- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:203.26-204.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节论证幸福者为何需要卓越的朋友:首先基于依德性活动的持续易行性与德性的增进,继而从自然学角度,基于知觉与知解的自我意识之内在快乐,以及与作为另一个自己的朋友分享言论与思想的必要性展开证明。
〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉#2 ἔτι δὲ πάντες οἴονται ἡδίστην τὴν τοῦ εὐδαίμονος ζωήν. ἡ δὲ ζωὴ τοῦ εὐδαίμονός ἐστι τὸ κατ’ ἀρετὴν ἐνεργεῖν, τὸ δὲ ἐνεργεῖν συνεχῶς μεθ’ ἑτέρων μὲν ῥᾴδιον, καθ’ ἑαυτὸν δὲ χαλεπόν· ὅθεν χαλεπὸς ὁ μονώτης βίος· τὸ δὲ ῥᾴδιον ἥδιον τοῦ δυσχεροῦς· τὸ ἥδιον δὲ μᾶλλον προσήκει τῷ μακαρίῳ. καὶ ἅμα ἡ ἐνέργεια συνεχεστέρα αὐτῷ ἔσται, ἡδεῖα οὖσα· τοῦτο δὲ τῷ μακαρίῳ προσήκει συνεχῶς κατ’ ἀρετὴν ἐνεργεῖν. τοῦτο δὲ αὖθις μείζω αὐτῷ ποιήσει τὴν ἡδονήν· ἥδεται γὰρ ὁ σπουδαῖος ταῖς κατ’ ἀρετὴν πράξεσιν ᾗ σπουδαῖος, ταῖς δὲ ἀπὸ κακίας δυσχεραίνει· καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται. οὐ μόνον δὲ τὴν οὖσαν ἕξιν συνεχέστερον ἐνεργήσει ὁ σπουδαῖος ἀπὸ τοῦ σπουδαίοις συζῆν, ἀλλὰ καὶ τὴν μὴ οὖσαν κτήσεται, ἢ ἃς ἔχει ἄμεινον ἕξει· γένοιτο γὰρ ἂν ἐπίδοσις ἀρετῆς ἀπὸ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησι· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. ἔτι δὲ καὶ ὧδε δῆλον ἔσται φυσικώτερον τὸν λόγον ἐπισκοποῦσι. σκεψώμεθα γὰρ οὐκ ἀπὸ τῶν ἰδίᾳ προσόντων τῷ εὐδαίμονι ἀλλὰ ἀπὸ τῶν κοινῇ πᾶσι. τὸ μὲν οὖν ζῆν πᾶσι τοῖς ζῴοις φύσει ἐστὶν ἡδύ· τὸ δὲ ζῆν ὁρίζονται εἶναι ἐν μὲν τοῖς ἀλόγοις δύναμιν αἰσθήσεως, ἐν δὲ τοῖς ἀνθρώποις δύναμιν αἰσθήσεως ἢ νοήσεως. ἡ δὲ δύναμις διὰ τὴν ἐνέργειάν ἐστι καὶ τὸ κύριον ἐν τῇ ἐνεργείᾳ· εἰ τοίνυν τὸ δύνασθαι αἰσθάνεσθαι ἢ νοεῖν ζῆν ἐστι, πολλῷ μᾶλλον αὐτὸ τὸ αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ. τὸ ἄρα αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ αὐτό ἐστι τὸ ζῆν, τὸ δὲ ζῆν ἡδύ τέ ἐστι καθ’ ἑαυτὸ καὶ ἀγαθόν, μάλιστα μέν, ὅτι ὡρισμένον τί ἐστι τὸ ζῆν. τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως,1 καθάπερ καὶ Πυθαγορείοις ἐδόκει· καὶ γὰρ ἔταττον ἐν τῇ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ ὡρισμένον. ἔπειτα καὶ ὅτι πάντα τοῦ ζῆν ἐφίεται· οὗ δὲ πάντα ἐφίεται, ἀγαθόν ἐστι καθ’ ἑαυτὸ καὶ ἡδύ· λέγω δὲ ζωὴν οὐ τὴν μοχθηρὰν καὶ μυρίων γέμουσαν