- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:197.24-198.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《尼各马可伦理学》卷九第七章(1167b17起),赫利奥多罗斯探究了施恩者爱受恩者何以胜过受恩者爱施恩者,驳斥了以债权人和债务人为类比的大众见解,转而从对自身现实活动与作品的热爱这一自然根由给出了论证。
〈Περὶ εὐεργεσίας. κεφ. ηʹ.〉#1 〈Περὶ εὐεργεσίας. κεφ. ηʹ.〉 Ἐκεῖνο δὲ ζητητέον, ἀνθ’ ὅτου τοὺς εὖ πάσχοντας οἱ εὐεργέται φιλοῦσι μᾶλλον ἢ ὑπ’ ἐκείνων φιλοῦνται· καὶ γὰρ ὡς παράλογον γινόμενον ἐπιζητεῖται. οἱ μὲν οὖν πολλοὶ διὰ τοῦτό φασι φιλεῖν μᾶλλον τοὺς εὐεργέτας, δι’ ὃ καὶ οἱ δανεισταὶ φιλοῦσιν οἷς ἐδάνεισαν, μὴ φιλούμενοι ὑπὸ τῶν ὀφειλόντων· οἱ μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι τὴν σωτηρίαν καὶ πάντα τρόπον βοηθοῦσιν, ἵνα αὐτοῖς τὰ χρήματα ἐπανέλθῃ, οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι·1 βούλοιντο γὰρ ἂν αὐτοὺς μὴ εἶναι, ὡς ἄμεινον οὕτω πράξοντες τοῦ δανείου λυθέντος· τὸν αὐτὸν δὴ τρόπον φασὶ καὶ ἐπὶ τούτων, τοὺς μὲν εὐεργέτας βούλεσθαι εἶναι καὶ σώζεσθαι τοὺς εὖ παθόντας, ὡς οὕτω κομιουμένους τὰς ἀμοιβάς, τοὺς δὲ εὖ παθόντας οὐ σφόδρα φιλεῖν τὴν τῶν εὐεργετῶν σωτηρίαν· οὐ γὰρ οὕτως ἐπιμελὲς τοῖς ἀνθρώποις τὸ ἀνταποδοῦναι ὡς τὸ ἀπολαβεῖν. ἡ μὲν οὖν δοκοῦσα τοῖς πολλοῖς αἰτία αὕτη ἐστί, καὶ ταῦτα προήχθησαν νομίζειν πρὸς τοὺς ἀγνώμονας καὶ πονηροὺς ἀποβλέποντες τῶν ἀνθρώπων καί, ὅ φησιν Ἐπίχαρμος, ἐκ πονηροῦ θεώμενοι. ἔοικε δὲ ἀνθρωπικὸν τὸ τοιοῦτον εἶναι· ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίενται. δόξειε δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον καὶ οὐχ ὅμοιον τῷ περὶ τοὺς δανείσαντας. ἐν μὲν γὰρ τοῖς εὐεργέταις καὶ τοῖς εὖ πάσχουσι φίλησίς ἐστιν, ἐν δὲ τοῖς δανειζομένοις καὶ δανεισταῖς οὐ φίλησις· οὐ γὰρ φιλεῖ ὁ δανείσας τὸν ὀφείλοντα ἀλλ’ αὐτὸ τοῦτο μόνον σῴζεσθαι αὐτὸν βούλεται τῆς κομιδῆς ἕνεκα καὶ ἵνα τὸ δάνειον ἀπολάβῃ· οἱ δ’ εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς εὖ πεπονθότας, κἂν μὴ ὦσι χρήσιμοι μηδὲ δύνωνται γενέσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκε· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δὲ τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα στέργοντες ὥσπερ τέκνα. τοιοῦτο δὲ ἔοικεν εἶναι καὶ τὸ τῶν εὐεργετῶν· οἱ γὰρ εὖ πάσχοντες ὑπ’ αὐτῶν κατὰ τοῦτο ἔργα αὐτῶν εἰσι καὶ διὰ τοῦτο ἀγαπῶσι μᾶλλον αὐτοὺς ἢ τὰ ἔργα αὐτοὺς ἀγαπᾷ. τούτου δὲ αἴτιον, ὅτι τὸ μὲν εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν· ἐσμὲν δὲ κυρίως ὅταν ἐνεργείᾳ ὦμεν· ἐσμὲν δὲ ἐνεργείᾳ ἐν τῷ ζῆν καὶ πράττειν· ὁ δὲ πράττων ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἔργῳ. ἡ γὰρ οἰκοδομικὴ ὁ λόγος ἐστὶ τῆς οἰκοδομίας, ὃς ἐνεργείᾳ ἐστὶν ἐν τῇ οἰκίᾳ· καὶ ἔστιν αὐτὴ ἡ οἰκία, καθὸ οἰκία, ὁ τεχνίτης ἐνεργείᾳ, καθὸ τεχνίτης· ὁμοίως καὶ πᾶς ἐνεργῶν ἐνεργείᾳ ἐστὶ τὸ ἔργον αὐτοῦ. εἰ τοίνυν φυσικὸν μὲν ἐφίεσθαι τοῦ εἶναι, τὸ εἶναι δέ ἐστιν ἐν τῷ πράττειν, τὸ ἔργον δέ ἐστιν αὐτὸς ὁ πράττων ἐνεργείᾳ, φανερὸν ὅτι καθόσον ζητεῖ τις τὸ ἑαυτοῦ εἶναι, κατὰ τοσοῦτον ζητεῖ καὶ τὸ ἔργον εἶναι· φύσει δέ τις φιλεῖ ἑαυτὸν καὶ βούλεται εἶναι· φύσει ἄρα φιλεῖ τις τὸ ἑαυτοῦ ἔργον. ἐπεὶ δὲ μάλιστά τις φιλεῖ ἑαυτόν, μάλιστα φιλεῖ ἕκαστος τὸ ἑαυτοῦ ἔργον καὶ τὸν εὐεργετούμενον, καθόσον ἔργον ἐστὶν αὐτοῦ, μάλιστα φιλήσει· καὶ διὰ τοῦτο καὶ μᾶλλον ἢ τὸν εὐεργέτην·2 ἡ γὰρ μεγίστη φίλησίς ἐστιν, ᾗ τις ἑαυτὸν φιλεῖ· ἔτι δὲ καὶ ὅτι ὁ μὲν εὐεργέτης ἑαυτοῦ γίνεται βελτίων εὐεργετῶν καὶ ἀγαθὸν αὐτῷ ἐστι τὸ εὐεργετεῖν καὶ διὰ τοῦτο χαίρει τῷ εὖ πάσχοντι, ὅτι ἐν αὐτῷ θεωρεῖ τὸ ἑαυτοῦ ἀγαθόν.
