- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:201.2-202.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯论证了真正的自我乃是灵魂中作为主宰部分的理智,因而通过高尚德性活动满足理智的优秀者才是真正的自爱者;他通过说明为朋友和祖国舍弃现世利益甚至生命的善人正是借此为自身赢得了最伟大的善,从而化解了开篇的疑难。
〈Περὶ τῆς φιλαυτίας. κεφ. θ'.〉#2 ὁ δὲ τῷ κυριωτάτῳ ἑαυτοῦ χαριζόμενος, οὗτος μάλιστα χαρίζεται ἑαυτῷ. καὶ γὰρ ὥσπερ πόλις ἐστὶ μάλιστα τὸ κυριώτατον τῆς πόλεως καὶ οἱ ἄριστοι τῶν πολιτῶν, οὕτω καὶ ἄνθρωπός ἐστι μάλιστα τὸ κυριώτατον τῶν ἐν τῷ ἀνθρώπῳ. διὰ τοῦτο καὶ φίλαυτος μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος· ἐπεὶ καὶ ἐγκρατής τις ἢ ἀκρατὴς λέγεται οὐ τῷ ἁπλῶς κρατεῖν ἢ κρατεῖσθαι ἀλλὰ τῷ τὸν νοῦν ἢ ἄρχειν τῶν παθῶν ἢ ἄρχεσθαι· ὥστε τοῦ μὲν νοῦ κρατοῦντος αὐτός τις λέγεται κρατεῖν, τῶν δὲ παθῶν κρατούντων οὐκ αὐτὸς κρατεῖν ἀλλὰ μᾶλλον κρατεῖσθαι. ὅθεν φανερόν, ὅτι αὐτός τίς ἐστι μάλιστα ἕκαστος τὸ αὑτοῦ διανοητικόν· καὶ ὁ τὸ ἑαυτοῦ διανοητικὸν ἀγαπῶν καὶ πάντα τρόπον αὐτῷ χαριζόμενος φίλαυτος εἰκότως ἂν λέγοιτο καθ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον, ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος καὶ ἡ τοῦ ἀγαθοῦ ὄρεξις τῆς φαύλης ἐπιθυμίας. ἐπεὶ τοίνυν τοὺς σπουδαίους καὶ ἐπιεικεῖς ἐπαινοῦσι καὶ ἀποδέχονται πάντες, δεῖ δὲ πάντας ἐπιεικεῖς εἶναι (καὶ γὰρ πάντων εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά,1 καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ), φανερὸν ὅτι δέον ἐστὶ τὸν μὲν ἀγαθὸν φίλαυτον εἶναι. καὶ γὰρ αὐτός τε ἑαυτὸν ὠφελήσει τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα κινήσει· τὸν δὲ μοχθηρὸν οὐκέτι. φιλῶν γὰρ καὶ χαριζόμενος ἑαυτῷ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας, πάθεσιν ἑπόμενος φαύλοις· ἐπεὶ παρὰ μὲν τῷ σπουδαίῳ ταὐτόν ἐστιν ὃ πράττει καὶ ὃ πράττειν προσήκει· καὶ γὰρ πᾶς μὲν 〈ἀνὴρ ἀγαθὸς ὁ νοῦς αὑτοῦ ἐστιν· ὁ〉 νοῦς 〈δὲ〉 αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ· οἱ δὲ πειθαρχοῦσι καὶ ἀκολουθοῦσι τῷ νῷ· παρὰ δὲ τοῖς φαύλοις τὸ δέον καὶ ὃ ποιοῦσι διαφωνεῖ· καὶ διὰ τοῦτο τοὺς μὲν οὐ δεῖ φιλαύτους εἶναι, τοὺς δὲ ἑαυτοὺς μάλιστα προσήκει φιλεῖν. οὕτω μὲν οὖν ὁ ἀληθὴς διώρισται λόγος. λυτέον δὲ καὶ τὸν πρῶτον λόγον, δι’ ὃν ἐδόκει τὸν ἀγαθὸν μὴ εἶναι φίλαυτον, ὅτι τῶν μὲν ἑαυτοῦ ἀμελεῖ, ζητεῖ δὲ τὰ τῶν φίλων καὶ τῆς πατρίδος ἀγαθά, ὑπὲρ ὧν καὶ ἀποθνήσκει δεῆσαν. ὅτι μὲν οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ἀληθές ἐστιν. οὐ μὴν διὰ τοῦτο ῥητέον αὐτὸν μὴ μάλιστα φίλαυτον εἶναι· δι’ αὐτὰ μὲν οὖν φαίνεται φίλαυτος εἶναι. καὶ γὰρ ἀντὶ μεγάλων μικρὰ προΐεται, καὶ τὰ μικρὰ ῥίπτων τὰ μέγιστα τῶν ἀγαθῶν ἑαυτῷ περιποιεῖται· τοῖς μὲν γὰρ φίλοις καὶ τῇ πατρίδι χρήματα καὶ τιμὰς καὶ τοιαῦτα παρέχει, ἑαυτῷ δὲ τὸ ἀγαθὸν καὶ καλὸν καὶ χρηστὸν καὶ φιλόπολιν εἶναι καὶ τὰ τοιαῦτα, ὧν ἐκεῖνα πάντα ἐλάττω· καὶ ὅταν δὲ ὑπὲρ τῶν φίλων καὶ τῆς πόλεως ἀποθάνῃ καὶ τὴν ἑαυτοῦ πρόηται ζωήν, μείζω ἐκέρδανεν ἢ προήκατο. αἱρεῖται γὰρ ὀλίγον 〈χρόνον〉ἡσθῆναι σφόδρα τὴν ἀγαθὴν καὶ ἐπαινετὴν ἡδονὴν ἢ πολλὴν ἠρέμα· καὶ βέλτιον αὑτῷ εἶναι ἡγεῖται τὸν βίον μικρὸν ὄντα μεγάλων γέμειν κατορθωμάτων, ἢ μακρὸν βιώσαντα μὴ οὕτως ἐπαινετὸν εἶναι, καὶ μίαν πρᾶξιν ποιῆσαι καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς. ταῦτα γὰρ ἐκείνων καλλίω. καὶ πράξεις δὲ σπουδαίας ἐνίοτε προΐεται τῷ φίλῳ, καὶ ἐξὸν αὐτὸν πράττειν,2 ἐκείνῳ τῆς φιλοτιμίας παραχωρεῖ, καὶ τηνικαῦτα δὲ τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει· κάλλιον γὰρ τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι.3 διὰ ταῦτα δὴ εἰκότως δοκεῖ σπουδαῖος εἶναι ἀντὶ πάντων αἱρούμενος τὸ καλὸν καὶ τὸ πλέον ζητῶν ἐν τοῖς ἀγαθοῖς καὶ σπουδαίοις. φαίνεται τοίνυν μάλιστα ἑαυτὸν φιλῶν ὁ σπουδαῖος καὶ ἑαυτῷ τοῦ καλοῦ τὸ πλέον ἑκάστοτε νέμων. οὕτω μὲν οὖν δεῖ φίλαυτον εἶναι, καθάπερ εἴρηται, ὡς δὲ οἱ πολλοί, οὐ χρή· ὅπως μὲν οὖν δεῖ μάλιστα φιλεῖν ἑαυτόν, ἐπὶ τοσοῦτον εἰρήσθω.
