← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§205.1-206.9

朋友的适宜数量与共同生活的限度

赫利奥多罗斯根据《尼各马可伦理学》第九卷第十章,探讨了幸福者应当拥有的朋友数量。因用处和快乐结交的朋友只需少数即可,而因德性结交的朋友也不能无限增加;他借用城邦适宜人口的尺度、情爱的排他性以及历史上的二人范例,论证了真正的朋友只能局限于能够共同生活并同悲共喜的少数人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉#3〈Περὶ φίλων ἀριθμοῦ. κεφ. ιαʹ.〉Ἐπεὶ δὲ χρεία τῷ εὐδαίμονι φίλων, ζητητέον πότερον πλείστους φίλους ὡς ἔνι μάλιστα ποιητέον αὐτόν, ἢ καθάπερ ἐπὶ τῆς ξενίας εἴρηται καλῶς καὶ ἁρμοδίως, ὡς οὐ δεῖ μήτ’ ἄξεινον εἶναι μήτε πολύξεινον οὕτω καὶ ἐπὶ τῶν φίλων εἰκός ἐστι μήτ’ ἄφιλον εἶναι μήτε πολύφιλον. λέγομεν τοίνυν ἐκεῖνο, ὅτι τριχῶς τῆς φιλίας διαιρουμένης καὶ τῆς μὲν διὰ τὸ χρήσιμον οὔσης, τῆς δὲ δι’ ἡδονήν, τῆς δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς ἀρετῆς, τῶν μὲν διὰ τὸ χρήσιμον ἢ τὴν ἡδονὴν φίλων ὀλίγων ἂν γένοιτο χρεία, μάλιστα τῶν μὲν διὰ τὸ χρήσιμον, ὅτι ὀλίγοις ἄν τις ἀρκέσειεν ἅ χρῄζουσι βοηθεῖν, καὶ τὸ πολλοὺς θεραπεύειν ἐπίπονον, μάλιστα εἰ τύχοιεν περίεργοί τινες ὄντες καὶ ζητοῦντες θεραπεύεσθαι περιττῶς, τῶν δὲ διὰ τὴν ἡδονήν, ὅτι ὀλίγης ἡδονῆς χρεία τῷ βίῳ καὶ ἀνέσεως, καθάπερ ἐν εὐωχίᾳ τοῦ ἡδύσματος, τῶν δὲ σπουδαίων καὶ διὰ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν φιλούντων πλειόνων μὲν τῷ εὐδαίμονι δεήσει. πλὴν ἔσται τι καὶ αὐτῶν μέτρον. καθάπερ γὰρ πόλεώς ἐστι μέτρον καὶ οὔτε ἐκ δέκα ἀνθρώπων γένοιτ’ ἂν πόλις οὔτε ἐκ δέκα μυριάδων (οὐ γὰρ ἂν ἔτι πόλις ἡ τοιαύτη ἂν εἴη συνοικία), οὕτω δεῖ καὶ τοὺς φίλους ὡρίσθαι καὶ μέτρον αὐτοῖς εἶναι. καὶ ὥσπερ ἐπὶ τῆς πόλεως οὐ τὸ ποσὸν ὥρισται καὶ ἀριθμὸς ῥητός ἐστι τοῦ πλήθους τοῦ πόλει προσήκοντος, ἀλλὰ τοῦ ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρισμένων,1 τὰ μεταξὺ ποσὰ μέτρον εἶναί φαμεν πόλεως, οἷον οὔτε οἱ χίλιοι πόλις ἂν εἴη οὔτε αἱ δέκα μυριάδες, ἀλλὰ τὰ μεταξύ, οὕτω καὶ ἐπὶ τῶν φίλων οὐκ ἔνι λαβεῖν ἀριθμὸν ὡρισμένον ἀλλ’ εἶεν ἂν τοσοῦτοι ὅσοις δύναταί τις συζῆν. τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι. ὅτι γὰρ οὐχ οἷόν τε πλείστοις συζῆν καὶ διανέμειν ἑαυτόν, φανερόν. δεῖ δὲ καὶ συνημερεύειν τοῖς φίλοις· πλείστοις δὲ οὖσιν ἐργῶδες μάλιστα· καὶ μὴν καὶ συναλγεῖν δεῖ καὶ συγχαίρειν οἰκείως· καὶ τοῦτο δὲ χαλεπόν, εἰ πολλοῖς τις χρήσαιτο φίλοις. πολλῶν γὰρ ὄντων οἱ μὲν χαίρουσιν, οἱ δὲ ἄχθονται κατὰ ταὐτόν· καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις·2 τὸ δὲ ἐπίπονον. ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν σφόδρα πολυφιλώτατον εἶναι ἀλλὰ τοσούτους παραδέχεσθαι φίλους, ὅσοις δυνάμεθα συζῆν καὶ συνημερεύειν καὶ συναλγεῖν καὶ συγχαίρειν. οὕτω δὲ χρῆσθαι πολλοῖς οὐκ ἐνδέχεται διὰ τοῦτο, οὐδὲ κατὰ τὴν ἐρωτικὴν φιλίαν πολλῶν ἐνδέχεται φίλον εἶναι. ἡ γὰρ ἐρωτικὴ φιλίας ἐστὶν ὑπερβολή, καὶ διὰ τοῦτο πρὸς ἕνα δύναται γίνεσθαι· τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τῆς κατ’ ἀρετὴν φιλίας πολλοὺς σφόδρα φιλεῖν καὶ τὰ φιλικὰ πάντα σῴζειν περὶ αὐτοὺς οὐκ ἐνδέχεται, ὀλίγοις δὲ οὕτω χρήσασθαι δυνατόν. τούτοις δὲ τοῖς λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ· οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, ἀλλ’ αἱ μάλιστα ὑμνούμεναι ἑταιρικαὶ φιλίαι ἐν δυσὶ γενέσθαι λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἃ δεῖ ἑκάστῳ τῶν πολιτῶν καὶ ἔργοις καὶ λόγοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν, ἀλλὰ φίλοι ἂν λέγοιντο τὴν λεγομένην πολιτικὴν φιλίαν. τούτων δὲ οἱ μὲν ἄρεσκοί εἰσι, πάντα τοῖς συνοῦσι χαριζόμενοι, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν εἴρηται, οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν,3 οἳ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς 〈τὴν〉 φιλίαν ὁμοιότητα καί εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαινετοί, ἀμφοτέρων ψεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βιβλίου διείληπται.

