- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:202.14-203.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕幸福者是否需要朋友的问题,本文对比了因自足而认为无需朋友的观点,以及因朋友是最大外在善、行善对象及人类共通本性而主张需要朋友的观点,并论证幸福者唯有通过观照真正朋友的高尚行为才能获得最完满的快乐,因而是需要朋友的。
〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉#1 〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉 Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν εὐδαιμόνων, εἰ δεήσει φίλων αὐτοῖς ἢ μή. φασὶ γὰρ μὴ χρείαν εἶναι τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· αὐτάρκεις γὰρ ὄντες καὶ πάντα ἔχοντες τὰ ἀγαθά, πῶς ἂν ἄλλων δέοιντο; καὶ γὰρ οἱ φίλοι δέονται τῶν φίλων καὶ καρποῦνται δι’ ἐκείνων ἃ δι’ ἑαυτῶν οὐ δύνανται κτᾶσθαι· καὶ γὰρ ὁ φίλος ἄλλος αὐτός. ἐπεὶ δὲ αὐτοῖς οἱ εὐδαίμονες ἀρκοῦσιν, οὐ χρείαν ἔχουσι φίλων, διὰ τοῦτό φασιν ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ χρείαν εἶναι τοῖς εὐδαίμοσι φίλων. καθ’ ἕτερον δὲ λόγον ἄτοπον ἔοικεν εἶναι τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι,1 ὃ τῶν ἐκτὸς ἀγαθῶν τὸ μέγιστον εἶναι δοκεῖ, ἄλλως τε καὶ ὅτι τὸ μὲν εὐεργετεῖν ἀναγκαῖόν ἐστι πρὸς τὴν εὐδαιμονίαν, ἡ δὲ καλλίστη καὶ μάλιστα ἐπαινουμένη εὐεργεσία πρὸς τοὺς φίλους ἐστίν· ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν, ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν.2 μάλιστα γὰρ φίλῳ προσήκει τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· καὶ κάλλιον εὐεργετεῖν φίλους ἢ ὀθνείους καὶ ἀγνῶτας καὶ μηδὲν προσήκοντας οὔτε τῶν ἠθῶν ἕνεκα οὔτε τῆς πολιτείας. διὰ ταῦτα δὴ φαίνεται δεῖσθαι φίλων τὸν εὐδαίμονα, καὶ τούτου ἕνεκα καὶ ζητεῖται, πότερον ἐν εὐτυχίαις χρεία φίλων μᾶλλον ἢ ἐν ἀτυχίαις. δεῖ γὰρ καὶ ἀτυχοῦντι φίλων βοηθούντων καὶ ἐπανορθούντων αὐτῷ τὴν τύχην καὶ τῷ εὐτυχοῦντι, ἵνα εὐεργετεῖν δύνηται. ἔτι δὲ ἄτοπον κἀκεῖνο, τὸν μονώτην καὶ ἑαυτῷ μόνῳ ζῶντα μακάριον οἴεσθαι· ἡ μὲν γὰρ εὐδαιμονία αἱρετόν, τὸ δὲ μονώτης εἶναι οὐδεὶς ἂν ἕλοιτο· οὐδεὶς γὰρ βούλεται καθ’ ἑαυτὸν πάντα ἔχειν τὰ ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ φύσει ὀρέγεται μετὰ ἄλλων ζῆν. ταῦτα δὲ ὑπάρχει καὶ τῷ εὐδαίμονι καὶ συζῆν βούλεται· τὰ γὰρ φύσει ἀγαθὰ καὶ αὐτὸς ἔχει· εἰ δὲ συζῆν ἀνάγκη τὸν εὐδαίμονα, φανερὸν ὅτι τοῖς βελτίστοις τῶν ἀνθρώπων καὶ οἰκειοτάτοις· οἵ δέ εἰσιν οἱ φίλοι καὶ οἱ ἐπιεικεῖς, μεθ’ ὧν βέλτιον καὶ ἥδιον συνημερεύειν ἢ μετὰ ὀθνείων καὶ τῶν τυχόντων· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. λυτέον δὲ τοὺς πρώτους λόγους, δι’ οὓς ἐδόκει μὴ δεῖν φίλων τοῖς μακαρίοις· καὶ ῥητέον τί λέγουσι καὶ πῇ ἀληθεύουσι. λέγομεν τοίνυν, ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι καὶ οὐ διὰ τὸ ἀγαθὸν ἀλλὰ διὰ τὴν χρείαν ἀγαπωμένους καὶ ἔτι τοὺς διὰ τὴν ἡδονήν· τούτων δὲ ὁ εὐδαίμων οὐ δεῖται, τοῦ μὲν χρησίμου, ὅτι πάντα ἔχει τὰ ἀγαθά, τοῦ δὲ ἡδέος, ὅτι ἡδὺς ὁ βίος αὐτῷ καὶ οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς. οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων, τῶν ὡς ἀληθῶς φίλων, ὅσοι διὰ τὴν ἀρετὴν φιλοῦνται καὶ τὸ ἀγαθόν. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ δῆλον ἐκεῖθεν. καθάπερ γὰρ ἐν ἀρχῇ εἴρηται, ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δὲ ἐνέργεια φανερὸν ὅτι γίνεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ οὐ γέγονε καὶ ὑπάρχει ἤδη καθάπερ τι κτῆμα· συνίσταται μὲν οὖν ἡ εὐδαιμονία ἐν τῷ ζῆν καὶ πράττειν. 〈τὸ γὰρ ζῆν κατ’ ἀρετὴν καὶ πράττειν〉 τὰ σπουδαῖα εὐδαιμονεῖν ἐστιν. ἐπεὶ δὲ ἡ τοιαύτη ἐνέργεια ἡδεῖά ἐστι τῷ σπουδαίῳ, ὅτι τε ἀγαθὴ καὶ ἡδεῖα καθ’ ἑαυτήν, ὡς ἐν ἀρχῇ εἴρηται, καὶ ὅτι οἰκεία αὐτῷ, τὸ ἄρα θεωρεῖν τὴν τοιαύτην ἐνέργειαν ἥδιστόν ἐστι τῷ εὐδαίμονι· θεωρεῖν δὲ τὰ τοῦ πέλας δυνάμεθα μᾶλλον ἢ τὰ οἰκεῖα καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς ἡμετέρας· ὁ ἄρα εὐδαίμων μάλιστα θεωρήσει τὰς τοῦ φίλου πράξεις, καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα.3 εἰ δὲ ἀνάγκη τὴν ἀγαθὴν ἡδονὴν ἥδεσθαι τὸν εὐδαίμονα, φανερὸν ὅτι χρεία τῷ εὐδαίμονι φίλων τοιούτων, εἴπερ θεωρεῖν αἱρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, οἷαί εἰσιν αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος.
