← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§1.3-2.27

人类行为的终极目的与最高善的存在

赫利奥多鲁斯转述了《尼各马可伦理学》第1卷第1至2章的论证,阐明一切活动都追求某种善目的,说明了诸技艺目的的层级以及建筑术式技艺的优先性,并通过避免欲望陷入空洞论证了终极目的(最高善)的必然存在,指出认识该目的对于人生具有重大助益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

Ὅτι ἔστι τι ἔσχατον τέλος, πρὸς ὃ πᾶσαι τάττονται αἱ ἀνθρώπιναι πράξεις. κεφ. αʹ. Ἐν πάσῃ τέχνῃ καὶ μεθόδῳ ἀγαθόν τι ζητοῦμεν· καὶ προαιρούμεθα δὲ καὶ πράττομεν ἐκεῖνα, ὅθεν ἀγαθόν τι προσδοκῶμεν λαβεῖν. διὰ τοῦτο καλῶς ἀπεφήναντο ἐκεῖνο εἶναι τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐ μόνον τὰ λογισμῷ κινούμενα ἕνεκά τινος ἀγαθοῦ κινεῖται, ἀλλὰ καὶ τὰ φύσει κινούμενα πρός τι φέρεται τέλος ἀγαθὸν ἀλόγως, καθάπερ τὸ βέλος εἰς τὸν σκοπόν. ἔστι μὲν οὖν πάσης πράξεως καὶ κινήσεως τέλος. διαφορὰ δέ τις φαίνεται τῶν τελῶν. ἔστι γὰρ πράξεως τέλος ἔργον, ὥσπερ τῆς ναυπηγικῆς τὸ πλοῖον· ἔστι δὲ πάλιν πράξεως τέλος ἄλλη πρᾶξις, ὥσπερ τῆς ἱππικῆς τὸ ἱππεύειν. ἐφ’ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπ’ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως.1 πολλῶν δὲ πράξεων οὐσῶν πολλὰ γίνεται καὶ τὰ τέλη. ἰατρικῆς μὲν γὰρ τέλος ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. συμβαίνει δὲ πολλὰς πράξεις καὶ τέχνας ὑπὸ μίαν δύναμιν εἶναι καὶ τέχνην πολλάκις, ἡνίκα διὰ τὸ τέλος ἐκείνης τῆς τέχνης ἐκεῖναι ζητοῦνται, οἷον ἡ χαλινοποιητικὴ καὶ ἡ ἱππικὴ καὶ πᾶσα πολεμικὴ πρᾶξις τὸ τέλος ζητοῦσι τῆς στρατηγικῆς· πᾶσαι γὰρ ἕνεκα τῆς νίκης ἐπιτηδεύονται. καὶ διὰ τοῦτο αἱ μὲν ὑπὸ τὴν στρατηγικὴν λέγονται εἶναι, ἡ δὲ στρατηγικὴ ἀρχιτεκτονικὴ πρὸς αὐτὰς καλεῖται· δύναται γὰρ ὅπερ ὁ ἀρχιτέκτων ἐν τοῖς τέκτοσι. καθάπερ γὰρ ἐκεῖνος ἀποβλέπων εἰς τὸ εἶδος τῆς οἰκίας ἐκεῖνα κελεύει ποιεῖν τοὺς τέκτονας, ἃ πρὸς ἐκεῖνο φέρει τὸ εἶδος, οὕτω καὶ ἡ στρατηγικὴ καὶ εἴ τις ἄλλη τοιαύτη ἀπὸ τοῦ ἰδίου τέλους ταῖς ἄλλαις δίδωσι τοὺς κανόνας. καὶ γὰρ καὶ τὸν χαλινὸν ὁ χαλινοποιὸς πρὸς τὴν νίκην ὥσπερ εἰς κανόνα ἀποβλέπων, τοιοῦτον