← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§194.4-195.17

恶人的内心冲突与有德者的自爱

论述邪恶之人因内心冲突与悔恨而无法对自己友善,相反有德之人爱其理性自我并与自身和谐共处,并由此得出自爱与友谊本质联系的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε καὶ#2 οἱ δὲ σφόδρα φαῦλοι καὶ ἀνοσιουργοὶ οὐδὲν τούτων ἔχουσιν· οὔτε γὰρ τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, ἀλλὰ ἄλλα μὲν βούλονται, ἑτέρων δὲ ἐπιθυμοῦσιν, οἷοί εἰσιν οἱ ἀκρατεῖς, καὶ εἰσὶ δὲ οἳ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν, ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οὔτε τοίνυν τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, οὔτε βούλονται ἑαυτοῖς τὸ ζῆν καὶ σῴζεσθαι· ἔνιοι γὰρ τῷ πολλὰ καὶ δεινὰ πρᾶξαι μισηθέντες διὰ μοχθηρίας ὑπερβολὴν φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ὁ δὲ σπουδαῖος βούλεται ἑαυτῷ ζῆν· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι· τὴν γὰρ θεωρητικὴν διώκει ζωὴν 〈καὶ〉 τὴν ἑαυτοῦ οὐσίαν συνιστάναι ζητεῖ· ἐν γὰρ τῷ νοεῖν ἡ ἑκάστου οὐσία συνίσταται ἢ ἐν τούτῳ μάλιστα. ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σῴζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ τοῦ οἰκείου εἶναι παρατραπέντι,1 οὐχ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ ἀλλ’ ἐκείνῳ εἰς ὃ μετεβλήθη· καὶ ἕκαστος δὲ ἑαυτῷ βούλεται γενέσθαι τὰ ἀγαθά, οἰόμενος μένειν ὅπερ ἐστίν· εἰ δὲ συνίδοι ἑαυτὸν ἄλλον γενόμενον, οὐκ ἂν ἕλοιτο πάντα τὰ ἀγαθὰ ἔχειν ἐκεῖνο τὸ γενόμενον· οὐδὲν γὰρ διαφέρει ἄλλῳ τινὶ βούλεσθαι τὰ ἀγαθὰ ἢ ἑαυτῷ μεταβληθέντι. οὐδεὶς δὲ ἀγαπᾷ, ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά·2 καὶ γὰρ τῷ θεῷ πάντα πρόσεστι τὰ ἀγαθά, ἀλλ’ ἔστιν αὐτὸς ὅ τι ποτέ ἐστι. διὰ τοῦτο οὐκ ἀγαπῶμεν, ἀλλ’ ἡμῖν αὐτοῖς ἢ τοῖς φίλοις συνευχόμεθα τὰ ἀγαθά, ὅτι ἡμῶν τί εἰσι καὶ οἱ φίλοι. καὶ μὴν καὶ συνδιάγειν ἑαυτῷ μόνος ὁ σπουδαῖος βούλεται, ὅτι αὐτάρκης ἐστὶ καὶ ἡδύς ἐστιν ἑαυτῷ· ἥδεται γὰρ ὧν τε ἔπραξε μεμνημένος ἐφ’ ἑαυτοῦ καὶ ἐλπίζων ἔτι ποιήσειν ἀγαθὰ καὶ ἀγαθοῖς ἐντεύξεσθαι, καὶ γενναίων εὐπορεῖ θεωρημάτων τῇ διανοίᾳ· ταῦτα δὴ πάντα ἥδιστον αὑτὸν ἑαυτῷ ποιεῖ, καὶ ἥδεται κατὰ σχολὴν αὐτὸς ἑαυτῷ συνὼν καὶ συνδιάγων. οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ καθ’ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθ’ ἑτέρων ὄντες ἐπιλανθάνονται. ἔτι δὲ συναλγεῖ καὶ συνήδεται ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ ἀεὶ λυπηρόν ἐστιν αὐτῷ καὶ τὸ αὐτὸ ἡδύ· ἀμεταμέλητος γάρ, ὡς εἰπεῖν. οἱ δὲ μοχθηροὶ οὐκέτι· οὐδὲν γὰρ φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς· διὰ τοῦτο οὐδὲ συγχαίρουσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιάζει γὰρ αὐτῶν ἡ ψυχὴ καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἄλογον· καὶ τὸ μὲν ἄλογον ἀλγεῖ τῶν μοχθηρῶν ἀπεχόμενον, τηνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικὸν ἀλλὰ χαίρει, καὶ τὸ ἀνάπαλιν· καὶ ὅλως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκει, καθάπερ διασπῶντα· εἰ δὲ μὴ οἷόν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐβούλετο τὴν τοιαύτην αὑτῷ γενέσθαι ἡδονήν. μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσι. φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν φιλητὸν ἔχει. εἰ δὲ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν πάσῃ σπουδῇ καὶ πειρατέον ἐπιεικῆ καὶ σπουδαῖον ἕκαστον εἶναι· οὕτω γὰρ ἂν καὶ πρὸς ἑαυτὸν φιλικῶς ἔχοι καὶ ἑτέρων γένοιτο φίλος. ἐπεὶ τοίνυν, ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ ἀπονέμει, ταῦτα δεῖ καὶ τῷ φίλῳ ἀπονέμειν (δεῖ γὰρ πρὸς τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν· ὁ γὰρ φίλος ἄλλος αὐτός), φανερόν, ὅτι ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ βούλεται καὶ ἀπονέμει, ταῦτά εἰσι τὰ φιλικὰ καὶ ἐν τούτοις ἡ φιλία συνίσταται. τὸ δὲ ζητεῖν πότερον φιλία ἐστὶν ἡ πρὸς ἑαυτὸν ἑκάστου ἀγάπη ἢ μή, ἀφείσθω ἐπὶ τοῦ παρόντος· ἡ γὰρ φιλία δύο ἢ τριῶν, ὡς δῆλον ἐκ τῶν εἰρημένων. καὶ εἴ τις καὶ τὰ πρὸς ἑαυτὸν φιλίαν καλεῖ, εἴη ἂν φιλία καθόσον ἐστὶν αὐτὸς πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται.3 καὶ διότι δὲ ἡ ὑπερβολὴ τῆς φιλίας ἔοικε τῇ ἑκάστου πρὸς ἑαυτὸν ἀγάπῃ, καὶ αὕτη καλοῖτο ἂν φιλία.

