← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§199.31-201.2

自爱的难题与两种自爱者的区分

本节基于亚里士多德《尼各马可伦理学》第九卷第八章,探讨自爱(philautia)之难题:人应当最爱自己还是最爱他人。注疏者调解了将自爱视为可耻的流行看法与认为友爱源于对自身关系之说之间的冲突,通过区分两种“自爱者”——追求外在利益的庸人与追求德性并顺从理智的真正自爱者——来化解这一悖论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Περὶ τῆς φιλαυτίας. κεφ. θ'.〉#1 〈Περὶ τῆς φιλαυτίας. κεφ. θ’.〉 Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον ἑαυτὸν δεῖ φιλεῖν μάλιστα ἢ ἄλλον τινά. δοκεῖ γὰρ τὸ ἑαυτὸν μάλιστα φιλεῖν οὐκ ἀγαθῶν ἀνδρῶν εἶναι καὶ διὰ τοῦτο ἐπιτιμῶνται οἱ ἑαυτοὺς μάλιστα ἀγαπῶντες καὶ ὡς ἐν αἰσχρῷ φίλαυτοι ἀποκαλοῦνται· ἔτι δὲ καὶ ὅτι ὁ μὲν φαῦλος δοκεῖ πάντα πράττειν ἑαυτοῦ χάριν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ φαυλότερος· καὶ ἐγκαλεῖται διὰ τοῦτο, ὅτι οὐδὲν τῶν ἰδίων πλέον ἐπιζητεῖ1 ἀλλ’ ἑαυτοῦ χάριν πάντα ποιεῖ· ὁ δὲ ἐπιεικὴς διὰ τὸ καλὸν πάντα πράττει καὶ τοσούτῳ μᾶλλον ὅσῳ βελτίων καὶ ἐπιεικέστερος καὶ διὰ τὸν φίλον καὶ ἵνα δῷ τοῖς ἄλλοις τυχεῖν, ὧν δέονται, παρίησι τὰ ἑαυτοῦ· διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ δεῖν μάλιστα πάντων φιλεῖν ἑαυτόν. τούτοις δὲ τὰ ἔργα διαφωνεῖ, καὶ οὐκ ἀλόγως. φασὶ γὰρ δέον εἶναι μάλιστα φιλεῖν τὸν μάλιστα φίλον, μάλιστα δὲ φίλος ὁ σῴζων πάντα τὰ φιλικὰ περὶ τὸν φιλούμενον· φιλικὰ δέ ἐστι τὸ βούλεσθαι τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται τοῦτο, καὶ τὸ συζῆν μάλιστα ζητεῖν καὶ τὸ συναλγεῖν καὶ συγχαίρειν· ταῦτα δὲ πάντα αὐτός τις ἑαυτῷ ἀπονέμει, καὶ ἀπὸ τῶν πρὸς ἑαυτὸν καὶ τὰ πρὸς τοὺς φίλους ἐλήφθη, καθὼς ἐν τῷ δ’ εἴρηται κεφαλαίῳ. τούτοις δὲ καὶ αἱ παροιμίαι πᾶσαι μαρτυροῦσι. τοὺς γὰρ σφόδρα φίλους δηλοῦντες “μία ψυχή” φασιν· ἔτι δὲ καὶ τὸ “κοινὰ τὰ τῶν φίλων” εἰς τοῦτο φέρει καὶ “ἰσότης φιλότης” καὶ “γόνυ κνήμης ἔγγιον”. εἰ γὰρ τὸ κοινὸν καὶ ἡ ἰσότης καὶ τὸ ἔγγιστα φιλία, τί γένοιτ’ ἂν ἑκάστῳ φιλικώτερον ἑαυτοῦ; μάλιστα ἄρα φίλος αὐτὸς ἑαυτῷ. εἰ δὲ τὸν μάλιστα