〈论幸福者亦需要卓越的朋友。第十章〉#1 〈论幸福者亦需要卓越的朋友。第十章〉 关于幸福的人是否需要朋友,人们亦有争议。因为他们说,对于至福自足的人而言是没有需要的;因为他们既然自足并拥有一切善事物,又怎么会需要其他人呢?因为朋友需要朋友,并通过他们来收获那些靠自己无法获得的事物;因为朋友是另一个自己。而既然幸福者对自己而言已然足够,他们就不需要朋友;正因如此他们说:“既然神明善加赐予,何须朋友?” 故此,根据这些理由,幸福者似乎不需要朋友。但依另一派论述,把一切善事物都分派给幸福者,却不赋予他朋友——这被视为外在善事物中最大的一项——似乎是荒谬的,尤其是行善举对于幸福而言是必需的,而最美好、最受赞颂的善举是针对朋友的;因此幸福者需要朋友,既然必须施行最优秀的善举。因为行善与受惠最适宜于朋友之间;而且对朋友行善,比对外邦人、陌生人以及无论在品性上还是在城邦政治上都毫无瓜葛的人行善,更为美好。正因为这些,幸福者显然需要朋友,并且正因如此人们也探讨:究竟是在顺境中更需要朋友,还是在逆境中更需要朋友。因为身处逆境者需要朋友来相助并扭转其处境,而身处顺境者也需要朋友,以便能够施行善举。再者,认为孤独一身、仅为自己而活的人是至福的,这也是荒谬的。因为幸福是值得选择之物,但做个孤独者却没有人会选择;因为没有人愿意独自一人拥有一切善事物。因为人是城邦动物,依本性渴望与他人共同生活。而这些也属于幸福者,他也愿意共同生活;因为他自己也拥有本性上的善事物;而如果幸福者必然要与人共处,显然必须是与最优秀的人以及最亲近的人共处。而这些人就是朋友与公道者,与他们朝夕共处,比与外人及偶遇者共处更美好、更愉快;因此幸福者需要朋友。但必须化解最初的那些论据——此前正是据此,至福者似乎不需要朋友;并且必须说明他们所言何意,在何种意义上所说为真。我们因此指出,大众认为朋友就是有用之人,即那些不是因善而是因匮乏而被爱者,此外还有因快乐而被爱者;但幸福者不需要这类朋友——不需要有用者,因为他已拥有一切善事物;不需要令人愉悦者,因为他的生活对自己而言已然愉快,不需要外来的快乐。而正因为他不需要这等朋友,他便看似不需要朋友——即那些真正是朋友、凡因美德与善而被爱的人。但这并不是真的;这一点从下述考察中便显而易见。因为正如开篇所言,幸福是一种现实活动。显而易见,现实活动处于生成之中,并在生成过程中拥有其存在,而不是像某种财产那样已经生成完毕且现成存在;因此,幸福存在于生活与践行之中。因为依美德生活并践行卓越之事,就是处于幸福之中。而既然这样的现实活动对优秀者而言是愉悦的——正如开篇所言,既因为其本身是善的且愉悦的,又因为它与他是亲近相宜的——因此,观照这样的现实活动对幸福者而言便是最愉悦的;然而相比于我们自己的事务,我们更能观照邻人的事务;相比于我们自己的行为,我们更能观照他们的行为;因此幸福者最能观照朋友的行为,而且由于这些行为是善的,他会感到最大的愉悦。如果幸福者必然要享受良善的快乐,显而易见幸福者就需要这样的朋友,只要他确实选择去观照那些公道且与己相宜的行为——诸如善人在作为朋友时所发出的那些行为。
- 9.τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι
带不定式的宾格短语在此作整个句子的主语,谓语部分是 ἄτοπον ἔοικεν εἶναι(似乎是荒谬的)。分词 ἀπονέμοντας 采用宾格,作为不定式 ἀποδιδόναι 的逻辑主语(泛指‘那些分派……的人’),其后的关系代词 ὃ(ὃ τῶν ἐκτὸς ἀγαθῶν...)在中性单数上照应先行词 φίλους(作为‘朋友’这一概念/事物)。
- 9.ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν
在 χρεία(需要)之后,不定式短语 τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν 带有同源宾格('施行最优秀的善举')。连词 ἐπεὶ 引导原因从句('既然……'),作为前句 ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν 的依据。
- 9.καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα
ἀγαθαῖς οὔσαις 是阴性与格复数的分词短语,与前文的行为(ταῖς πράξεσι)保持一致,配合动词 ἥδεσθαι 支配与格的用法(或表示原因,'正因为是善的')。连词组合 καὶ... δέ 起强调与追加作用('而且……')。