〈论友爱的行为以及朋友同样既对自己又…… 而那些极度卑劣且作恶多端的人则全无这些特征;因为他们并不追求表面上的善好,而是一方面愿望这些,另一方面却欲求那些,就像不能自制者那样;也有人因怯懦和怠惰而放弃去做那些他们自认为对自身最好的事。因此,他们既不追求表面上的善好,也不愿自己活着和得以保全;因为有些人因犯下许多可怕的恶行、由于极度的邪恶而受人憎恨,便逃避活着而自杀。但有德之人愿自己活着;因为对有德之人而言,存在是一种善好。因为他追求观照的生活,并寻求维系自身的本质;因为每个人的本质就在于思想,或者最主要在于此。但凡为了非理性部分而愿有存在与保全、为了偏离了自身本真存在形态的自己而愿有善好的人,并不是为了自己愿有善好,而是为了他所转变成为的那个东西;并且每个人都自以为仍保持其本相而愿善好临到自身;但如果他觉察到自己将成为另一个存在,他便绝不会选择让那个生成的存在拥有一切善好;因为为某个他人愿有善好,与为改变了的自己愿有善好毫无区别。如果善好临到某个他人,谁也不会感到满足;因为神固然拥有一切善好,但神正是其自身所是的存在。正因如此,我们并不感到满足,而是为我们自身或为朋友们祈求善好相伴,因为朋友也是我们的一部分。再者,唯有有德之人愿与自己共处,因为他是自足的,并且对他自己来说是令人愉悦的;因为他独自回忆起自己所做过的事便感到愉悦,并期待着还将行善且遇上善事,并且在理智中富于崇高的观照;这一切确实使他对自己而言极为愉悦,他在闲暇中自己与自己相伴共处便感到愉悦。而邪恶之人则寻找可以与之共度时日的人,却逃避自己;因为他们独自一人时便会回忆起许多不快之事并预期其他此类之事,而与他人在一起时便忘却了这些。此外,有德之人最能与自身同悲同喜,因为他愿望相同的事并欲求相同的事,理性部分与激情部分并不交战;正因如此,对他而言总是相同的事物带来痛苦,相同的事物带来快乐;因为可以说他是无怨无悔的。而邪恶之人则不再如此;因为他们毫无可爱之处,对自己不怀任何友爱的情感;正因如此,他们既不与自己同喜,也不与自己同悲;因为他们的灵魂处于内讧之中,非理性部分与理性部分交战;非理性部分在远离恶事时感到痛苦,此时理性部分却不与之一同痛苦反而感到喜悦,反之亦然;总之,一者拉向这里,另一者拉向那里,仿佛将人撕裂。即便不可能在同一时刻既痛苦又快乐,但他至少稍后就会因先前曾感到快乐而痛苦;因为他不曾愿望过这样的快乐临到自己。因为卑劣者充满了后悔。由此可见,邪恶者甚至对自己都不友善,因为他毫无可爱之处。如果处于这种状态是极其悲惨的,那么就必须全力逃避邪恶,每个人都必须努力做到公道和有德;因为唯有这样,人才能对自己持友善态度并成为他人的朋友。既然公道之人赋予自身的这些事物同样也必须赋予朋友(因为对待朋友必须如同对待自己,因为朋友是另一个自己),显而易见,公道之人为自身所愿望并赋予自身的这些事物,正是友爱的特征,友谊正由这些所构成。至于探究每个人对自身的爱究竟是不是友谊,暂且搁置不论;因为正如从所论之言中已清楚表明的,友谊属于两人或三人。即便有人将对自身的关系也称为友谊,那也只是就他自身与自己有所区分、且激情部分与理性部分达成和约而言,才能算作友谊。而且也正因为友谊的极致类似于每个人对自身的爱,这种爱才可以被称为友谊。

语法注3 条
  1. 9.ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σῴζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ τοῦ οἰκείου εἶναι παρατραπέντι

    在由关系代名词 ὃς 作为主语的从句中,与格 ἑαυτῷ ... παρατραπέντι 作 βούλεται 的间接宾语,分词 παρατραπέντι 与 ἑαυτῷ 保持性数格一致。属格定冠词不定词 τοῦ οἰκείου εἶναι 作 παρατραπέντι(偏离)所要求的属格分离补足语。

  2. 9.οὐδεὶς δὲ ἀγαπᾷ, ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά

    动词 ἀγαπᾷ 在此处意为「感到满足、甘心接受」,而非普通的「爱」。随后的条件从句 ἐὰν ... γένηται 说明了感到满足的具体条件。

  3. 9.καθόσον ἐστὶν αὐτὸς πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται

    分词 διαφέρων 不及物地表示「不同的、分离的」,与系动词 ἐστίν 结合构成迂说法。此处指自我并非单一不可分的整体,而是区分为理性与激情两部分,这引出了后半句订立休战和约(σπένδεται)的政治隐喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:194.4-195.17