- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:196.13-197.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
希利奥多鲁斯依据《尼各马可伦理学》卷九第六章,将齐心一致(同心)与单纯的意见相同区分开来,并将其规定为一种政治性的友谊。他阐明齐心一致是对重大实践行动事项的共同见解,受贪欲和私利驱使的卑劣者之间无法保持一致,而唯独能在公道者之间实现。
〈Περὶ ὁμονοίας. κεφ. ζʹ.〉 〈Περὶ ὁμονοίας. κεφ. ζʹ.〉 Ἡ δὲ ὁμόνοια φιλικόν τι καὶ αὐτή ἐστι καὶ τῇ φιλίᾳ ἀκολουθεῖ. ἔστι δὲ ὁμόνοια οὐ τὸ τὰ αὐτὰ δοξάζειν, οἷον ὁμοδοξία τις· ἡ μὲν γὰρ ὁμοδοξία γένοιτο ἂν καὶ τοῖς ἀγνοοῦσιν ἀλλήλους· οὐδὲν γὰρ κωλύει περὶ τῶν αὐτῶν τὰ αὐτὰ δοξάζειν καὶ ἐπιστήμην ἔχειν τῶν αὐτῶν τὴν αὐτὴν μηδὲ εἰδότας ἀλλήλους· ἡ δὲ ὁμόνοια τῶν ἐν κοινωνίᾳ τινὶ καὶ φιλίᾳ ὄντων ἐστί. καὶ γὰρ τὰς πόλεις ὁμονοεῖν φασιν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ τὰ αὐτὰ 〈προαιρῶνται〉 καὶ πράττωσι τὰ κοινῇ δόξαντα. ἔστι τοίνυν ὁμόνοια τῶν φίλων ὁμογνωμοσύνη, οὐκ ἐν τοῖς θεωρητοῖς ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ τούτων τοῖς ἀξιολόγοις καὶ ἐν μεγέθει τινὶ οὖσι. περὶ γὰρ τῶν ἐν τῷ βίῳ μικρῶν οὐ λέγονται ὁμονοεῖν ἀλλήλοις οὔτε πόλις οὔτε φίλοι, οἷον οἴκοι μένειν ἢ βαδίζειν εἰς ἀγορὰν ἢ τόδε εἰπεῖν ἢ δρᾶσαι, δι’ ὧν οὔτε ὠφέλειά τις μεγάλη οὔτε βλάβη ἀκολουθεῖ· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐ λέγονται ὁμόνοιαν ἔχειν ἀλλὰ τῶν μεγάλων καὶ συμφερόντων ἢ τοῖς φίλοις ἀμφοῖν ἢ τῇ πόλει κοινῇ, οἷον ὅταν πάσῃ τῇ πόλει κοινῇ δοκῇ τοὺς ἄρχοντας μὴ κληρωτοὺς εἶναι διαδοχῇ τινι κτωμένους τὴν ἀρχὴν ἀλλὰ αἱρετούς, ἢ συμμαχεῖν Λακεδαιμονίοις ἢ ἄλλο ὁτιοῦν, ὅπερ ἀξιόλογόν τε καὶ τῇ πόλει πάσῃ διαφέρει. καὶ τοὺς φίλους ὁμοίως ὁμονοεῖν λέγομεν, ὅταν τὸν αὐτὸν ἕλωνται βίον καὶ τὰ μέγιστα τῶν ἐν τῷ βίῳ, καὶ ἀμφοῖν ἢ πρὸς βλάβην ἢ πρὸς ὠφέλειαν φέροντα ἀμφότεροι ὁμοίως ἢ φεύγωσιν ἢ διώκωσιν. οὐ γὰρ τὰ αὐτὰ δεῖ ζητεῖν μόνον τοὺς ὁμονοήσοντας ἀλλήλοις ἀλλὰ καὶ ὁμοίως τοῖς ὅλοις, οἷον εἰ δοκεῖ τοῖς