φίλον μάλιστα δεῖ φιλεῖν, ἑαυτὸν δεῖ μάλιστα φιλεῖν. οὕτω τοίνυν ἀμφοτέρων μὲν λόγων ἀληθῶν εἶναι δοκούντων, εἰκότως ἀπορεῖται ποτέρῳ δέον ἀκολουθεῖν. εὑρήσομεν δὲ διελόντες καὶ διορισάμενοι, ἐφ’ ὅσον καὶ πῶς ἑκάτερος ἀληθεύει. εἰ γὰρ λάβοιμεν τὴν τοῦ φιλαύτου σημασίαν, ὃ βούλεται παρ’ ἑκατέρῳ τῶν λόγων, δῆλον τὸ ζητούμενον γένοιτ’ ἄν. ὁ μὲν οὖν πρῶτος λόγος αὐτὸ φιλαύτους καλεῖ οὐ τοὺς ἑαυτοὺς φιλοῦντας ἁπλῶς ἀλλὰ τοὺς ζητοῦντας ἑαυτοῖς ἀπονέμειν τὸ πλέον, οὐκ ἐν τῷ ἀγαθῷ καὶ τῇ ἀρετῇ ἀλλ’ ἐν χρήμασι καὶ τιμαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέγονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντα, διὸ καὶ περιμάχητά ἐστιν. οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς· τοιοῦτοι δ’ εἰσὶν οἱ πολλοί· διὰ τοῦτο καὶ τούτοις ἡ προσηγορία γέγονε. τοῖς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον γινομένοις τὰ ὀνόματα τίθεται· τὰ δὲ σπάνια οὐδὲ σφόδρα ὀνομάζονται· καὶ γὰρ τούτων ἔνια οὐδὲ γινώσκονται. εἰσὶ δὲ οἱ μὲν φαῦλοι καὶ τὰ δοκοῦντα ἀγαθὰ ἑαυτοῖς ἀπονέμοντες πολλοί, οἱ δὲ σπουδαῖοι σπάνιοι. διὰ τοῦτο τοὺς πολλοὺς [ὀνομάζουσι] φαύλους ὄντας καὶ φιλαύτους ἀποκαλοῦσιν· οἱ δὴ οὕτω φίλαυτοι καὶ δικαίως ἐγκαλοῦνται. ὅτι δὲ τοὺς φαύλως ἔχοντας περὶ τὰς ἐπιθυμίας φιλαύτους οἱ πολλοὶ καλοῦσιν, οὐκ ἄδηλον. εἰ γάρ τις ἀεὶ σπουδάζει τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετὰς καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς αὐτὸν ἐρεῖ2 φίλαυτον οὐδὲ ψέξει. ὁ μὲν οὖν πρῶτος λόγος φίλαυτον ὀνομάζει τὸν φαύλως ἑαυτὸν φιλοῦντα καὶ διὰ τοῦτο ἀληθής ἐστιν· οὐ γὰρ δεῖ τοῦτον τὸν τρόπον φιλεῖν ἑαυτόν· ὁ δὲ δεύτερος τὸν σπουδαῖον καὶ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν περιποιούμενον ἑαυτῷ μάλιστα φησι φιλεῖν ἑαυτόν. ὃς καὶ φίλαυτος δόξειεν ἂν εἶναι μᾶλλον εἰκότως· ἑαυτῷ γὰρ χαρίζεται· τῷ γὰρ κυριωτάτῳ ἑαυτοῦ, τῷ διανοητικῷ, τὰ κάλλιστα καὶ μάλιστα ἀποδίδωσιν ἀγαθά.