〈论幸福者亦需要卓越的朋友。第十章〉#3〈论朋友的数量。第十一章〉既然幸福者需要朋友,那么就必须探究:是应当使他拥有尽可能多的朋友,还是正如关于待客之事已被妥当而恰当地说过的,“既不可无客,亦不可客满为患”,在朋友之事上也同样合理的是,既不作无友之人,亦不作多友之人。那么我们说:友爱被划分为三种,一种是因有用,一种是因快乐,一种是因善和德性;对于因有用或因快乐的朋友而言,只需少数就足够了——尤其是对于因用处的朋友,因为一个人只能对少数需要帮助的人提供资助,而且服侍许多人是费力劳苦的,尤其是若他们恰好是爱管闲事之徒并要求过分的照顾;而对于因快乐的朋友,因为生活只需要少许快乐与放松,正如宴席中的调味品一样——然而对于因德性和善而相互爱戴的卓越朋友,幸福者则需要更多。不过,即使是他们,也必然会有某种限度。因为正如城邦有其尺度,既不可能由十个人构成城邦,也不可能由十万人构成城邦(因为这样的聚居不再会是一个城邦),同样,朋友也必须受到限定,他们也必须有其尺度。正如在城邦的情形中,数量并未被限定为一个确凿具体的数目以规定属于城邦的众人的多寡,而是在超出城邦尺度的数目与不足的数目被限定的情况下,我们说中间的数量是城邦的尺度(例如一千人不会成为城邦,十万人也不会成为城邦,而是中间的数目),在朋友的情形中同样无法取定一个固定的数目,而只能是有多少人是一个人能够与之共同生活的。因为这被认为是最具友爱特性的。显然,与极多的人共同生活并分摊自己是不可能的。而且还必须与朋友们共度白昼;但若人数极多,这便尤其艰难;再者,还必须亲近地同悲共喜;但若一个人与许多朋友相交,这也同样是困难的。因为当人数众多时,一些人正在快乐,另一些人却同时陷入悲伤;而朋友必须将自己分赠予双方,这是劳苦艰难的。因此,或许不寻求成为朋友极多之人,而是接纳足够多至我们能够与之共同生活、共度白昼、同悲共喜的朋友,才是妥当的。正因这一缘故,以这种方式与许多人相交是不可能的,在情爱性的友爱中也不可能成为许多人的朋友。因为情爱是友爱的过度,正因如此它只能针对单个人产生;以同样的方式,在依德性的友爱中,极深地爱许多人并对他们保全一切友爱之举也是不可能的,而以这种方式与少数人相处则是可能的。实际事实也为这些言论作证;因为在同伴式的友爱中并不会产生许多朋友,相反,最受歌颂的同伴友爱据说都是在两个人之间产生的。至于那些朋友极多、对所有人都显得亲近、并在言行上似乎向每一位公民履行应尽之事的人,在严格而真实的友爱中并不是任何人的朋友,而只能被称为所谓的城邦式(政治性)友爱中的朋友。在这些人中,一部分是讨好者,事事顺从共处者,关于他们此前已经谈及;另一部分则是宽厚得体者,为了真理和善而与人交往,他们由于与友爱相似也常被称为朋友,并且正如在第四卷第八章中所划分的那样,他们处于讨好者与乖戾者(两者皆受责备)之间,是受到称赞的。

语法注3 条
  1. 9.ἀλλὰ τοῦ ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρισμένων

    属格独立结构(genitive absolute)。τὸ τῆς πόλεως μέτρον 为分词 ὑπερβάλλοντος 的宾格直接宾语(“超出城邦尺度的”),并列的两个单数属格 τοῦ ὑπερβάλλοντος ἀριθμοῦ 与 τοῦ ἐλλείποντος([ἀριθμοῦ])共同充当复数完成时被动分词 ὡρισμένων 的主语(即“在超出城邦尺度的数目与不足的数目被限定的情况下”)。

  2. 9.καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις

    由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格独立结构(accusative absolute),统领宾格加不定式结构 τὸν φίλον ἐπιμερίζειν(“而朋友必须将自己分赠予双方”)。

  3. 9.οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν

    介词短语 πρός 支配宾格(ἀλήθειαν 与 τὸ ἀγαθόν),依附于动词 σύνεισι(“交往、相处”),表示交往的目的与准则(“为了真理和善而与人交往”),与仅为了迎合取乐的讨好者(ἄρεσκοι)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:205.1-206.9