← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§206.9-207.17

顺境与逆境中何者更需要朋友

赫利奥多罗斯在总结第九卷第十一章关于真正的朋友极为难得之后,进入第十二章,探讨在顺境还是逆境中更需要朋友。他分析了朋友同悲如何在减轻痛苦的同时夹杂悲伤,对比了刚毅者与孱弱者对此的不同态度,并阐明了在顺境中朋友在场具有的双重愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉#4 τοιούτους μὲν οὖν φίλους πολλοὺς ἄν τις εὕροι, τοὺς δὲ κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν. 〈Πότερον ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν ἀτυχίαις καὶ ὅτι τὸ συζῆν ἰδιαίτατον ἔργον ἐν φιλίαις σπουδαίων τε καὶ φαύλων. κεφ. ιβʹ.〉 Ἐπεὶ δὲ δεῖ φίλων τοῖς τε εὐδαίμοσι καὶ τοῖς δυστυχέσι, ζητητέον ποτέροις μᾶλλον δεήσει τῶν φίλων. οἵ τε γὰρ ἀτυχοῦντες δέονται τῆς παρὰ τῶν φίλων ἐπικουρίας, οἵ τε εὐδαίμονες οἷς συζήσουσι καὶ οὓς εὖ ποιήσουσιν· ἐθέλουσι γὰρ εὖ ποιεῖν καὶ ἀναγκαῖον αὐτοῖς ἐστιν εἰς τὴν εὐδαιμονίαν. ἔστι δὲ τρόπον μέν τινα τῷ δυστυχεῖ χρεία φίλων μᾶλλον ἢ τῷ σπουδαίῳ, κατὰ ἄλλον δὲ τρόπον τῷ εὖ πράττοντι μᾶλλον, τὸ μὲν διὰ τὸ ἀναγκαῖον, τὸ δὲ διὰ τὸ καλόν· τῷ μὲν γὰρ δυστυχεῖ ἀναγκαιότερον οἱ φίλοι ἢ τῷ εὐδαίμονι, τῷ εὐδαίμονι δὲ κάλλιον ἢ τῷ κακῶς πράττοντι· διὰ τοῦτο ἐν μὲν ταῖς ἀτυχίαις οὐ τοσοῦτον δεῖ φίλων σπουδαίων ὅσον ὠφελίμων καὶ χρησίμων, ἐν δὲ ταῖς εὐτυχίαις οὐδαμῶς χρησίμων ἀλλὰ ἀγαθῶν μόνον· τοὺς γὰρ ἐπιεικεῖς οἱ εὐδαίμονες ζητοῦσι καὶ τούτους βούλονται μᾶλλον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα, καὶ ἐν ταῖς εὐτυχίαις, κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων αὐτοῖς τῶν φίλων. διὰ τοῦτο καὶ ἀπορήσειεν ἄν τις, ἀνθ’ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν·1 δοκεῖ γὰρ ὥσπερ βάρος μεριζόμενον καὶ πρὸς τοὺς φίλους κουφίζεσθαι. τὸ δὲ οὐκ ἔστιν· ἀλλ’ ἡ ἐπὶ τῇ παρουσίᾳ τῶν φίλων ἡδονὴ καὶ τὸ τοὺς συναλγοῦντας ὁρᾶν ἡδὺ ὂν ἐλάττω ποιεῖ τὴν λύπην· ἡδονὴ γὰρ λύπην ἐλαύνει· εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι’ ἄλλο τι κουφίζονται, ἀφείσθω ζητεῖν ἐπὶ τοῦ παρόντος· ὅτι δὲ ῥᾴους γίνονται οἱ λυπούμενοι διὰ τὴν παρουσίαν τῶν φίλων, φανερόν ἐστι. ἔοικε δὲ μὴ καθαρῶς χαίρειν αὐτοὺς τοῖς συναλγοῦσι τῶν φίλων μηδὲ ἄμικτον αὐτοῖς εἶναι τὴν τοιαύτην ἡδονήν, ἀλλὰ καὶ ἀλγεῖν ἐν τῷ μέρει. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, μάλιστα τοῖς ἀτυχοῦσι, καί τις αὐτῷ γίνεται ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸν γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λέγων, ἐὰν ᾖ ἐπιδέξιος· γινώσκει γὰρ τὸν τοῦ φίλου τρόπον, καὶ οἷς χαίρει καὶ οἷς λυπεῖται, καὶ δύναται παραμυθήσασθαι ῥᾳδίως. κατὰ τοῦτον μὲν οὖν τὸν τρόπον ἡδεῖά ἐστιν ἡ παρουσία τῶν φίλων. τὸ δὲ λυπούμενον αἰσθάνεσθαι τὸν φίλον ἐπὶ ταῖς ἑαυτοῦ ἀτυχίαις λυπηρὰν ποιεῖ τηνικαῦτα τὴν συνουσίαν τῶν φίλων· πᾶς γὰρ λυπηρὸν ἡγεῖται τὸ λύπης αἴτιος γενέσθαι τοῖς φίλοις. διὰ τοῦτο οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖσθαι τοὺς φίλους αὑτοῖς, κἂν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται2 κοινωνεῖν τοῖς φίλοις τῶν κακῶν, ὅλως τε τοὺς συνθρηνοῦντας οὐ προσίενται διὰ τὸ μηδὲ αὐτοὶ θρηνητικοὶ εἶναι ἀλλὰ γενναίως ἔχειν πρὸς τὰ λυπηρά. γύναια δὲ καὶ οἱ γυναικώδεις τῶν ἀνδρῶν τοῖς στενάζουσι χαίρουσι καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας· δεῖ δὲ οὐ τούτους ἀλλὰ τοὺς ἀνδρικοὺς μιμεῖσθαι· ἐν ἅπασι γὰρ προσήκει τὰ βελτίω διώκειν. οὕτω μὲν οὖν τοῖς δυστυχοῦσιν οἱ φίλοι βοηθοῦσιν. ἡ δὲ ἐν ταῖς εὐτυχίαις παρουσία τῶν φίλων διπλῶς ἡδεῖά ἐστιν, ὅτι τε ἡδίστη ἐστὶν ἡ μετὰ τῶν φίλων διατριβή, καθόσον εἰσὶ φίλοι, καὶ ὅτι βλέπουσι χαίροντας τοῖς αὐτῶν ἀγαθοῖς, ὃ τῆς μεγίστης εὐνοίας τεκμήριόν ἐστιν.