φίλοις ἀμφοῖν ἡγεμόνα βίου θατέρῳ τὸν ἕτερον γενέσθαι, βούλοιντο δὲ οὐ τὸν αὐτὸν ἀλλ’ ἑκάτερος ἑαυτόν, τηνικαῦτα γὰρ τὸ αὐτὸ μὲν ζητοῦσιν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἑαυτῷ ἑκάτερος,1 ὅπερ οὐκ ἔστιν ὁμονοεῖν. καὶ ἐν ταῖς πόλεσι δὲ ὁμονοήσουσιν ἐν ταῖς ἀρχαιρεσίαις, ὅταν τὸν αὐτὸν ἕλωνται πάντες ἄρχειν ἢ τοὺς ἀρίστους πάντες καὶ μὴ ἑαυτὸν ἕκαστος, καθάπερ Εὐριπίδης ἐν ταῖς Φοινίσσαις ἐποίησεν· οὕτω γὰρ οὐ τὸ πᾶσιν ἀρέσκον γίνεται· τὸ δὲ οὐκ ἔστιν ὁμόνοια, ἀλλ’ ὅταν τύχωσι πάντες οὗ ἐφίενται, τηνικαῦτα ὁμονοοῦσιν. ἔστι τοίνυν ἡ ὁμόνοια πολιτική τις φιλία καὶ οὕτω λέγεται· καὶ γὰρ περὶ τὰ πρακτὰ καὶ τὰ συμφέροντά ἐστι καὶ πρὸς τὸν βίον ἀνήκοντα· ταῦτα δὲ τῆς πολιτικῆς. ἔστι δὲ ἐν τοῖς ἐπιεικέσιν ἡ ὁμόνοια· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ ἀλλήλοις ἐπὶ τῶν αὐτῶν ὄντες, ὡς εἰπεῖν· τῶν τοιούτων γὰρ ἵσταται τὰ βουλήματα καὶ μένει καὶ οὐ μεταρρεῖ καθάπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλοι βέβαιοι οὐ δύνανται εἶναι πλεονεξίας ἐφιέμενοι καὶ μεῖζον ἔχειν ἑκάτερος ἑκατέρου ζητοῦντες ἐν τοῖς συμφέρουσιν· ἐν γὰρ τοῖς πόνοις καὶ ἐν ταῖς ὑπὲρ ἀλλήλων λειτουργίαις ἀεὶ ζητοῦσι τὸ ἔλαττον ἔχειν, καὶ ἑαυτὸν ἑκάτερος ἄξιον νομίζων ὀλίγα μὲν πονεῖν, μεγάλα δὲ ὠφελεῖσθαι, τὸν ἕτερον εὐθύνει, περὶ τῶν λειτουργιῶν ἀκριβολογούμενος καὶ κωλύων τῶν συμφερόντων ἀπολαύειν, ὅσον ἐθέλει, ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων·2 διὰ τοῦτο μὴ τηροῦντες τὸ κοινὸν ἀλλ’ ἑκάτερος τὸ ἑαυτοῦ, τάχιστα διαλύονται· τὸ γὰρ συνάπτον διασπῶσιν, ὅπερ ἐστὶ τὸ κοινὸν καὶ ἡ ὁμόνοια· τοῦ συνάπτοντος δὲ διαλυθέντος οὐ δύνανται συνημμένοι εἶναι. συμβαίνει τοίνυν αὐτοῖς στασιάζειν, ἀπαιτοῦσι μὲν παρ’ ἀλλήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν·3 ὅθεν ἐν τοῖς φαύλοις οὐ δυνατὸν ὁμόνοιαν εἶναι ἀλλ’ ἐν τοῖς ἐπιεικέσι μόνοις.
