← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§190.24-191.17

依关系与德行分派相称的敬意与本分

本节转述《尼各马可伦理学》卷九第二章,论述了应当如何根据恩人、父母、兄弟、长者与朋友等各人的德行、年龄及相称关系,分派各自固有的回报、尊荣与本分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Τίνα τίσιν ἀποδοτέον. κεφ. γ’〉#2 οὐ γάρ ἐστι δίκαιον, ἃ δίδωσιν ὁ φαῦλος τῷ σπουδαίῳ, ταῦτα καὶ παρ’ ἐκείνου λαμβάνειν· οὐ γάρ ἐστιν ἴσον τὸ παρὰ τοῦ φαύλου τῷ παρὰ τοῦ ἀγαθοῦ, ὅταν τὸ αὐτὸ γίνηται παρ’ ἀλλήλων ἀμφοτέροις· μεῖζον γὰρ γίνεται τῷ ἀξιώματι τοῦ διδόντος·1 διὰ τοῦτο εἴρηται, ὅτι οὐκ ἀεὶ τοῖς εὐεργέταις μᾶλλον ἀνταποδοτέον ἢ χαριστέον τοῖς φίλοις. ὃ γὰρ πολλάκις εἶπον ἐν τοῖς ἔμπροσθεν, οἱ περὶ τῶν παθῶν καὶ τῶν πράξεων λόγοι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἀκολουθοῦσιν, ἄλλοτε ἄλλως ἔχοντες ὥσπερ ἐκεῖνα· καὶ ὡρισμένους περὶ ἑκάστου καὶ ἀκριβεῖς ἀποδοῦναι οὐ δυνατόν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ πάντα θύομεν, φανερόν. ἐπεὶ δὲ ἄλλα μὲν ὀφείλομεν τοῖς γονεῦσιν, ἕτερα δὲ τοῖς ἀδελφοῖς, καὶ ἄλλα τοῖς εὐεργέταις ἢ ἑταίροις, ἀπονεμητέον ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόζοντα. ταῦτα δὴ καὶ ποιοῦντες φαίνονται σχεδὸν πάντες· εἰς γάμους μὲν γὰρ καλοῦσιν οὐ τοὺς εὐεργέτας ἢ τοὺς ἑταίρους ἀλλὰ τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἱ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστα οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν τῶν αὐτῶν ἕνεκα. δόξειε δ’ ἂν τοῖς μὲν γονεῦσι τροφὴν ἐπαρκεῖν, καὶ τούτοις μᾶλλον ἢ ἑαυτοῖς· τὸ γὰρ εἶναι2 δεῖ συντηρεῖν τοῖς γονεῦσιν, ὅθεν ἐστὶν αὐτοῖς τὸ εἶναι· καὶ τιμὴν δὲ ἀπονεμητέον αὐτοῖς καθάπερ θεοῖς· οὐ πᾶσαν δὲ τιμὴν καὶ παντοίαν· οὐ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδὲ ἀμφοτέροις τὴν τοῦ σοφοῦ τιμὴν ἀποδοτέον ἢ τὴν τοῦ στρατηγοῦ, ἣν δηλαδὴ τιμῶμεν τὸν σοφὸν ἢ τὸν στρατηγόν, ἀλλὰ τὴν πατρικὴν μὲν τῷ πατρί, τῇ δὲ μητρὶ τὴν προσήκουσαν. ἀπονεμητέον δὲ καὶ παντὶ πρεσβυτέρῳ τιμὴν τὴν καθ’ ἡλικίαν, οἵαν δηλονότι προσήκει νέον ἀποδοῦναι γέροντι, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις·3 ἑταίροις δὲ καὶ ἀδελφοῖς ἀποδοτέον παρρησίαν καὶ κοινότητα, καὶ συγγενέσι καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασι· καὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, θεωροῦντα τὴν ἑκάστου πρὸς αὐτὸν οἰκειότητα ἢ χρῆσιν ἢ τὴν ἀρετήν, καὶ τούτοις μετροῦντα τὰς πρὸς αὐτοὺς τιμὰς καὶ κοινωνίας. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις·4 τοῖς γὰρ συγγενέσιν ἢ πολίταις ἢ φυλέταις ἢ καὶ ἄλλως ὁμοτρόποις, ἃ δεῖ ἀποδιδόναι, ῥᾳδίως ἐπιγνωσόμεθα· τοῖς δὲ ἀλλοτρίοις καὶ διαφέρουσιν εὑρεῖν ἃ δεῖ ἀπονέμειν, ἐργωδέστερον. οὐ μὴν διὰ τοῦτο ἀποστατέον τῶν εἰκότων, ἀλλ’ ὡς ἐνδέχεται διοριστέον περὶ ἑκάστου, καὶ περὶ πάντας τὰ 〈κατὰ τὸ δέον〉 γιγνόμενα τηρητέον.

