- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:192.34-194.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
总结关于友谊解体的讨论,指出友谊的诸种定义都以人对自身的态度为准绳。论述有德之人以理性灵魂的和谐对自己展现友爱的一切特征,而卑劣者则无法成为自身的朋友。
〈Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε καὶ#1 〈Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε καὶ τὸν φίλον, φαῦλος δὲ οὔτε εἰς ἑαυτόν πως οὔτ’ εἰς ἄλλον φιλικῶς διάκειται. κεφ. ε′.〉 Καὶ οὕτω μὲν γίνοιντο ἂν ἐπικαίρως αἱ τῶν φιλιῶν διαλύσεις. ἔτι δὲ περὶ αὐτῆς τῆς φιλίας λέγωμεν. τὰ τοίνυν φιλικὰ καὶ ἐν οἷς ἡ φιλία συνίσταται δοκοῦσιν ὥσπερ κανόνα τινὰ ἔχειν καὶ ἀρχὴν τὰ παρ’ ἑκάστου ἑαυτῷ ὀφειλόμενα·1 ταὐτὰ γὰρ ζητοῦσι παρ’ ἀλλήλων οἱ φίλοι, ἃ καὶ παρ’ ἑαυτῶν. καὶ διὰ τοῦτο φίλον ὁρίζονται εἶναι τὸν βουλόμενον τὰ ἀγαθὰ τῷ φίλῳ καὶ πράττοντα ἐκείνου ἕνεκα ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν, ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι· βούλονται γὰρ τὰ τέκνα ζῆν καὶ εὖ πράττειν αὐτῶν ἕνεκα τῶν τέκνων, ἐπεὶ καὶ μὴ φιλούμεναι πολλάκις ὑπὸ τῶν τέκνων ἢ μηδὲ γιγνωσκόμεναι τὰ ἀγαθὰ καὶ τὴν εὐδαιμονίαν αὐτοῖς συνεύχονται· τοῦτο δὲ πάσχουσι καὶ τῶν φίλων οἱ προσκεκρουκότες μὲν καὶ περιοφθέντες, μένοντες δὲ αὐτοὶ ἐν τῷ φιλεῖν· βούλονται γὰρ τοῖς φίλοις πάντα τὰ ἀγαθά, μηδὲν ἐλπίζοντες κοινωνήσειν αὐτοί, ἀλλὰ αὐτῶν ἕνεκα· ἔτι 〈δὲ〉 φίλον ὁρίζονται εἶναι καὶ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· ὅπερ καὶ αὐτὸ μάλιστα περὶ τὰς μητέρας συμβαίνει. ἀπὸ τούτων δὲ καὶ ὁ τῆς φιλίας ὁρισμός· ἀπὸ γὰρ τοῦ ὁρισμοῦ τῶν ἐχόντων καὶ ὁ ὁρισμὸς τῆς ἕξεως λαμβάνεται· ὁ γὰρ ὁρισμὸς τοῦ σώφρονος τὸν τῆς σωφροσύνης ὁρισμὸν παρέχει· οὗτοι μὲν οὖν οἱ τῆς φιλίας καὶ τῶν φίλων ὁρισμοί· ἐλήφθησαν δὲ ἀπὸ τῶν ὀφειλομένων παρ’ ἑκάστου πρὸς ἑαυτόν, καθὼς εἴρηται. καὶ γὰρ ὁ ἐπιεικὴς ταῦτα πάντα πρὸς ἑαυτόν ἐστιν, ἅπερ ὁ ἀληθὴς φίλος πρὸς τὸν φίλον· καὶ ὁ φίλος ἑαυτῷ μάλιστα ὁ ἐπιεικής ἐστι, καὶ ὃς οἴεται ἐπιεικὴς εἶναι. εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι τὰ φιλικὰ ἀπονέμουσιν ἑαυτοῖς, οὐδὲν προσίσταται τῷ λόγῳ.2 καὶ γὰρ ἃ οἱ σπουδαῖοι καὶ ἐπιεικεῖς ποιοῦσι, ταῦτά εἰσι τὰ διαφέροντα τοῖς ἀνθρώποις καὶ τῇ κοινῇ φύσει· καὶ γὰρ μέτρον ἐστὶν ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος τῶν ἀνθρωπίνων παθῶν καὶ τῶν πράξεων· ἃ δὲ ὁ φαῦλος ζητεῖ, οὐκ εἰς τὴν κοινὴν ἀνάγεται φύσιν· τὴν γὰρ περὶ ταῦτα ψῆφον οὐκ ἀπὸ τῶν νοσούντων ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων ληψόμεθα. ὅτι δὲ ὁ ἐπιεικὴς τὰ φιλικὰ ἑαυτῷ πάντα ἀπονέμει, δῆλον. οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ καὶ τῶν αὐτῶν ὀρέγεται κατά τε 〈τὴν〉 λογικὴν ψυχὴν καὶ κατὰ τὴν ἄλογον· καὶ οὐ καθάπερ ὁ ἀκρατὴς τἀναντία ζητεῖ, καὶ τὸ παθητικὸν αὐτῷ τῷ λογιστικῷ πολεμεῖ. καὶ βούλεται δὴ ὁ σπουδαῖος τὰ ἀγαθὰ ἑαυτῷ, τά τε κυρίως ἀγαθά, ὅσα εἰς ἀρετὴν φέρει καὶ τὰ φαινόμενα ἀγαθὰ καὶ αὐτῇ τῇ ἀρετῇ βοηθοῦντα, καὶ βούλεται ἑαυτῷ ἀγαθὰ ἑαυτοῦ ἕνεκα· ὁ γὰρ φαῦλος οὐχ ἑαυτοῦ ἕνεκα. τὸ γὰρ διανοητικόν ἐστι τὸ ἀνθρώπινον εἶναι, οὗ ἕνεκα ὁ μὲν σπουδαῖος πάντα ποιεῖ καὶ τὰ ἀγαθὰ πάντα ζητεῖ, ὁ δὲ φαῦλος οὐδέν. οὐ γὰρ τὴν θεωρίαν ὁ φαῦλος ἔχει τέλος τῶν ἑαυτοῦ πράξεων ἀλλὰ τὴν ἡδονὴν τὴν φαύλην· ὅθεν οὐ βούλεται τὰ ἀγαθὰ ἑαυτῷ ἑαυτοῦ ἕνεκα. ἔτι δὲ καὶ ζῆν βούλεται ἑαυτὸν ὁ σπουδαῖος καὶ σώζεσθαι, καὶ μάλιστα κατὰ τὸ διανοητικόν· καὶ πάντα πράττει, ἃ οἴεται ἀγαθὰ εἶναι ἑαυτῷ καὶ ἃ πρὸς τὸ ζῆν φέρει καὶ τὸ σώζεσθαι. τῶν δὲ ἄλλων οἱ μὲν μὴ πάνυ ἐκτετραμμένοι τοῦ ὀρθοῦ, ἀλλ’ οὕτως ἔχοντες ὥστε δύνασθαι οἴεσθαι ἐπιεικεῖς εἶναι τὰ δοκοῦντα ἀγαθὰ καὶ αὐτοὶ ζητοῦσι καὶ βούλονται ἑαυτοῖς καὶ ζῆν καὶ σῴζεσθαι·3 οὕτω δὲ ἔχουσιν, ὅτι τρόπον τινὰ ἐοίκασι τοῖς σπουδαίοις.
