- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:191.18-192.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯对《尼各马可伦理学》第9卷第3章进行释义,探讨了基于有用与快乐的友谊之解体、当朋友陷于邪恶时是纠正还是解体,以及当双方在德性上产生巨大差距时友谊的解体与对往日情谊的照顾。
〈Περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ μή. κεφ. δʹ.〉 20 〈Περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ μή. κεφ. δʹ.〉 Ἔτι δὲ κἀκεῖνο ζητητέον ἐστίν, εἰ δεῖ διαλύεσθαι τὰς φιλίας ἢ μή· ἔχει γὰρ ἀπορίαν, εἰ δέον ἐστὶν ἐνίοτε τοῦ φίλου στέργοντος ἔτι καὶ φιλοῦντος, αὐτόν τινα παύεσθαι τῆς φιλίας. λέγομεν τοίνυν, ὅτι πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλουμένους, ὅταν μηκέτι ταῦτ’ ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι· τοῦ ἡδέος γὰρ ἢ τοῦ χρησίμου διαλιπόντος, ὧν ἦσαν φίλοι,1 εὔλογον μὴ φιλεῖν· ὅταν δὲ οἱ διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλοῦντες προσποιῶνται διὰ τὸ ἦθος φιλεῖν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ διὰ τοῦτο διαλυόμενοι ἐλέγχωνται, ἀδικοῦσι καὶ δικαίως ἐν ἐγκλήμασίν εἰσιν. ὅπερ γὰρ ἐν ἀρχῇ εἴπομεν, ἐγκλημάτων αἱ τοιαῦται φιλίαι γέμουσιν, ὅταν μὴ διὰ τὸ αὐτὸ καὶ ὁμοίως φιλῶνται καὶ φιλῶσιν ἀλλήλους, μηδὲ οἴωνται φιλεῖσθαι ὥσπερ φιλοῦνται, ἀλλὰ ἀπατῶνται. τηνικαῦτα γὰρ ἐλεγχομένης τῆς ἀπάτης ἐγκαλοῦσιν ἀλλήλοις. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος ἢ λέγοντος, ὃ προσήκει τῷ διὰ τὸ ἦθος φιλοῦντι, ἑαυτὸν ἂν αἰτιῷτο δικαίως· ὅταν δὲ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τὰ τιμιώτερα ἡ κακουργία. τοῖς μὲν οὖν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φίλοις οὕτω δικαίως συμβαίνει διαλύεσθαι. εἰ δέ τις διὰ τὸ ἦθος φιλεῖ καὶ ὡς ἀγαθὸν ἀποδέχεται, γένοιτο δὲ μοχθηρός, ἢ καὶ δοκεῖ τῷ φιλοῦντι, ἆρα φιλητέον ἔτι ἢ διαλυτέον; ῥητέον δή, ὅτι οὐδὲ δυνατόν ἐστι τὸν μὴ ἀγαθὸν δοκοῦντα φιλητὸν εἶναι· τὸ γὰρ φιλητὸν ἀγαθόν, 〈τὸ δὲ πονηρὸν〉 οὐδὲ δίκαιον· φιλοπόνηρον γὰρ οὐ χρή τινα εἶναι οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἰ δὲ φιλεῖ, πᾶσα ἀνάγκη ὁμοιοῦσθαι· εἴρηται γάρ, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ’ οὖν εὐθὺς διαλυτέον; ἢ οὐ πᾶσιν εὐθὺς διαλύεσθαι χρὴ ἀλλὰ τοῖς ἀνιάτοις δι’ ὑπερβολὴν μοχθηρίας; τοῖς δὲ ἰάσιμα νοσοῦσι καὶ δυναμένοις ἐπανόρθωσιν δέξασθαι, οὐ διαλυτέον, ἀλλὰ δεῖ βοηθῆσαι πάσῃ σπουδῇ καὶ τὸ ἦθος ἐπανορθῶσαι καὶ σῶσαι αὐτοῖς τὴν ἀρετὴν μᾶλλον ἢ τὴν οὐσίαν· ἐπεὶ βέλτιον τῆς οὐσίας ἡ ἀρετὴ καὶ τὸ εἰς ταύτην βοηθεῖν τοῖς φίλοις φιλικώτερον ἢ τὸν πλοῦτον διασώσασθαι· εἰ δὲ πενίαν ἀπελαύνειν δεῖ τῆς τοῦ φίλου οἰκίας τὸν δυνάμενον, πόσῳ δικαιότερον τὴν ἀρετὴν ἐπανάγειν, ἄλλως 〈τε καὶ〉 οἰκειότερον 〈ὄν〉, ὅτι διὰ τὴν ἀρετήν εἰσι φίλοι· τὸ μὲν οὖν βέλτιον, τὸ καὶ μοχθηρὸν γενόμενον τὸν φίλον φιλεῖν ἔτι καὶ ζητεῖν ἐπανορθοῦν, εἰ δέ τις εὐθὺς διαλύοιτο, οὐ δοκεῖ ποιεῖν ἔξω λόγου· οὐ γὰρ τῷ μοχθηρῷ φίλος ἦν ἀλλὰ τῷ ἀγαθῷ· τὸν δὲ ἀγαθὸν μηκέτι ὄντα μὴ φιλῶν οὐδένα ἀδικεῖ· τὸν τοίνυν ἀγαθὸν ἀλλοιωθέντα ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται τῆς πρὸς αὐτὸν φιλίας· εἰ μὲν οὖν ὁ φίλος ἐξ ἀγαθοῦ πονηρὸς γένοιτο, οὕτω χρηστέον τῇ διαλύσει. εἰ δὲ τῶν φίλων ὁ μὲν ἐπιεικέστερος ἑαυτοῦ γένοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ὁ δὲ ὡς εἶχε μένοι, ἆρα χρηστέον τὸν σπουδαῖον τῷ μὴ τοιούτῳ,2 ἢ οὐκ ἐνδέχεται, ἀλλὰ διαλυτέον; ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται. εἰ γὰρ δύο παίδων φίλων ὄντων, διὰ τὴν ἡλικίαν καὶ τὸ διατριβῶν καὶ παιδιᾶς κοινωνεῖν, ὁ μὲν εἰς ἄνδρας ἐλθὼν σπουδαῖος γένοιτο καὶ ἀνὴρ εἴη τοῖς ὅλοις, ὁ δὲ νεαρὸν ἔτι μένοι τὸ ἦθος ἔχων, πῶς ἂν εἶεν φίλοι, μήτε τοῖς αὐτοῖς ἀρεσκόμενοι μήτε τοῖς αὐτοῖς χαίροντες ἢ λυπούμενοι; οὐδὲ γὰρ χαριεῖται οὐδέτερος οὐδετέρῳ· οὐδὲ γὰρ ἔχει ὃ ποιήσας ἡδίω ποιήσει τὸν φίλον· ἔτι δὲ οὐδὲ συζῆν δυνήσονται, ὧν χωρὶς οὐκ ἔνι φιλίαν συστῆναι,3 καθὼς εἴρηται. ἆρ’ οὖν οὕτω πρὸς αὐτὸν διακεῖσθαι δεῖ τὸν σπουδαῖον, ὥσπερ εἰ μηδέποτε γέγονε φίλος, ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς ποτὲ γενομένοις φίλοις πλέον δεῖ νέμειν, ἢ οἷς οὐδέποτε ἐχρησάμεθα; δοκεῖ τοίνυν ὀφείλεσθαί τι αὐτοῖς διὰ τὴν προγενομένην φιλίαν, ἐὰν μὴ δι’ ὑπερβολὴν μοχθηρίας ἡ διάλυσις γένηται.