〈应当将何物归还何人。第三章〉#2因为,恶人给贤德之士什么,〔恶人〕也从他那里接受什么,这并不是公正的;因为来自恶人的东西与来自善人的东西并不对等,哪怕同一事物由双方互为给予;因为事物会因给予者的尊严而变得更重大。正因如此人们才说,并非总是偿还恩人优先于施恩朋友。正如我在前文中屡次指出的,关于情感与行为的论述追随于情感与行为本身,正如那些事物一样,在不同时候具有不同状态;而要就每一项给出确定且精确的说明是不可能的。因此显而易见:决不应当把同样的东西归还给所有人,也不应把一切都归于父亲,正如我们决不把一切都献祭给宙斯一样。但由于我们对父母亏欠某些事物,对兄弟亏欠另一些事物,对施惠者或同伴又亏欠不同事物,所以必须将各自固有且相称的事物分派给各人。事实上,几乎所有人显然都在这么做:因为他们邀请参加婚礼的不是施惠者或同伴,而是亲属;因为对他们而言,家族以及关于家族的诸种事务是共有的;而且出于同样的原因,人们认为亲属最应当出席葬礼。人们还会认为应当向父母提供供养,且向他们提供优先于向自己提供;因为必须为父母保全生命存在,正是从父母那里他们才获得了生命存在。并且应当像对待神明一样分派给父母以尊荣;但不是一切尊荣和各种各样的尊荣;因为不应当将同样的尊荣归于父亲和母亲,也不应当将对智者或将帅的尊荣——亦即我们分明用来尊崇智者或将帅的尊荣——归于双亲,而是应当将属于父亲的尊荣归于父亲,将相称的尊荣归于母亲。而且还必须按年龄向每一位长者分派尊荣,正如青年向老人归还尊荣显系理所当然,通过起立让座、让居上席以及诸如此类的方式;而向同伴和兄弟则应当给予畅所欲言与共有共享,向亲属、同部落人、公民以及所有其余的人亦然;并且应当努力将固有的分派给各人,考察各人对自己的亲疏、效用或德行,并以此来衡量对他们的尊荣与交往。因此,对于同类之人的决断较为容易;因为对于亲属、公民、同部落人,或在其他方面志趣相投之人,我们将很容易辨明应当归还何物;但对于那些毫无亲缘且互不相同之人,要找出应当分派何物则更为费力。然而,决不能因此而放弃合乎情理之事,而是应当尽可能就每一项加以界定,并在涉及所有人时坚守按本分而行的举措。

语法注4 条
  1. 9.μεῖζον γὰρ γίνεται τῷ ἀξιώματι τοῦ διδόντος

    与格 τῷ ἀξιώματι 作方面或原因与格,说明施与的事物因“给予者的尊严”而变得更重大。

  2. 9.τὸ γὰρ εἶναι δεῖ συντηρεῖν τοῖς γονεῦσιν, ὅθεν ἐστὶν αὐτοῖς τὸ εἶναι

    在主句 δεῖ συντηρεῖν 中,τὸ εἶναι 作直接宾语,τοῖς γονεῦσιν 作利益与格。随后的关系从句 ὅθεν ἐστὶν αὐτοῖς τὸ εἶναι 修饰父母,关系副词 ὅθεν 表起源,αὐτοῖς 则作领有与格指代子女自身(“他们的生命存在所由来的源头”)。

  3. 9.ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις

    与格 ὑπαναστάσει 和 κατακλίσει 作方式或手段与格,具体阐明应如何表达和分派前文所述的“按年龄的尊荣”(τιμὴν τὴν καθ’ ἡλικίαν),即通过起立让座与礼让上席。

  4. 9.τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις

    属格 τῶν ὁμογενῶν 作涉及属格或依附于 κρίσις 的宾格性属格,表示“关于同类之人的决断更为容易”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:190.24-191.17