- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:195.18-196.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯依据《尼各马可伦理学》第九卷第五章,论述善意与友谊及爱抚之情的区别,指出善意经由时间与熟识亲密将成为基于德性之友谊的发端。
〈Περὶ εὐνοίας. κεφ. ϛʹ.〉 〈Περὶ εὐνοίας. κεφ. ϛʹ.〉 Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία. καὶ γὰρ εὐνοοῦμεν καὶ οἷς οὐκ ἐσμὲν φίλοι· καὶ γίνεται εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα τὸν φιλούμενον· φιλία δὲ οὐκέτι, καθὼς καὶ πρότερον διὰ πλειόνων εἴρηται. οὔτε τοίνυν φιλία ἐστὶν ἡ εὔνοια καὶ οὐδὲ φίλησις ἔοικεν εἶναι. καὶ γὰρ ἡ μὲν φίλησις ὁρμήν τινα καὶ κίνησιν εἰς τὸ φιλούμενον ἔχει καὶ ὄρεξιν αὐτοῦ καὶ ζητεῖ ὁ φιλῶν ἀεὶ τὸ φιλούμενον· ἡ δὲ εὔνοια οὐ τοιαύτη. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συνεῖναι δὲ οὐ πάνυ ζητοῦσιν· ἔτι δὲ ἡ μὲν φίλησις μετὰ συνηθείας, χρόνῳ γάρ τινι καὶ συνηθείᾳ ἡ φίλησις γίνεται, ἡ δὲ εὔνοια ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει·1 καθάπερ οἱ θεώμενοι πρὸς τοὺς ἀγωνιζομένους διατίθενται. εὖνοι γὰρ γίνονται πρὸς αὐτοὺς εὐθὺς νικῶντας ὁρῶντες καὶ συνθέλουσιν αὐτοῖς τὰ ἀγαθά, συμπράξαιεν δ’ ἂν οὐδέν· οὐ γὰρ φίλησιν ἔχουσιν εἰς αὐτούς, χρόνῳ τινὶ καὶ συνηθείᾳ στέρξαντες, ἀλλ’ ἅμα τε εἶδον καὶ ἥσθησαν αὐτοῖς· καὶ διὰ τοῦτο ἐπιπολαίως στέργουσιν, ὅπερ ἐστὶν ἡ εὔνοια. φαίνεται τοίνυν ἀρχὴ φιλίας ἡ εὔνοια εἶναι, καθάπερ τοῦ ἐρᾶν ἀρχὴ γίνεται ἡ διὰ τῆς ὄψεως ἡδονή· καὶ ὥσπερ οὐ δυνατὸν ἐρᾶν μὴ πρότερον ἡσθέντα τῷ εἴδει τοῦ ἐρωμένου, δυνατὸν δὲ ἡδόμενον μὴ ἐρᾶν (τότε γάρ τις ἐρᾷ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ), οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενομένους· εὔνους δὲ μὴ φίλους εἶναι δυνατόν. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ’ ἂν οὐδέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν. διὰ τοῦτο μεταφορικῶς τις καλέσειεν ἂν αὐτὴν ἀργὴν φιλίαν· χρονιζομένη γὰρ καὶ εἰς συνήθειαν ἀφικνουμένη φιλία γίνεται. φιλία δὲ οὐχ ἡ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα. εὔνους γάρ τίς τινι γίνεται δι’ ἀρετὴν καὶ ἐπιείκειαν, ὅταν αὐτῷ καλὸς εἶναι δόξῃ ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, ὁ δὲ διὰ τὸ ἡδὺ καὶ χρήσιμον βουλόμενός τινα εὐπραγεῖν οὐκ ἐκείνῳ ἐστὶν εὔνους ἀλλ’ ἑαυτῷ, καθάπερ οὐδὲ φίλος ἐστὶν ὁ τοιοῦτος. ὁμοίως δὲ οὐδ’ ὁ διότι ἔλαβε βουλόμενος τῷ εὐεργέτῃ τὰ ἀγαθὰ εὔνους ἂν εἴη κυρίως, ἀλλὰ τὰ δίκαια ὁρῶν καὶ ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός,2 οὐ τῇ ἐκείνου ἀρετῇ ἀλλὰ τῷ ἑαυτοῦ ἀγαθῷ φαίνεται χαίρων. ἔστι τοίνυν ἡ εὔνοια οὔτε φιλία οὔτε φίλησις ἀλλὰ φιλίας ἀρχή, χρόνον δὲ καὶ συνήθειαν καὶ τἄλλα φιλικὰ προσλαβοῦσα φιλία γίνεται ἡ διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν.