συμφορῶν· ἀόριστοι γὰρ αἱ τοιαῦται, καθάπερ καὶ τὰ ταύτῃ συμβαίνοντα· λεχθήσεται δὲ περὶ αὐτῶν ἐν οἷς περὶ ἡδονῆς ἐροῦμεν. ἐπεὶ τοίνυν τὸ μὲν ζῆν καθ’ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἡδύ, χαίρει δέ τις καὶ ἥδεται ὁρῶν ἐν ἑαυτῷ ἀγαθόν τι καὶ ἡδύ, χαίρομεν ἄρα καὶ ἡδόμεθα αἰσθανόμενοι ὅτι ζῶμεν. καὶ γὰρ αἰσθανόμεθα ὅτι ζῶμεν, ὥσπερ ὁρῶντες αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούοντες ὅτι ἀκούομεν καὶ βαδίζοντες ὅτι βαδίζομεν, καὶ νοοῦντες καὶ αἰσθανόμενοι γινώσκομεν ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα. τὸ δὲ νοεῖν καὶ αἰσθάνεσθαι τοῦτό ἐστι τὸ εἶναι τῶν αἰσθανομένων καὶ νοούντων· νοοῦμεν ἄρα ὅτι ἐσμέν, καὶ ὅλως ἐστὶ τις ἐν ἡμῖν δύναμις, ᾗ γινώσκομεν ὅτι ἐνεργοῦμεν καὶ ζῶμεν. εἰ δὲ τὸ ζῆν ἀγαθόν, τὸ δὲ συνειδέναι τινὰ ἑαυτῷ ἀγαθὸν ἡδὺ καθ’ ἑαυτό ἐστι, τὸ ἄρα εἰδέναι ὅτι ζῶμεν, ἡδύ ἐστιν. ἐπεὶ τοίνυν τὰ φύσει ἀγαθὰ καὶ ἡδέα 〈καὶ τῷ σπουδαίῳ ἀγαθά εἰσι καὶ ἡδέα〉, ἡσθήσεται μὲν ζῶν ὁ σπουδαῖος, καὶ μάλιστα τῶν ἄλλων οὗτος, καθόσον ἡ αὐτοῦ ζωὴ αἱρετωτέρα ἐστὶ καὶ ἡδίων καὶ μακαρία. ἡσθήσεται δὲ γινώσκων ὅτι ζῇ· τὸ δὲ ζῆν ἐστι τὸ νοεῖν· ἥδεται ἄρα ὁ σπουδαῖος γινώσκων ὅτι νοεῖ. οὕτω δὲ πρὸς τὸν φίλον ὡς πρὸς ἑαυτὸν ὁ σπουδαῖος ἔχει, ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν· οὐκοῦν φανερόν, ὅτι καθάπερ τὸ αὐτὸν εἶναι καὶ ζῆν αἱρετόν ἐστιν αὐτῷ καὶ ἡδύ, οὕτω καὶ τὸ τοῦ φίλου εἶναι ζητεῖ, τουτέστι τὸ τὸν φίλον νοεῖν· τὸ γὰρ εἶναι καὶ ζῆν τὸ νοεῖν ἐστιν. ὥσπερ δὲ χαίρει γινώσκων ὅτι νοεῖ, οὕτως ἡδύ ἐστιν αὐτῷ καὶ αἱρετὸν τὸ γινώσκειν ὅτι ὁ φίλος νοεῖ· τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ,2 τότε ἐστὶν ἐνεργείᾳ, ὅταν αὐτὰ γινώσκῃ ἃ νοεῖ, οὐχ ἁπλῶς ὅτι διανοεῖται. τοῦτο δὲ γίνοιτ’ ἂν ἐν τῷ ζῆν μετ’ ἀλλήλων καὶ κοινωνεῖν λόγων καὶ διανοίας· τοῦτον γὰρ τὸν τρόπον συζῆν οἱ ἄνθρωποι λέγονται· οὐ γὰρ τὸ ἐν τῷ αὐτῷ εἶναι συζῆν ἐστι, καθάπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. τὸ ἄρα συνεῖναι τοῖς φίλοις αἱρετόν ἐστι τῷ σπουδαίῳ καὶ ἡδύ· ὃ δέ ἐστιν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ· εἰ δὲ μή, ἐνδεὴς ἔσται τοῦτο τὸ μέρος, ὃ ἐναντίον ἐστὶ τῇ εὐδαιμονίᾳ. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίων.
