上),与 συνεργεῖν 形成并列,意指“协助并促进朋友们的顺境与福祉”。

  3. 9.ἐσθλῶν μὲν ἀπ’ ἐσθλά

    引用自格言诗(塞奥格尼斯),主要谓语动词(如“你将学到”或“产生”)被省略。注疏者紧接着在下一句中用补充动词 καρπούμεθα(“我们收获”)对这一省略结构进行了解释性重述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:207.17-208.26