〈论自爱。第九章〉#1 〈论自爱。第九章〉 这些事情谈到这里就足够了。但还有一点必须探究:究竟是应当最爱自己,还是最爱其他人。因为最爱自己似乎不属于善人,正因如此,最爱自己的人受到斥责,并被耻辱地辱骂为“自爱者”;而且还因为,卑劣者似乎一切都为了自己而行事,越是卑劣就越是如此;并且他因此受到责难,因为他不追求任何超出私利之事,反而一切都为了自己而做;而公道之人一切都为了高尚而行事,越是善良和公道就越是如此,并且为了朋友行事,为了让其他人获得他们所需之物而放弃自己的利益;因此,基于这些理由,人们似乎不应当最爱自己。 然而事实与这些论点不合,这也并非没有道理。因为人们说,应当最爱最亲密的朋友,而最亲密的朋友乃是对所爱之人保持一切友爱特征的人;友爱的特征包括:为了朋友本人的缘故而希望他得享善事物,即使无人知晓也是如此;尤其寻求一同生活,同悲同喜;但每个人都将所有这些赋予了自身,正如在第四章中所说,对待朋友的关系正是从对待自身的关系中引申出来的。所有的谚语也为此作证。因为人们在指称极其亲密的朋友时说“同心一魄”;此外,“朋友之物共有”也指向这一点,“平等即友爱”以及“膝近于胫”亦是如此。因为若共有、平等和最近之物就是友爱,那么对每个人而言,还有什么能比自身更为亲近友好呢?因此,每个人对自己而言最是朋友。如果应当最爱最亲密的朋友,那么就应当最爱自己。 既然两派论点似乎都是真实的,人们自然会感到困惑:究竟应当依从哪一方。但只要我们区分并界定每一方在何种程度上以及如何言之成理,我们就会找到答案。因为如果我们把握了“自爱者”在两派论点中所指的含义,所探求的问题就会明了。 第一派论点称之为“自爱者”的,并不是那些单纯爱自己的人,而是那些谋求把更大份额分给自己的人——不是在善与德性上,而是在财富、荣誉和肉体快乐上;因为大众渴望这些东西,并且把它们当作至善之物加以热衷,所以这些东西也是争夺的对象。在这些事上贪得无厌的人顺从自己的欲望,总而言之顺从情感,以及顺从灵魂的无理性部分;而大多数人都是如此;因此,这一称谓也就落到了这些人身上。因为名称是根据绝大多数发生的情况确立的;而罕见的情况则根本不太命名;甚至其中有些根本不为人所知。卑劣且把表面上的善分配给自己的人很多,而优秀的人却很罕见。正因如此,人们把身为卑劣者的大多数人称为自爱者;而以这种方式自爱的人确实是理应受到责难的。大众把在欲望上处于卑劣状态的人称为自爱者,这一点并非不明显。因为如果有人总是最热衷于亲自实践正义之事,或节制之事,或任何其他合乎德性之事,且总而言之总是为自己获取高尚之物,绝不会有人称他为自爱者,也不会责备他。 因此,第一派论点将以卑劣方式爱自己的人称为自爱者,正因如此它是真实的;因为人不应当以这种方式爱自己;而第二派论点则说,为自己获取德性与善的优秀之人才是最爱自己的。而这样的人似乎更合乎情理地是自爱者;因为他在取悦自身;因为他将最美好、最伟大的善,赋予了自身中最具主宰性的部分,即理智部分。

语法注2 条
  1. 9.οὐδὲν τῶν ἰδίων πλέον ἐπιζητεῖ

    中性比较级 πλέον 支配属格 τῶν ἰδίων,表示比较性的超越或分离(“不追求任何超出自身私利之事”)。在语法上,τῶν ἰδίων 亦可被理解为表示范围的部分属格(“在私利中不再多求”),但鉴于后文紧随的 ἀλλ’ ἑαυτοῦ χάριν πάντα ποιεῖ(反而一切都为了自己而做)构成鲜明对比,采取前者解作“不谋求任何超越自身狭隘利益之事”更为契合文意。

  2. 9.εἰ γάρ τις ἀεὶ σπουδάζει τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετὰς καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς αὐτὸν ἐρεῖ

    这是一个语气交替的混合条件句:条件从句前半部分使用现在直说语气(σπουδάζει)提出普遍的事实假设,而在后半部分概括句(καὶ ὅλως...)中转为现在愿望语气(περιποιοῖτο),主句则采用将来直说语气(οὐδεὶς ἐρεῖ)。这种由直说向愿望语气的过渡,使概括性的原则带有假设性色彩,随后得出确定的将来否定断言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:199.31-201.2