〈论幸福者亦需要卓越的朋友。第十章〉#4那么,这样的朋友人们可以找到很多,但至于本义上的朋友,哪怕能找到少数几位,也是值得庆幸满意的了。 〈究竟是在顺境中还是在逆境中更需要朋友,以及共同生活是卓越者与卑劣者的友爱中最固有的活动。第十二章〉既然幸福者与不幸者都需要朋友,就必须探究这两类人中究竟哪一类更需要朋友。因为身处逆境者需要来自朋友的救助,而幸福者则需要与之共同生活并施以善行的人;因为他们愿意施善,并且这对他们的幸福而言是不可或缺的。在某种方式上,不幸者比卓越者更需要朋友;但在另一种方式上,顺境者则更需要朋友:前者是出于必需,后者是出于高尚。因为对于不幸者而言,朋友比对于幸福者更具必需性;而对于幸福者而言,朋友则比对于逆境者更为高尚。正因如此,在逆境中并不那么需要卓越的朋友,而是需要有助益且有用的朋友;但在顺境中决不需要有用的朋友,而只需要善的朋友;因为幸福者寻求的是品行端正者,更愿意善待他们并与他们一同度日。因为朋友的在场本身就是令人愉悦的,在顺境中也是如此;因为当朋友同悲共苦时,痛苦者就会感到宽慰减轻。正因如此,人们或许也会感到困惑:究竟是为什么,看到朋友同悲共苦会使人感到轻松减轻?因为这似乎就像是一副重担被分摊给朋友们从而减轻了一样。然而事实并非如此;相反,因朋友在场而产生的快乐,以及看到同悲者本身令人愉悦,使得痛苦减少了;因为快乐能驱逐痛苦。那么,他们究竟是因这些原因还是因别的什么原因而得到宽慰减轻,目前且搁置探究;但痛苦者因朋友的在场而变得宽缓轻松,则是显而易见的。然而,他们似乎并非纯然为那些同悲共苦的朋友而快乐,对他们而言这种快乐也并非毫无杂质,而是在某种程度上也感到痛苦。因为仅仅是看到朋友本身就是令人愉悦的,尤其是对不幸者而言,并且对他不陷于痛苦产生某种帮助。因为朋友若是机敏体贴,无论是在被看到时还是在说话时都是一种安慰;因为他深知朋友的品性脾气,知晓他因何而喜、因何而悲,并且能够轻而易举地予以安慰。因此,以这种方式而言,朋友的在场是愉悦的。然而,觉察到朋友因自己的不幸而痛苦,在当时又会使朋友的相聚变成痛苦的事;因为人人都认为成为朋友痛苦的起因是一件令人痛苦的事。正因如此,天性刚毅者谨防朋友与自己同悲;除非安慰极大,并且面对最大的灾祸朋友与他们同感的悲痛极小,否则他们绝不能忍受让朋友分担祸患,并且总的来说他们不接纳一同哀号的人,因为他们自己也不是易哀泣之辈,而是对痛苦之事表现得高贵庄重。然而蠢妇们和男人们中的孱弱女人气者,却喜欢那些叹息呻吟的人,并把他们当作朋友和同悲者来爱戴;但人们不应当模仿这些人,而应当模仿刚毅者;因为在一切事情上追求更好的事物都是理所应当的。那么,朋友就是以这种方式帮助不幸者的。而朋友在顺境中的在场则是双重愉悦的:一方面,就朋友之所以为朋友而言,与朋友一同度日是最为愉悦的;另一方面,他们看到朋友因自己的福祉而欢欣,这是最大善意的明证。

语法注2 条
  1. 9.ἀνθ’ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν

    ἀνθ’ ὅτου 相当于 διά τί(“为何 / 因何缘故”),引导间接疑问从句以探究原因。随后的 τῷ ... ὁρᾶν 是带冠词不定式的与格,充当手段或原因状语,意为“通过看到朋友同悲共苦”。

  2. 9.κἂν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται

    连词短语 κἂν μή(即 καὶ ἐὰν μή 的紧缩)引导条件从句,与主句动词 οὐκ ἀνέχονται 呼应,具有“除非(unless)”的限定限制意义,即“除非安慰极大且朋友在面对最大灾祸时同感的悲痛极小,否则他们不能忍受……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:206.9-207.17