ἐποίησεν, ὥστε ἁρμόττειν καὶ ἐπιτήδειον εἶναι τῷ ἐπειγομένῳ νικᾶν, καὶ τὴν ἐφεστρίδα ἕτερος, καὶ ἄλλοι ὅσοι τεχνῖται τῶν ἱππικῶν ὀργάνων εἰσί· καὶ ὁ ἱππικὸς οὕτω διέθηκεν ἑαυτόν, ὥστε δυνηθῆναι νικᾶν καὶ ὁ στρατιώτης καὶ ὅλως πάσας τὰς ὑπὸ τὴν στρατηγικὴν τὸ τέλος αὐτῆς διατίθησιν. ἔστι μὲν οὖν ἑκάστῃ τῶν ὑπὸ τὴν ἀρχιτεκτονικὴν τέλος, καθάπερ χαλινοποιητικῇ χαλινὸς καὶ ἱππικῇ τὸ ἱππεύειν καὶ ταῖς ἄλλαις ἄλλο τι. ἔστι δὲ καὶ τῇ ἀρχιτεκτονικῇ τέλος, καθάπερ τῇ στρατηγικῇ ἡ νίκη· ἀλλὰ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς βέλτιον καὶ προτιμότερον τῶν ἄλλων τελῶν. διότι καὶ τὰ τῶν ἄλλων τέλη τῶν ὑπ’ αὐτὴν διὰ τὸ ταύτης τέλος ζητεῖται, καθάπερ εἴρηται. εἰ δὲ καὶ μὴ πράξεις εἶεν τὰ τέλη τῶν πράξεων ἀλλὰ ἔργα, οὐδὲν κωλύει βέλτιον εἶναι καὶ αἱρετώτερον καὶ αὐτῶν τῶν ἔργων τὸ τῆς ἀρχιτεκτονικῆς τέλος, καὶ πρᾶξις ὄν.2 ὥσπερ χαλινοποιητικῆς μὲν τέλος ἔργον· χαλινὸς γάρ· στρατηγικῆς δὲ τέλος πρᾶξις· νίκη γάρ. καὶ οὐδὲν κωλύει τὴν νίκην βελτίω εἶναι καὶ αἱρετωτέραν τοῦ χαλινοῦ· τὸ γὰρ ἔργον βέλτιον τῆς πράξεως, οὐ πάσης, ἀλλὰ μόνης ἐκείνης, ἧς ἀποτέλεσμά ἐστι, διότι τέλος ἐκείνης ἐστί· τὸ δὲ τέλος ἀεὶ τιμιώτερον τοῦ πρὸς αὐτὸ τεταγμένου. ἔστι δὲ πολλαῖς ἓν τέλος, τὸ τῶν ἀρχιτεκτονικῶν· ἔστι δὲ καὶ πάσαις ὁμοῦ τέλος ἓν ἔσχατον, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, καὶ οὐκέτι ἐκεῖνο δι’ ἄλλο, ἀλλὰ αὐτὸ δι’ ἑαυτό. καὶ γὰρ εἰ μὴ ἕν τι εἴη ἔσχατον τέλος, ἀλλὰ ἀεί τι δι’ ἕτερον αἱρούμεθα καὶ ἐκεῖνο δι’ ἄλλο καὶ ἀεὶ ἐν τῷ παρόντι ἄλλο ζητήσομεν, οὐδέποτε ἐπιτευξόμεθα, οὗ ἐφιέμεθα· καὶ οὕτω συμβαίνει ματαίαν καὶ κενὴν τὴν ὄρεξιν εἶναι, οὐκ ὄντος ἐφ’ οὗ στήσεται φερομένη.3 τοῦτο δὲ ἄτοπον· οὐδεμία γὰρ φυσικὴ ἔφεσις μάτην. ἀνάγκη τοίνυν ἕν τι ἔσχατον εἶναι τέλος· τοῦτο δ’ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ὥστε καὶ ἡ γνῶσις αὐτοῦ μεγάλη ἡμῖν πρὸς τὸν βίον ἔσται βοήθεια· συμβήσεται γὰρ τοῦ δέοντος μᾶλλον ἐπιτυγχάνειν, καθάπερ τοξόταις εἰς τὸν σκοπὸν βλέπουσιν.

