- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:19.6-20.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯考察了梭伦所谓人在生前不可妄称幸福的疑难,以及后代的际遇是否会影响死者幸福的问题。他论证道,幸福的本质在于持久的德性活动而非易变的运气,因此人在活着践行德性之时就应当被真正称为幸福。
Εἰ δεῖ ζῶντας μακαρίζειν. κεφ. ιζʹ#1 Εἰ δεῖ ζῶντας μακαρίζειν. κεφ. ιζʹ. Πότερον οὖν οὐδ’ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονίζειν ἄξιον ἕως ἂν ζῇ, ἀλλὰ χρεὼν τὸ τέλος ὁρᾶν, καθά φησι Σόλων; καὶ εἰ τοῦτο θήσομεν, ἔσται ἄρα τις εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο γε παντελῶς ἄτοπον ἐν τῷ τεθνάναι τὴν εὐδαιμονίαν λαβεῖν,1 ἄλλως τε καὶ ὅτι ἡ εὐδαιμονία ἔν τινι ἐνεργείᾳ ἐστίν. ἐκ τούτου δὲ φαίνεται μᾶλλον ἐν ἀργίᾳ παντελεῖ εἶναι. λέγομεν δέ, ὅτι οὔτε ἡμεῖς οὔτε ὁ Σόλων τὸν τεθνεῶτα μακαρίζει διὰ τὸ τεθνάναι, ἀλλ’ ὅτι μέχρι παντὸς ὁ βίος αὐτῷ μακάριος ἦν, καὶ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον, ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ δυστυχημάτων. πάλιν δὲ οὐκ ἀρκοῦσα ἡ λύσις δοκεῖ. ἀπορία γάρ ἐστιν ἔτι, εἰ λέγομεν εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν [τι] καὶ ἀγαθόν, μὴ αἰσθανομένῳ δέ, ὥσπερ καὶ τῷ ζῶντι. μακαρίζεται γὰρ καὶ ταλανίζεται καὶ ἀτιμάζεται καὶ τιμᾶται· καὶ τέκνων δὲ καὶ ἀπογόνων εὐπραξίαι εἰς τὴν εὐδαιμονίαν αὐτοῖς λογίζονται· εὐδαίμονες γὰρ καὶ μακάριοι διὰ τὴν τῶν ἀπογόνων εὐδαιμονίαν, καθάπερ δυστυχεῖς διὰ τὴν αὐτῶν δυστυχίαν· ἀπορίαν γὰρ καὶ τοῦτο παρέχει. τῷ γὰρ μακαρίως βεβιωκότι καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς ἐκβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατ’ ἀξίαν, τοὺς δὲ ἐξ ἐναντίας. ἄτοπον δὲ γένοιτ’ ἄν, εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ποτὲ μὲν εὐδαίμων, πάλιν δὲ ἄθλιος. ἄτοπον δὲ πάλιν κἀκεῖνο δοκεῖ, τὸ μὴ κοινωνεῖν τοὺς ζῶντας τοῖς ἀπελθοῦσι τῆς τύχης2 διὰ τὴν ἐκ τοῦ γένους οἰκειότητα. ἀλλ’ ἐπανιτέον ἐπὶ τὴν προτέραν ἀπορίαν καὶ ζητῶμεν, εἰ οὐ δεῖ ζῶντας ἀλλὰ μετὰ τελευτὴν μακαρίζειν· τάχα γὰρ ἂν ἐξ ἐκείνης θεωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον. εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακαρίζειν ἕκαστον, οὐχ ὡς ὄντα διὰ τὸ τεθνάναι μακάριον ἀλλ’ ὅτι πρότερον μακάριος ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτε ἐστὶν εὐδαίμων, μὴ ἀληθεύσεται κατ’ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ,3 μηδὲ ἐροῦμεν αὐτὸν ἀληθῶς εὐδαίμονα, διὰ τὸ μὴ τοὺς ζῶντας ἐθέλειν εὐδαιμονίζειν, σκοποῦντας τὰς τοῦ βίου μεταβολὰς τῷ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπολαμβάνειν καὶ μηδαμῶς εὐμετάβολον, τὴν δὲ τύχην πᾶν τοὐναντίον; δῆλον γάρ, ὡς, εἰ συνακολουθοίημεν ταῖς τύχαις, τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκις, χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες καὶ σαθρῶς ἱδρυμένον. λέγομεν τοίνυν πρὸς τὴν ἀπορίαν, ὅτι τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν· οὐ γὰρ ἐν ταύταις ἡ εὐδαιμονία συνίσταται ἢ τοὐναντίον, ἀλλὰ προσδεῖται μὲν τούτων πρὸς τὴν εὐδαιμονίαν ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν· ἡ δὲ οὐσία τῆς εὐδαιμονίας οὐκ ἐν αὐταῖς ἀλλ’ ἐν τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ συνίσταται, καθὼς εἴρηται. μόνιμον γὰρ δεῖ εἶναι τὴν εὐδαιμονίαν· καὶ διὰ τοῦτο οὐ δυνατὸν αὐτὴν ἐν τοῖς ἀπὸ τύχης συνίστασθαι. καὶ τούτῳ μαρτυρεῖ ἡ προκειμένη ζήτησις· ἀπὸ τούτου γὰρ ἔλαβε τὴν ἀρχὴν τοῦ ὑποκεῖσθαι τὴν εὐδαιμονίαν μόνιμον εἶναι. περὶ οὐδὲν γὰρ τῶν ἀνθρωπίνων ἔργων τοσαύτη βεβαιότης ὑπάρχει, ὡς ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, ἐν αἷς ἡ εὐδαιμονία· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται τυγχάνουσι. τούτων δὲ πάλιν τῶν ἀρετῶν αἱ τιμιώτεραι μονιμώτεραι διὰ τὸ ζῆν ἐν αὐταῖς τοὺς μακαρίους μάλιστα καὶ συνεχέστατα, μὴ διακοπτομένης ποτὲ οὐδ’ ἐν ἐλαχίστῳ χρόνῳ τῆς περὶ τὰς πράξεις τῆς ἀρετῆς αὐτῶν ἐργασίας διὰ τὸ ἡδεῖαν αὐτοῖς τὴν τοιαύτην εἶναι ζωήν, καθὼς εἴρηται.