〈论齐心一致。第七章〉 〈论齐心一致。第七章〉 齐心一致本身也是一种友好的事物,并伴随着友谊。但齐心一致并非是持相同的意见,如同某种意见相同;因为意见相同即使在彼此素不相识的人之间也会发生;因为没有任何东西阻碍人们即使互不知晓,也对相同的事物持有相同的意见并拥有相同的知识;然而齐心一致属于那些处于某种共同体和友谊之中的人。事实上,人们说城邦齐心一致,乃是指当其在切身利害的事项上见解一致、〈抉择〉相同的事物并付诸实行共同决议之事时。因此,齐心一致是朋友之间的一种同心见解,它不在于沉思理论之事,而在于实践行动之事,且在于这些行动中值得重视并具有一定规模的事项。因为无论是城邦还是朋友,都不会在生活琐事上被称为彼此齐心一致,例如留在家里还是步行前往广场,或是说这个还是做那个,而通过这些琐事既不会带来任何重大益处,也不会伴随伤害;因为对于这些和此类琐事,他们并不被称作具有齐心一致,而是在对两位朋友双方或对城邦共同而言重大且切身有利的事项上才被如此称呼;例如,当整个城邦一致认为执政官不应当是通过某种轮替获得职权的抽签产生者,而应当是选举产生者,或者是应当与拉刻代蒙人结盟,或是任何其他既值得重视又对整个城邦关涉重大的事项。同样,当朋友们抉择相同的生活方式和生活中最重大的事物,并且双方都同样避开或追求那给双方带来伤害或益处的事物时,我们也说朋友们是齐心一致的。因为将要彼此齐心一致的人,不仅必须寻求相同的事物,而且必须在整体关系上同样地寻求;例如,如果两位朋友都认为其中一人应当成为另一人的生活向导,但他们希望的不是同一个人,而是各自希望自己居此地位,那么在这个时候,他们固然在寻求相同的事物,但并非在同一主体中寻求,而是各自为了自己,这便不是齐心一致。同样在城邦的执政官选举中,当所有人一致选择同一人施行统治,或所有人一致选择最优秀者,而不是如欧里庇得斯在《腓尼基妇女》中所描写的那样各选自己时,城邦中的人们便会齐心一致;因为如果各选自己,便不会产生使所有人满意的事情;而那不是齐心一致,唯当所有人都获得了自己所追求的目标时,那时他们才是齐心一致的。因此,齐心一致是一种政治性的友谊,也被这样称呼;因为它关乎实践行动与利害利益之事,关乎切身生活之事;而这些都属于政治学。并且齐心一致存在于公道者之间;因为这些人可以说是立足于相同的基础上,既与自身一致,也彼此一致;因为此类人的意愿稳定且持久,不会像欧里普斯海峡那样随波翻覆,他们意愿正义与利益之事,并且共同追求这些。但卑劣者除了极短的瞬间外不可能齐心一致,正如他们由于追求贪婪、各自谋求在利益事项上比对方获得更多而无法成为稳固的朋友一样;因为在劳苦和为彼此效力的公共义务中,他们总是谋求承担较少,各自认为自己配得上承担极少的劳苦而获得巨大的益处,从而对另一方加以问责,严厉苛察各项义务,并阻碍对方如其所愿地享受利益之事,以为对方享受甚多,却只承担了微不足道的劳苦。正因如此,由于不守护公共的东西而各自谋求自己的私利,他们极快地解体瓦解;因为他们撕裂了连结的纽带,即公共的事物与齐心一致;而当纽带瓦解时,他们便无法保持联结。因此,他们必然陷入内讧,一方面向彼此索求友好的情谊,另一方面自己却不愿行正义之事;由此可见,在卑劣者之间不可能存在齐心一致,而唯独存在于公道者之间。
- 9.ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἑαυτῷ ἑκάτερος
前半句的 ἐν τῷ αὐτῷ(“在同一对象上/就同一人而言”)与后半句的 ἑαυτῷ ἑκάτερος 相对比,后者充当利害与格(“各自为了自己”)。这种对比结构表明,即使双方追求相同的事物(如统治地位),但若归属的目标主体不同,则构不成真正的齐心一致。
- 9.ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων
连词 ὡς 表示主观认定(“认定……/以为……”),分词 ἀπονάμενον(不定过去时中间位,修饰 τὸν ἕτερον)支配其所要求的夺格/来源属格 φαύλων ... πόνων,而 μεγάλα 则作宾语/表语补足成分,表达了责难者主观上的嫉妒与计较:“认定对方承担了微不足道的劳苦却享受了巨大的好处”。
- 9.ἀπαιτοῦσι μὲν παρ’ ἀλλήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν
与格分词 ἀπαιτοῦσι 与 οὐ βουλομένοις 均与无人称动词 συμβαίνει 支配的与格代词 αὐτοῖς 保持性数格一致。通过 μέν...δέ 结构,将他们对对方的苛求(“一方面彼此索求友好的情谊”)与自身的不情愿(“另一方面自己却不愿行正义之事”)构成了鲜明的自相矛盾与对比。