关于存在某个终极目的,一切人类行为都朝向它而被安排。第1章。 在每一门技艺和研究中,我们都在寻求某种善;并且我们选择并践行那些我们期望能从中获得某种善的事物。因此,人们正确地宣称,万物所向往的正是善。因为不仅受理性驱动的事物是为着某种善而运动,而且自然驱动的事物也是非理性地朝向某个善的目的而行进,犹如箭射向靶子。因此,一切行为和运动都有目的。但在诸目的之间显现出某种差异。因为行为的目的有时是一项结果,犹如造船术的目的在于船只;而行为的目的有时又是另一项行为,犹如骑术的目的在于骑乘。在那些目的并非行为而是结果的情形中,结果比行为更好。然而,由于行为众多,目的也就变得众多。因为医术的目的在于健康,造船术在于船只,统帅术在于胜利,治家术在于财富。但经常会发生许多行为和技艺从属于一种能力和技艺的情形,即当那些从属者是为着那门技艺的目的而被寻求时;例如,制辔术、骑术以及一切军事行为都在寻求统帅术的目的;因为它们全都是为着胜利而施行的。因此,前者被称为从属于统帅术,而统帅术相对于它们则被称为建筑术式的[总揽全局的];因为它所具有的力量正如同主建筑师在木匠中所具有的一样。因为正如同他注视着房屋的形式,吩咐木匠们去做那些通往该形式的事物,统帅术以及任何其他此类技艺也是如此,从其自身的目的出发赋予其他技艺以规范。确实,制辔匠注视着胜利犹如注视着规范,制成这样的马辔,以使其适于且有利于那急求胜利的人;另一个人制成马鞍毯,其余所有马具工匠也是如此;并且骑兵这样整饬自身以便能够获胜,士兵也是如此,总之统帅术的目的整饬了其下属的一切。因此,从属于建筑术式技艺的每一个事物都有一个目的,正如制辔术的目的在于马辔,骑术在于骑乘,其他技艺在于别的事物。而建筑术式的技艺也有一个目的,正如统帅术的目的在于胜利;但是建筑术式技艺的目的比其他目的更好且更值得选择。因为正如所说,从属于它的其他事物的目的,也是为着它的目的而被寻求的。即便诸行为的目的不是行为而是结果,也丝毫不妨碍建筑术式技艺的目的尽管自身是行为,却比那些结果本身更好且更值得选择。正如制辔术的目的在于结果——即马辔;统帅术的目的在于行为——即胜利。而这丝毫不妨碍胜利比马辔更好且更值得选择;因为结果胜过行为,并非胜过一切行为,而仅仅是胜过以其为成果的那一行为,因为它是那一行为的目的;而目的总是比那朝向它而被安排者更为尊贵。许多事物有一个目的,即建筑术式诸技艺的目的;而一切事物共同也有一个终极目的,其他事物的目的都为它而被寻求,而它本身不再为着别的,而是为了自身而被寻求。因为如果不存在某个单一的终极目的,而是我们总是为了别的事物而选择某一事物,那一事物又为了另一事物,并且在当下我们将总是寻求另一个事物,我们就将永远无法达到我们所向往的事物;这样一来,由于〔欲望〕在行进中没有可以驻足之所,欲望就会变成徒劳而空洞的。但这荒谬绝伦;因为没有任何自然向往是徒劳的。因此,必然存在某一个终极目的;而这应当就是善和最高之善。所以,对它的认识对我们的生活也将是一个巨大的帮助;因为这将使我们更能切中应当切中之事,就像注视着靶子的射手一样。

语法注3 条
  1. 1.0ἐφ’ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπ’ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως

    介词短语 ἐφ’ ὧν 中的关系代名词 ὧν 为中性复数,指代情况或情形,并与后文主句中的指示代词短语 ἐπ’ ἐκείνων 形成呼应(相当于'在那些……的情形中')。

  2. 1.0καὶ πρᾶξις ὄν

    分词 ὄν(中性单数宾格;因与主格同形,表语 πρᾶξις 按破格结构用了主格)与前面不定式 εἶναι 的逻辑主语 τὸ τῆς ἀρχιτεκτονικῆς τέλος(建筑术式技艺的目的)在性数格上一致,与连词 καί 一起构成让步分词短语(即“尽管其自身是行为”)。

  3. 1.0οὐκ ὄντος ἐφ’ οὗ στήσεται φερομένη

    属格独立结构 οὐκ ὄντος 结合了关系从句 ἐφ’ οὗ στήσεται(它将驻足的终点)以及与 στήσεται 的隐含主语(回指前文 τὴν ὄρεξιν“欲望”)一致的状语分词 φερομένη(阴性单数主格,“行进中的”),整体表示原因:“因为欲望在其行进中没有可以驻足之所”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:1.3-2.27