〈关于友谊是否应当解体。第四章。〉20 〈关于友谊是否应当解体。第四章。〉 此外,还必须探究友谊是否应当解体;因为这里存在一个疑难:当朋友仍然珍惜并爱着时,某人自己有时是否有必要终止友谊。于是我们说,对于因有用或快乐而被爱的人,当他们不再具有这些时,友谊解体并无任何不合情理之处;因为当他们作为其朋友的快乐或有用停止时,不再去爱是合乎理性的。但是,当因有用或快乐而爱的人伪装成因品格并为了善而去爱,并因此在解体时被揭穿,他们就是在行不义,并且理应受到指责。因为正如我们在开头所说,当人们不是为了相同的原因并且不以同样的方式被爱和彼此相爱,也不是以为自己按照被爱的方式被爱,而是受欺骗时,这样的友谊就充满了指责。因为那时欺骗被揭穿,他们便彼此指责。因此,当某人发生误判,以为自己是因品格而被爱,而对方并没有做或说什么符合因品格而爱的人所当为的事时,他理应责怪自己;但当他是被对方的伪装所欺骗时,指责欺骗者就是正当的,而且比指责伪造钱币者更加正当,恶行涉及的事物越是珍贵,便越是如此。因此,对于因有用和快乐而成为朋友的人,这样解体便是理所当然地发生的。 但是,如果某人因品格而爱并将对方视为善人而接纳,对方却变成了恶人,或者在爱他的人看来是如此,那么究竟还应当爱,还是应当解体呢?当然应当说,连看来不善的人成为可爱之物都是不可能的;因为可爱之物是善的,而〔爱〕邪恶之物甚至是不正当的。因为人不应当成为爱恶之人,也不应当同化于卑劣者;而如果去爱,就完全必然同化;因为已经说过,同类与同类是朋友。那么,是否应当立即解体呢?或者说,并不应当对所有人立即解体,而应当对那些因过度邪恶而不可救药的人解体?对于患有可治之症并能够接受纠正的人,不应当解体,而是应当以一切热忱予以援助,纠正其品格,并为他们挽救德性甚于挽救财产;因为德性优于财产,为朋友在这方面提供援助比起保全财富更为符合友谊。如果能够做到的人应当将贫困从朋友家中驱除,那么恢复德性又是何等正当,特别是考虑到这更加本分,因为他们正是由于德性才成为朋友。因此,在朋友即便变恶时仍然去爱并寻求纠正,乃是更好的做法;但如果有人立即解体,他似乎并未做出不合道理之事;因为他并非恶人的朋友,而是善人的朋友;而在不再爱那不再是善人的人时,他没有对任何人行不义。因此,当他无法挽救那变质的善人时,他便脱离了对他的友谊。所以,如果朋友由善变恶,就应当这样施行解体。 另一方面,如果在朋友中一人变得比以往更好并在德性上大有长进,而另一人仍保持原样,那么有德之人是否应当与那并非如此的人相处,还是说这不可能,而必须解体?这在巨大的差距中表现得最为明显。因为如果有两个孩子因年龄以及共同从事日常活动和玩耍而成为朋友,一人成年后变得有德并在各方面都成为完满的成人,而另一人仍保持稚嫩的品格,他们既不为同样的事物所取悦,也不为同样的事物喜悦或悲伤,他们怎能成为朋友呢?因为谁也不能使对方快乐;因为谁也没有什么通过做出来就能让朋友更快乐的事。此外,他们甚至无法共同生活,而正如已经说过的,没有这些,友谊便不可能建立。那么,有德之人对待他,是否应当如同他从未成为朋友那样,还是应当对曾经存在的亲密交往保持记忆,正如我们认为应当让朋友而非陌生人感到喜悦那样,对曾经成为朋友的人,我们也应当比对从未交往过的人给予更多?因此看来,由于过去存在的友谊,某种东西是亏欠他们的,只要这种解体并非出于过度的邪恶。
- 9.τοῦ ἡδέος γὰρ ἢ τοῦ χρησίμου διαλιπόντος, ὧν ἦσαν φίλοι
ὧν 是中性复数属格关系代词,统领前面的两个先行词 τοῦ ἡδέος 与 τοῦ χρησίμου。该属格作为 φίλοι 所要求的宾语性属格(客体属格)起作用,意为“他们曾作为其朋友的那些事物”。
- 9.ἆρα χρηστέον τὸν σπουδαῖον τῷ μὴ τοιούτῳ
在动形容词 χρηστέον 的非人称结构中,逻辑主语由宾格 τὸν σπουδαῖον 表达(而非经典的与格),而 τῷ μὴ τοιούτῳ 则是动词 χράομαι 所支配的与格宾语。动形容词表示动作发出者时使用宾格,属于后古典期及希腊化希腊语的常见句法特征。
- 9.ὧν χωρὶς οὐκ ἔνι φιλίαν συστῆναι
关系代词 ὧν 为中性复数属格,受介词 χωρὶς 支配。其先行词概括指代前文所述的各种交往条件:喜好相同的事物、同甘共苦、互相取悦以及共同生活。
