← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§198.29-199.30

从活动与善的持久性看施恩的非对称性

赫利奥多罗斯转述《尼各马可伦理学》第九卷第七章,从善的持久性与现实活动性、对辛劳所得之物的珍视以及对自身施恩行为的确知等方面,论证了施恩者为何比受恩者更爱对方。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Περὶ εὐεργεσίας. κεφ. ηʹ.〉#2 ὁ δὲ εὖ πάσχων οὐ γίνεται βελτίων ἑαυτοῦ τῷ πάσχειν, οὐδὲ ἐν τῷ εὐεργέτῃ ἔχει τι ἀγαθόν. βελτίων γάρ τις δύναται γενέσθαι ἐξ ὧν αὐτὸς ποιεῖ· ἐν τῷ ἐνεργεῖν γάρ ἐστι τὸ ἀνθρώπινον ἀγαθόν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. διὰ τοῦτο εἴ τί ἐστιν ἡδὺ τῷ εὖ πάσχοντι παρὰ τῷ εὐεργέτῃ, οὐκ ἀγαθόν ἐστιν αὐτοῦ ἀλλὰ συμφέρον· τὸ δὲ συμφέρον οὐχ οὕτως ἡδὺ καὶ φιλητόν ἐστιν ὡς τὸ ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλος ἐστὶ τοῦ συμφέροντος καὶ διὰ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον φιλητόν ἐστι καὶ ἡδύ· μᾶλλον ἄρα φιλεῖ ὁ εὐεργέτης τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖται. ἔτι τοῦ ἀγαθοῦ ἡδεῖά ἐστι καὶ ἡ ἐνέργεια καὶ ἡ ἐλπὶς καὶ ἡ μνήμη, ἐνέργεια μὲν παρόντος καὶ γινομένου, ἐλπὶς δὲ μέλλοντος, μνήμη δὲ παρεληλυθότος. ἥδιον δὲ παρὸν τὸ ἀγαθὸν ἢ μέλλον καὶ παρεληλυθός· ἔστι δὲ ὁ μὲν εὐεργετηθεὶς παρὸν ἀγαθὸν τοῦ εὐεργετηκότος· μένει γὰρ τὸ ἀγαθὸν καὶ πολυχρόνιόν ἐστιν, ὃ ἐν τῷ εὖ παθόντι ὁ εὐεργέτης θεωρεῖ· τοῦ δὲ εὖ παθόντος τὸ ἀγαθὸν οὔτε μένει (καὶ γὰρ χρήσιμον ἦν καὶ ἅμα τῇ χρήσει παρελήλυθεν), οὔτε ἀγαθόν ἐστι κυρίως· καὶ διὰ τοῦτο εἰ καὶ ἄμφω παρῆσαν, ἥδιον ἂν ἦν τὸ τοῦ εὐεργέτου ἀγαθόν, εἴτε καὶ ἄμφω παρῆλθον, ἡδίων ἂν ἦν ἡ μνήμη τοῦ εὐεργέτου ἢ τοῦ εὐεργετουμένου, καθόσον ἡ τοῦ ἀγαθοῦ μνήμη ἡδίστη ἐστὶ μάλιστα, ἡ δὲ τοῦ χρησίμου οὐ πάνυ ἢ ἧττον. εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνάπαλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα1 μᾶλλον φιλεῖν τὸν εὐεργέτην τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖσθαι. ἔτι ἡ μὲν φίλησις ἐνεργείᾳ ἔοικε, τὸ δὲ φιλεῖσθαι πάθει· τοῖς τοίνυν ἐνεργοῦσι τὰ φιλικά, δηλονότι τοῖς εὐεργέταις, μᾶλλον προσήκει τὸ φιλεῖν ἢ τοῖς πάσχουσιν. ἔτι τὰ πόνῳ κτηθέντα στέργομεν μᾶλλον καὶ φιλοῦμεν τῶν ῥᾳδίως κατορθωθέντων· ὅθεν καὶ τὰ χρήματα οἱ κτησάμενοι τῶν διαδεξαμένων μᾶλλον φιλοῦσιν· ἔστι δὲ ἄπονον μὲν τὸ εὖ πάσχειν, ἐργῶδες δὲ τὸ εὖ ποιεῖν· ἔστι δὲ τὸ μὲν 〈εὖ〉 πάσχειν ἐν τῷ εὐεργετουμένῳ, τὸ δὲ εὖ ποιεῖν ἐν τῷ εὐεργέτῃ· καὶ διὰ τοῦτο ὁ εὐεργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται.2 καὶ διὰ τοῦτο καὶ αἱ μητέρες φιλοτεκνότεραι μᾶλλον, ὅτι πόνῳ γεννῶσιν, ἢ οἱ παῖδες φιλομήτορες τῷ μηδὲν ὑπὲρ τοῦ τεχθῆναι ποιῆσαι· καὶ μᾶλλον ἴσασιν αἱ μητέρες, ὅτι ἐξ ἐκείνων οἱ παῖδες ἢ οἱ παῖδες, ὅτι αὐταὶ παρήγαγον εἰς τὸν βίον. ταῦτα δὲ δόξειεν ἂν εἶναι καὶ τοῖς εὐεργέταις οἰκεῖα. καὶ γὰρ οὐ μόνον ἐπίπονόν τι ποιοῦσιν ὑπὲρ τῶν εὖ πασχόντων ἀλλὰ καὶ μᾶλλον ἴσασιν ὅτι εὐεργετοῦσιν ἢ ἐκεῖνοι γινώσκουσιν ὅτι ὑπὸ τούτων εὐεργετοῦνται. καὶ γὰρ ἐνδέχεται τὸν εὖ ποιοῦντα οὐκ αὐτὸν οἴκοθεν ἀλλ’ ἑτέρῳ ὑπηρετούμενον εὐεργετεῖν καὶ διὰ τοῦτο μὴ αὐτὸν εἶναι τὸν εὐεργέτην· ἢ αὐτὸν μὲν οἴκοθεν εὐεργετεῖν, οὐκ αὐτοῦ δὲ ἕνεκα τοῦ εὖ πάσχοντος ἀλλ’ ἑαυτοῦ καὶ διὰ τὸ χρήσιμον· ταῦτα δὲ ποιεῖ τὸν εὖ πάσχοντα μὴ πάνυ βεβαίως τὸν εὐεργετοῦντα γινώσκειν· τὸν μέντοι εὐεργέτην οὐδὲν κωλύει τὸν εὖ πάσχοντα γινώσκειν, ὅτι ἑαυτὸν ἀκριβῶς γινώσκει, ὅτι εὐεργέτης ἐστὶν ἀληθῶς. διὰ ταῦτα ὁ εὖ ποιῶν τὸν εὖ πάσχοντα φιλεῖ μᾶλλον ἢ ὑπ’ ἐκείνου φιλεῖται.