〈论自爱。第九章〉#2而取悦自身中最具主宰性部分的人,此人最是在取悦自身。因为正如城邦最主要的是城邦中具主宰性的部分和公民中最优秀的人一样,人也最主要的是人里面最具主宰性的东西。正因如此,爱这个部分并取悦这个部分的人,最是自爱者;因为一个人被称为自制还是无自制,不在于单纯地克制或被克制,而在于理智是统治情感还是被情感统治;因此,当理智处于支配地位时,说是人自己处于支配,而当情感处于支配时,则不是他自己处于支配,而是毋宁说被支配。由此显而易见,每个人自身最主要的就是他自己的理智部分;而爱自己的理智部分并千方百计取悦它的人,理所当然可以被称为自爱者——但这是按照不同于受指责的那种自爱者的另一种形态而言的,其差异之大,正如同依理性生活与依情感生活之别,善的意欲与卑劣欲望之别。 因此,既然众人都称赞并接纳优秀而公道的人,且所有人都应当是公道的(因为若所有人都争相趋向高尚,竭力实践最美好的事物,一切善事物就都会到来,无论对众人共同而言还是对每个人个别而言),显然善人应当是自爱者。因为他既通过实践高尚之举使自己受益,也会推动其他人趋向同等之事;但卑劣者则不再〔应当是自爱者〕。因为他在爱自己和取悦自己时,顺从卑劣的情感,既会伤害自己,也会伤害邻人;因为对于优秀者而言,他所做之事与他应当做之事是同一的;因为每一个善人都是他自己的理智,而理智为自己选择至善之物;他们服从并跟从理智;但在卑劣者那里,应当做的事与他们所做的事是冲突的;正因如此,后者不应当是自爱者,而前者则应当最爱自己。 至此,真实的论证便已界定清楚。但还必须化解第一派论证,先前正是根据该论证,善人似乎不是自爱者,理由是他忽视自己的私利,谋求朋友和祖国的善事物,必要时甚至为之牺牲。优秀者确实是这样的人,这固然是真实的。然而绝不能因此就说他不是最自爱的人;相反,正是因为这些事,显露出他最是自爱者。因为他舍弃小事以换取大事,抛弃琐屑之物而为自己获取最伟大的善事物;因为他对朋友和祖国提供财富、荣誉及诸如此类之物,而留给自己的却是成为善、高尚、有德、爱国以及诸如此类,那些东西全都不及这些;即使当他为了朋友和城邦牺牲并舍弃自己的生命时,他所赚得的也比所舍弃的更大。因为他宁愿在短时间内强烈享受美好而值得称赞的快乐,也不愿在长时间内平淡地享受〔快乐〕;他认为自己的一生虽短却充满伟大的功绩,胜过活得长久却不那么受赞颂,行一件高尚而伟大的行为,胜过行许多微小的行为。因为这些比那些更为美好。有时他甚至将卓越的行动让给朋友,尽管自己完全可以去行,却把争夺荣誉的机会让给对方,即便在那时,他也是把更大的善分配给了自己;因为成为朋友高尚之举的原因,比自己亲身践行还要更为美好。正是因为这些,他理所当然被视为优秀者,因为他选择高尚以取代一切,并在善与卓越的事物中谋求更大的份额。 由此显而易见,优秀者最是爱自己,并在每次都将高尚中更大的份额分给自己。因此,如前所述,人应当成为这样的自爱者,而不应当像大众那样自爱;关于应当如何最爱自己,就说到这里为止。
- 9.καὶ γὰρ πάντων εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά
在括号内的解释性从句中,独立属格结构(πάντων... ἁμιλλωμένων καὶ διατεινομένων)之后接未来不定式 ἀπαντήσειν。该不定式在句法上受前文非人称动词 δεῖ 支配,或者体现为一种间接引语表达,表示对必然结果的预见(“若众人都争相……,一切善事都必将来临”)。
- 9.ἐξὸν αὐτὸν πράττειν
由非人称动词 ἔξεστι(可能/许可)的中性单数宾格分词 ἐξόν 构成的独立宾格结构(accusative absolute),表让步(“尽管他自己本可以去做”)。αὐτόν 充当不定式 πράττειν 的逻辑主语。
- 9.κάλλιον γὰρ τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι
以比较级形容词 κάλλιον 为谓语的比较结构。后置的带冠词不定式短语 τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι(成为朋友高尚之举的原因)作主语,而 τοῦ αὐτὸν πρᾶξαι(比起自己去行)则是比较属格(genitive of comparison),其中 αὐτόν 是不定式 πρᾶξαι 的逻辑主语。