〈关于友爱的行为,以及朋友对自己和对朋友同样友善,而卑劣者无论对自己还是对他人都不友善。第五章。〉 友谊的解体就可以在适当时机以这种方式发生。此外,让我们来谈谈友谊本身。那么,友爱的特征以及友谊所由构成的诸要素,似乎把每个人对自身所负之责作为某种准绳和始基;因为朋友们彼此所求的,正是他们向自身所求的相同事物。正因如此,人们把朋友定义为「为朋友着想而愿其享有善好并为其缘故付诸实行的人」,或者「为了朋友自身的缘故而愿其存在并生活的人」,这正是母亲们对子女所怀有的情感;因为母亲们为了子女自身的缘故愿子女生活并顺利,因为即便常常不被子女所爱甚至不被子女所识,她们也为子女祈求善好与幸福。在那些虽遭受顶撞被忽视、却自身仍然坚持去爱的朋友身上,也会发生这种情况;因为他们为朋友愿有一切善好,自己并不指望分得任何东西,而是为了〔朋友〕自身的缘故。此外,人们还把朋友定义为「与朋友同悲同喜的人」;这本身也最常发生在母亲们身上。友谊的定义也是由此得出的;因为从具有某种品格状态者的定义中,也能得出这种品格状态的定义;节制之人的定义便提供了节制的定义。因此,这些就是友谊与朋友的定义;并且正如已经指出的,它们是从每个人对自己所负之责中获得的。因为真正的朋友对朋友所展现的一切,公道之人都对自己展现;并且最能成为自己之朋友的,正是公道之人以及自以为是公道之人的人。即便并非所有人、甚至卑劣者都能将友爱的特征赋予自身,这也丝毫不妨碍论证。因为有德而公道之人所做的事,正是对于人类及共同本性而言卓越的事;因为德性与有德之人是人类情感与行为的尺度;而卑劣者所追求的事物,并不归结为共同本性;因为关于这些事情的裁决,我们不是从患病者那里、而是从健康者那里获得的。公道之人将友爱的一切特征赋予自身,这一点是显而易见的。因为他与自身同心同德,无论就理性灵魂还是就非理性灵魂而言都欲求相同的事物;他不像不能自制者那样追求相反的事物,其激情部分也不与理性部分交战。并且有德之人确实为自己愿有善好——既包括真正意义上的善好(即凡导向德性之物),也包括表面上的善好(即亦有助于德性本身之物)——并且为了自身的缘故为自己愿有善好;因为卑劣者并不是为了自身的缘故。因为理智部分正是人的本质,有德之人为了它而做一切事并追求一切善好,卑劣者却一无所求。因为卑劣者并不以观照为自身行为的目的,而是以卑劣的快乐为目的;因此他并非为了自身的缘故为自己愿有善好。此外,有德之人也愿自己活着并得以保全,尤其是就理智部分而言;并且他践行一切他认为对自己有益且导向活着与保全的事。至于其余的人,那些并非完全偏离正道、而是处于能够自以为公道之状态的人,他们自己也追求并为自己愿有表面上的善好,并愿活着和保全;他们之所以处于这种状态,是因为他们在某种方式上类似于有德之人。
- 9.δοκοῦσιν ὥσπερ κανόνα τινὰ ἔχειν καὶ ἀρχὴν τὰ παρ’ ἑκάστου ἑαυτῷ ὀφειλόμενα
句子的核心骨架为 τὰ φιλικὰ καὶ ἐν οἷς ἡ φιλία συνίσταται(主语)δοκοῦσιν ἔχειν τὰ παρ' ἑκάστου ἑαυτῷ ὀφειλόμενα(宾语)ὥσπερ κανόνα τινὰ καὶ ἀρχήν(宾语补足语)。动词 δοκοῦσιν 与中性复数复合主语作复数呼应,宾语与宾补语序倒置。
- 9.εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι τὰ φιλικὰ ἀπονέμουσιν ἑαυτοῖς, οὐδὲν προσίσταται τῷ λόγῳ
条件从句 εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι... 理解为“即便并非所有人、亦即连卑劣者都将友爱的特征赋予自身”。καὶ οἱ φαῦλοι 是对 πάντες 的补充强调(特别是卑劣者),主句为 οὐδὲν προσίσταται τῷ λόγῳ(对论点毫无妨碍)。
- 9.τῶν δὲ ἄλλων οἱ μὲν μὴ πάνυ ἐκτετραμμένοι τοῦ ὀρθοῦ, ἀλλ’ οὕτως ἔχοντες ὥστε δύνασθαι οἴεσθαι ἐπιεικεῖς εἶναι τὰ δοκοῦντα ἀγαθὰ καὶ αὐτοὶ ζητοῦσι καὶ βούλονται ἑαυτοῖς καὶ ζῆν καὶ σῴζεσθαι
句首的 τῶν δὲ ἄλλων 为部分属格,修饰主语 οἱ μὲν μὴ πάνυ ἐκτετραμμένοι... ἀλλ’ οὕτως ἔχοντες...。主要动词为并列的 ζητοῦσι 与 βούλονται,统摄宾语 τὰ δοκοῦντα ἀγαθά 以及由 βούλονται 支配的并列不定式 καὶ ζῆν καὶ σῴζεσθαι。