〈论施恩。第八章〉#2但受恩者并不因受恩而使自己变得更好,在施恩者身上也不拥有任何善。因为一个人能够因自己所做之事而变得更好;正如前文所说,人的善存在于处于现实活动之中。正因如此,受恩者在施恩者那里若有什么快意之事,那并非他的善,而是有益之物;而有益之物并不像善那样令人愉悦且可亲可爱;因为善是有益之物的目的,有益之物也正是因善的缘故才可亲可爱且令人愉悦;因此,施恩者爱受恩者胜过受恩者爱他。此外,就善而言,现实活动、希望与回忆都是令人愉悦的:现实活动涉及现前且正在生成之物,希望涉及未来之物,回忆涉及过去之物。而现前的善比未来的与过去的善更为愉悦;受恩之人对于施恩者而言乃是现前的善;因为施恩者在受恩者身上所观照的善是持久且长久的;但受恩者的善既非持久的(因为它曾是有用的,并且随着使用而一同消逝了),在严格意义上也不是善;正因如此,即使两者都现前,施恩者的善也会更为愉悦;即使两者都已过去,施恩者的回忆也会比受恩者的[回忆]更为愉悦,因为对善的回忆是尤其最令人愉悦的,而对有用之物的回忆则并不十分如此,或较少如此。纵然对有用之物的指望正相反,比对过去善事的回忆更令人愉悦,那么显而易见,由于这些原因,施恩者爱受恩者也胜过受恩者爱他。此外,爱类似于现实活动,而被爱则类似于承受;因此,对于将友爱情分付诸活动者——显而易见即施恩者——而言,爱比对于承受者更为相宜。此外,我们珍惜并喜爱辛劳得来之物,胜过轻易成功之物;因此,赚得财富的人比继承财富的人更爱财富;而受恩乃是无辛劳的,施恩则是劳苦的;受[恩]存在于受恩者之中,施恩则存在于施恩者之中;正因如此,受恩者比起施恩者[被爱]而更受爱护。并且正因如此,母亲们也因为她们辛劳地产育,〔且〕因〔子女〕未曾为出生做过任何事,更为疼爱子女,胜过子女爱母亲;而且比起子女知晓是母亲带他们来到人世,母亲们更清楚地知晓子女出自自己。这些情况似乎也适用于施恩者。因为他们不仅为受恩者做辛劳之事,而且比起受恩者知晓自己是由他们施恩,施恩者更清楚地知晓自己在施恩。因为施恩行善之人有可能并非出于自身,而是作为他人的仆从去施恩,并因此他自己并非施恩者;或者他是出于自身去施恩,但并非为了受恩者本身,而是为了自己并因有用之故;这些情况使得受恩者不能十分确凿地认识施恩之人;然而施恩者认识受恩者却毫无阻碍,因为他准确地知晓自身,知晓自己确实是真正的施恩者。由于这些原因,行善之人爱受恩者胜过受恩者爱他。

语法注2 条
  1. 9.εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνάπαλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα

    转述亚里士多德原著(1168a15–17)的让步论证。εἰ γάρ 在此充当让步条件从句(“即使……”),主句由 φαίνεται τοίνυν 引出。即便承认对有用之物的未来期待可能比对过去善事的回忆更令人愉悦,整体结构依然旨在确立施恩者的爱更为深厚这一结论。

  2. 9.καὶ διὰ τοῦτο ὁ εὐεργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται.

    承接前文“施恩是劳苦的且存在于施恩者之中”之论述,此处以受动语态 φιλεῖται 表述,主语为 ὁ εὐεργετούμενος,并与 ὁ εὐεργέτης 相对比(省略相同的被动态动词),意为“受恩者比起施恩者[被爱]而更受爱护”,即从被爱的一方说明施恩者对受恩者的爱更为深厚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:198.29-199.30