〈论善意。第六章〉 〈论善意。第六章〉 善意虽类似于友谊,但绝非友谊。因为我们也会对那些并非我们朋友的人怀有善意;并且善意也会针对素不相识之人产生,且在不被所爱者知晓的情况下产生;但友谊则不再如此,正如先前已详细论述过的那样。因此,善意既不是友谊,似乎也不是爱抚之情。因为爱抚之情对所爱之物具有某种冲动与朝向它的运动以及对它的欲望,且施爱者始终在寻求所爱者;但善意并非如此。因为怀有善意者固然为他们对之怀有善意的人愿望善好,却绝不极力追求与之共同相处。此外,爱抚之情伴随着熟识亲密,因为爱抚之情是通过一定的时日与亲密熟识而生成的,而善意则是可以说在产生它的人身上突如其来地发生;正如观众对待竞技者们的心态那样。因为观众一看到他们获胜便立即对他们产生善意,并与他们一同愿望善好,却绝不会共同行动;因为观众对他们并不具有通过一定的时日和亲密熟识而深爱的爱抚之情,而是刚一看到便因他们感到愉悦;正因如此,他们爱得浮浅,而这正是善意。由此看来,善意是友谊的发端,正如通过视觉而获得的快乐是恋爱发端那样;而且正如若不事先因所爱者的容貌而感到愉悦便不可能恋爱,但因其感到愉悦却不恋爱也是可能的(因为唯当人在对方不在时也思念之、渴望其在场时,才算恋爱),同样地,若不先怀有善意便不可能成为朋友,但怀有善意却不成朋友也是可能的。因为怀有善意者固然为他们对之怀有善意的人愿望善好,却绝不会共同做任何事,也不会为他们承受劳苦。正因如此,人们可以隐喻地称之为“懒散的友谊”;因为经过长久时日并达到亲密熟识,它便会成为友谊。然而这不是为了有用或快乐的友谊,而是为了善好的友谊。因为一个人是因德性与公道而对某人产生善意,即当对方在他看来显得高尚、勇敢或诸如此类时;但因快乐和有用而愿某人亨通的人,并非对那个人怀有善意,而是对自己怀有善意,正如这样的人也并非朋友一样。同样,因自己受了恩惠而为施恩者愿望善好的人,严格说来也不算怀有善意,而毋宁是明察正义之事、因自己所蒙受的恩惠而向施恩者报答谢意,他所欣喜的显非对方的德性,而是自己的善好。因此,善意既非友谊亦非爱抚之情,而是友谊的发端;若再加上时间、熟识亲密及其他友爱的特征,它便会成为基于善好与德性的友谊。
- 9.ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει
副词 ἀθρόον(突然地、一举地)修饰动词 συμβαίνει。与格关系词 οἷς 可视为 τούτοις οἷς 的紧缩结构,既作为 ἐπιγίνεται 的搭配,又作 συμβαίνει 的补足语,意为“在产生它的人身上突如其来地发生”。
- 9.ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός
属格关系代词 ὧν 是由于先行词 τούτων 的省略,原宾格 ἅ 被牵引同化为属格(attractio relativi),相当于 χάριν τούτων ἅ εὖ πέπονθεν(“为了自己所蒙受的诸般善待而回报谢意”)。