〈论幸福者亦需要卓越的朋友。第十章〉#2再者,所有人都认为幸福者的生活是最愉悦的。而幸福者的生活就是依德性活动,但与他人一起持续活动是容易的,独自一人却是困难的;因此孤独的生活是艰难的。容易之事比艰难之事更令人愉悦;而更令人愉悦之事更适宜于至福者。同时,他的活动既是愉悦的,便将是更具持续性的;而依德性持续活动正适宜于至福者。这反过来又将使他的快乐更大;因为优秀者就其为优秀者而言,喜爱依德性的行为,而厌弃出于邪恶的行为;正如乐工喜爱美妙的曲调,对低劣的曲调感到痛苦一样。优秀者不仅由于与优秀者共同生活而更持续地发挥现有的品质,而且还将获得未曾拥有的品质,或者把已有的品质保持得更好;因为正如泰奥格尼斯所言,与善人共同生活能带来德性的长进;因此幸福者需要朋友。 此外,对于从更为自然学(物理学)的角度来考察这一定论的人而言,这一点也将按如下方式变得清晰。让我们不是从专门属于幸福者的属性出发,而是从所有人共同具有的属性出发来考察。那么,活着对所有动物而言在本质上都是愉悦的;人们将活着定义为:在无理性动物中是知觉的潜能,在人之中则是知觉或知解(思维)的潜能。而潜能是为了现实活动而存在的,主导性的东西存在于现实活动之中;因此,如果能够知觉或知解就是活着,那么现实活动中的知觉或知解本身就远远更是活着。因此,现实活动中的知觉或知解本身就是活着,而活着本身既是愉悦的也是善的,这主要是因为活着是某种被限定之物。而被限定之物属于善的本性,正如毕达哥拉斯学派所认为的那样;因为他们确实把被限定之物列于善的一栏。其次也因为万物都向往活着;而万物所向往之物,本身就是善的且愉悦的。但我所说的生活,并非指卑劣且充满无数灾难的生活;因为这样的生活是未加限定的,正如降临于其上的事件一样;关于这些,将在我们讨论快乐的地方加以阐述。 既然活着本身是善的且愉悦的,而一个人在自身中见到某种善且愉悦之物时便感到高兴和快乐,因此我们在知觉到自己活着时便感到高兴和快乐。因为正如我们在观看时知觉到自己在观看,在听闻时知觉到自己在听闻,在行走时知觉到自己在行走一样,我们确实知觉到自己活着,并且在知解与知觉时,我们认识到自己在知解与知觉。而知解与知觉,正是知觉者与知解者的存在本身;因此我们知解到我们的存在,并且总体上在我们之中存在着某种能力,我们凭此认识到自己在活动并活着。如果活着是善的,而在自身中意识到善本身就是愉悦的,因此认识到我们活着就是愉悦的。 既然在本性上善且愉悦的事物对优秀者而言也是善且愉悦的,优秀者活着便会感到快乐,并且比其他所有人更感到快乐,因为他自己的生活更值得选择、更愉悦、更至福。而且他在认识到自己活着时会感到快乐;而活着就是知解;因此优秀者在认识到自己知解时感到快乐。 优秀者对待朋友如同对待自己,因为朋友是另一个自己;那么显然,正如他自身的存有与活着对他而言是值得选择且愉悦的,他也同样寻求朋友的存有,也就是寻求朋友在知解;因为存有与活着就是知解。正如他在认识到自己在知解时感到高兴,认识到朋友在知解对他而言同样是愉悦且值得选择的;然而,认识到朋友在知解,只有当他认识到朋友所知解的具体内容、而不仅仅是知道朋友在思维时,才是处于现实活动之中的。而这只能在彼此共同生活、分享言论与思想之中实现;因为人们正是以这种方式被称为共同生活的;因为共同生活并不是处在同一个地方,正如在牲畜那里是在同一个地方吃草一样。因此,与朋友共处对优秀者而言是值得选择的且是愉悦的;而对他而言值得选择之物,必须属于他;否则他将在这部分有所匮乏,而这与幸福是对立的。因此,将要获得幸福的人必然需要卓越的朋友。
- 9.τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως
τῆς τοῦ ἀγαθοῦ φύσεως 作表语性属格(所属属格),补出省略的系动词 ἐστί,意为“被限定之物属于善的本性”。
- 9.τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ
属于前置先取构词(prolepsis),即从属从句(ὅτι 从句)的逻辑主语 ὁ φίλος 被前置提升为主控动词 γινώσκειν 的直接宾语(宾格 τὸν φίλον),意为“认识到朋友在知解”。