〈论施恩。第八章〉#1 〈论施恩。第八章〉 施恩者爱受恩者何以胜过受恩者爱他们,乃是应当探求之事;因为这作为一件出乎意料发生的事而被探究。许多人于是说,施恩者更爱受恩者,是出于债权人爱向其借款之人——而未被债务人所爱——的同一原因;因为借出钱财的人愿债务人得保全,并以各种方式予以协助,以便钱财能回到自己手中;但背负债务的人对所欠之人却不再如此[愿其保全];因为他们宁愿这些人不存在,以为在借贷解除后自己会因此过得更好。于是人们说,在施恩者与受恩者的事情上也是完全同样的方式:施恩者希望受恩者存在并得保全,以为通过这种方式能收回报偿,而受恩者并不十分热中于施恩者的保全;因为对人而言,偿还并不像收取那样上心。许多人所认为的原因便是如此,他们是着眼于人类中忘恩负义与邪恶之徒,并且正如埃庇卡摩斯所说,从邪恶的视点来观察,才被引导形成这种看法的。但此类事情似乎确实近乎人情;因为大众是健忘的,且更渴望受恩而非施恩。然而原因似乎更为自然,并不类似于涉及放贷者的那种情形。因为在施恩者与受恩者之间存在着友爱之情,但在借贷者与债权人之间却不存在友爱之情;因为放贷者并不爱债务人,而仅仅是由于回收的缘故且为了收回借款,才愿他保全;但行善施恩者即便受恩者并无用处亦不可能变得有用,也依然爱护并珍惜受恩者。并且这种情况也发生在工匠身上;因为人人都爱自己的作品,胜过作品若拥有灵魂所能给予其造作者的爱;这在诗人身上表现得尤为明显;因为他们极度溺爱自己的诗作,如对待子女般珍惜。施恩者的情况似乎也是如此;因为由他们施与恩惠之人在这方面便是他们的作品,正因如此,他们爱受恩者胜过作品爱他们。而造成这一情况的原因在于:存在对所有人而言都是值得抉择和可亲可爱的;而严格意义上的存在,乃是我们处于现实活动之中的时候;我们在活着与行动中处于现实活动;而行动者在现实活动中存在于作品之中。因为建筑术是建筑的理路,它在现实活动中存在于房屋之内;而这座房屋本身,就其作为房屋而言,正是处于现实活动中的工匠,就其作为工匠而言;同样,每一个处于活动中的人,在现实活动中就是他的作品。因此,如果追求存在是出于本性,而存在在于行动,作品本身即是处于现实活动中的行动者,那么显而易见,一个人在多大程度上寻求自身的存有,就在多大程度上寻求其作品的存在;而人在本性上爱自己并愿自己存在;因此,人在本性上爱自己的作品。又因为一个人最爱的是自己,所以每个人最爱自己的作品,并且因受恩者是自己的作品,便会最爱受恩者;正因如此,[施恩者爱受恩者]也胜过[受恩者爱]施恩者;因为一个人爱自己的爱乃是最大的友爱之情。此外,还因为施恩者通过施恩而变得比自己更好,且施恩对他而言是一件善事,正因如此,他在受恩者身上感到欢欣,因为在受恩者身上他观照到了自身的善。
- 9.οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι
对仗句式中的承前省略。在 οὐκέτι 之后,承接前句(οἱ μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι τὴν σωτηρίαν)补出 βούλονται τὴν σωτηρίαν。关系从句 οἷς ὀφείλουσιν 充当与格补足成分,与前句中的与格 τοῖς ὀφείλουσι 相对照。
- 9.μᾶλλον ἢ τὸν εὐεργέτην
比较句中的格位判断。τὸν εὐεργέτην 处于宾格,是因为它充当省略了的爱之动词(由受恩者作主语)的直接宾语(即“胜过[受恩者爱]施恩者”),呼应了本章开头的论题,而非比较施恩者所爱的两个不同对象。