Εἰ δεῖ ζῶντας μακαρίζειν. κεφ. ιζʹ#1论是否应当称颂活着的人为至福。第十七章。 那么,是否正如梭伦所说,对于任何其他人,在其活着的时候也都不应当称其为幸福,而是必须看其终局呢?如果我们假定这一点,难道一个人在死去的那时才会是幸福的吗?或者,特别是既然幸福存在于某种活动之中,那么在死的状态中接受幸福岂不是完全荒谬的吗?因为从这一点看来,幸福毋宁会存在于彻底的无所作为之中。但我们说,无论我们还是梭伦,都不是因为死者死去了而称他为至福,而是因为他的生命直到终了都是至福的,并且因为在那个时候,人们才可以安全地称一个人为至福,因其已经脱离了诸般恶事与不幸。然而,这个解决方案似乎又是不充分的。因为仍然存在一个疑难:我们是否要说,正如活着的人一样,对于死去的人也有某种恶事和善事,只是他未曾觉知而已。因为死者既被称颂为至福也被哀悼,既受侮辱也得荣耀;而且子女与后代的顺利发达也被算作他们的幸福;因为他们因着后代的幸福而幸福受福,正如因着他们的不幸而不幸一样;因为这也引发了疑难。因为对于一个过着至福生活且合乎理性地死去的人来说,他的后代完全可能发生许多变故,他们中的一些人优秀并获得了与其价值相符的生活,另一些人则恰恰相反。如果死者也随之共同改变,时而变得幸福,时而又变得悲惨,那将是荒谬的。但另一方面,活着的人不因着同族的亲缘而与逝者分享其命运,这似乎也是荒谬的。然而我们必须回到前一个疑难,探究是否不应称活着的人、而应在死后才称其为至福;因为或许从那一疑难中,现在所探究的问题也能得到考察。如果果真必须看其终局并在那时才称每个人为至福(并非因其死去而成为至福,而是因为他此前曾是至福的),那么,当他正处于幸福之中时,属于他的事实却不能在他身上被如实道出,我们也不会称他为真正幸福的,这岂非荒谬?这仅仅是因为人们着眼于生命的变故而不愿称活着的人为幸福,认为幸福是某种持久且绝不易变的事物,而运气则完全相反。因为显然,如果我们追随运气的起伏,我们就会常常称同一个人为幸福,又称其为悲惨,从而把幸福之人表象为某种变色龙且根基脆弱。因此我们针对这一疑难回答说,追随运气绝非正确;因为幸福及其反面并不在于这些之中;然而正如我们所说,人类的生活为了幸福固然还额外需要这些,但幸福的本质并不在于它们,而在于依德性的活动,正如前面所说的。因为幸福必须是持久的;正因如此,幸福不可能由源于运气的事物所构成。眼前的探究也为此作证;因为它是从假定幸福是持久的这一前提开始的。因为在人类的各项事业中,没有任何一件具有如同依德性活动(幸福即存在于其中)那样巨大的稳定性;因为这些活动甚至比诸门科学都更为持久。而在这些德性中,更尊贵的德性又更为持久,因为受祝福的人最完全、最持续地生活在其中,围绕德性行为的践行甚至在极微小的时间里也绝不中断,因为正如所说的那样,这种生活对他们来说是令人愉悦的。
- 1.ἐν τῷ τεθνάναι τὴν εὐδαιμονίαν λαβεῖν
名词化完成时不定式 ἐν τῷ τεθνάναι(“在死的状态中”)充当表示状态的介词短语,修饰 λαβεῖν(“接受”或“获得”)。整个结构是在 ἄτοπον[ἐστί]支配下的宾格不定式句,紧承前文“死时才幸福”的发问,揭示其结论的荒谬。
- 1.τὸ μὴ κοινωνεῖν τοὺς ζῶντας τοῖς ἀπελθοῦσι τῆς τύχης
带有定冠词 τό 的整个不定式短语作 κἀκεῖνο 的同位语充当主语。动词 κοινωνεῖν 遵循“与[与格]之人分享[属格]之物”的句法,τοὺς ζῶντας 是不定式的逻辑主语(宾格),τοῖς ἀπελθοῦσι 是与之分享的对象(与格,“逝者/死者”),τῆς τύχης 则是被分享的事物(属格)。
- 1.μὴ ἀληθεύσεται κατ’ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ
在连词 εἰ 引导的从句中,动词 ἀληθεύσεται 是中被动态将来时,在此处作被动意义使用(“被如实道出/被确认为真”)。其主语是中性分词短语 τὸ ὑπάρχον αὐτῷ(“现属于他的事实”)。整个分句表达了一种反诘性荒谬:当一个人正处于幸福之中时,该事实却不能被如实断言在他身上。
