← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§189.28-190.24

责任的冲突与依对象而定的回报优先次序

通过转述亚里士多德《尼各马可伦理学》卷九第二章,赫利奥多罗斯讨论了在父亲、施惠者、朋友及贤德之士等不同对象之间应当优先向谁回报何种责任的冲突,说明偿还恩债在一般情况下虽优先于厚待同伴,但依具体情境及受惠者的品格亦存在例外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

〈Τίνα τίσιν ἀποδοτέον. κεφ. γ’〉#1 〈Τίνα τίσιν ἀποδοτέον. κεφ. γ’〉 Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον τοῖς τιμιωτάτοις καὶ φιλτάτοις πάντα ἀποδοτέον καὶ πειστέον, ἢ ἔστιν ἃ τοῖς ἧττον τιμίοις καὶ φιλουμένοις μᾶλλον ἀποδώσομεν ἢ τοῖς τιμιωτάτοις καὶ φιλτάτοις, οἷον τῷ πατρὶ πάντα πειστέον, ὅ τι ἂν καὶ ἡνίκα κελεύοι, ἢ οὐκ ἀεί, ἀλλά κάμνοντα μὲν ἰατρῷ πειστέον, πολεμοῦντα δὲ στρατηγικῷ· καὶ στρατηγὸν χειροτονεῖν ἄξιον οὐ τὸν φίλον ἢ τὸν πατέρα1 ἀλλὰ τὸν πολεμικόν· ὁμοίως δὲ δεῖ ὑπηρετεῖν ποτέρῳ μᾶλλον, τῷ φίλῳ ἢ τῷ σπουδαίῳ, καὶ χάριν δοῦναι τῷ ἑταίρῳ ἢ τῷ εὐεργέτῃ, καὶ ᾧ τυγχάνομεν ὀφείλοντες, ἐάν γε ἀμφοτέρους εὖ ποιῆσαι οὐκ ἐνδέχηται. ταῦτα μὲν οὖν πάντα κατὰ μέρος καὶ ἀκριβῶς διορίσασθαι οὐ ῥᾴδιον· πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ ποικίλως διαφέρουσιν ἀλλήλων καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ τῷ ἀναγκαίῳ. οὐ γὰρ ὁμοίως πάντα μικρὰ ἢ μεγάλα ἢ καλὰ ἢ ἀναγκαῖά εἰσιν, ἀλλ’ ἐνίοτε τὸ θεραπεύειν τὸν φίλον ἀναγκαιότερον δοκεῖ τοῦ τὸν σπουδαῖον θεραπεύειν, ἐνίοτε δὲ τὸν εὐεργέτην κάλλιον εὖ ποιεῖν ἢ τὸν φίλον καὶ τὸ ἀνάπαλιν· διὰ τοῦτο λόγον ἀκριβῆ περὶ τούτων ἑκάστου δοῦναι οὐ δυνατόν. τοῦτο δὲ φανερόν, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, ἀλλὰ τὰς μὲν εὐεργεσίας ἀνταποδιδόναι δικαιότερον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαρίζεσθαι τοῖς ἑταίροις, καθάπερ δάνειον τῷ χρήσαντι μᾶλλον δοτέον ἢ τῷ ἑταίρῳ. ὡς ἐπὶ τὸ πολὺ δὲ λέγω, ὅτι συμβαίνει καὶ τὸ ἀνάπαλιν δικαιότερον εἶναι, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν, πότερον τὸν λυσάμενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον, ἢ λυτρωτέον τὸν πατέρα; δόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα· διὰ τοῦτο εἴρηται, καθόλου μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ ἀνταποδοτέον τὸ ὀφείλημα μᾶλλον ἢ χαριστέον τῷ φιλουμένῳ. ἐὰν δὲ τὸ χαρίσασθαι τοῖς φίλοις οὕτω σφόδρα ἀναγκαῖον ᾖ καὶ καλόν, ὡς ὑπερβάλλειν τὸ πρὸς τοὺς εὐεργέτας δίκαιον, πρὸς τοῦτο ἀποκλιτέον· ἐπεὶ οὐδὲ ἀεὶ δίκαιόν ἐστι τὸν εὐεργέτην ἀμείψασθαι, εἰ μοχθηρὸς εἴη ὁ εὐεργέτης, οἷον εἴ τις ἀγαθῷ δεδάνεικε μοχθηρός, οὐ γὰρ ὁ ἀγαθὸς δανείσει τῷ μοχθηρῷ· ὁ μὲν γὰρ εἰδώς, ὅτι λήψεται παρὰ τοῦ ἀγαθοῦ, δεδάνεικεν, ὁ δὲ ἀγαθὸς οὐκ ἐλπίζων ἀπολήψεσθαι οὐκ ἀδικεῖ μὴ δανείζων. εἴτε τοίνυν ἀληθῆ περὶ τοῦ μοχθηροῦ νομίζει ὁ ἀγαθός, ὡς καὶ τοῦτο μοχθηρὸς ἔσται, καὶ οὐκ ἀποδώσει, εἰκότα ποιεῖ μὴ δανείζων, εἴτε μὴ οὕτως ἔχει, οἴεται δέ, καὶ διὰ τοῦτο οὐκ ἀμείβεται τοῖς ἴσοις, καὶ οὕτως οὐ πόρρω ποιεῖ τοῦ δικαίου.2

〈Τίνα τίσιν ἀποδοτέον. κεφ. γ’〉#1 〈当将何物回报给何人。第三章。〉 关于这些事就谈到这里。但同样必须探讨的是:究竟应当把一切都归还并服从于最受尊崇和最亲爱的人,还是存在某些事物,比起最受尊崇和最亲爱的人,我们更当归还给那些不那么受尊崇和亲爱的人?例如,是否必须在一切事情上服从父亲,无论他在何时下达何种命令,还是并非总是如此,而是在生病时服从医生,在打仗时服从具备统帅之才者?而且,值得选拔为统帅的并非朋友或父亲,而是善战之人。同样,更当向两者中的哪一方提供劳务,是向朋友还是向贤德之士?更当向同伴施恩,还是向施惠者施恩,亦即向我们恰好亏欠恩情之人施恩——倘若无法同时厚待两者?要把这一切逐一而精确地界定并不容易;因为它们包含着诸多且各种各样的差异,并在大小、崇高与必要上彼此有着多样的不同。因为并非所有事物都同样渺小、重大、崇高或必要,而是有时照料朋友似乎比照料贤德之士更为必要,有时善待施惠者又比善待朋友更为崇高,反之亦然;正因如此,对于其中的每一项给出精确的说明是不可能的。但这显而易见:决不应当把一切都归还给同一个人,而是在绝大多数情况下,回报恩惠比起讨好同伴更为公正,正如应当先把借款还给贷出者,而不是给同伴。但我之所以说“在绝大多数情况下”,是因为有时相反的情况更为公正:例如,对于一个从强盗手中被赎出的人来说,无论赎他的人是谁,究竟应当反过来将那个人赎出,还是在那个人并未被捕而只是索要款项时向他归还,抑或是应当赎出自己的父亲?因为人们似乎认为赎出父亲甚至优先于赎出自己。正因如此,人们才说,总的来说且在绝大多数情况下,偿还债务比起施恩于所爱之人更为应当。但如果施恩于朋友是如此迫切必要且崇高,以至于压倒了对施惠者的正义,那就应当偏向于这一方面;因为如果施惠者是邪恶之人,回报施惠者也并非总是公正的——例如,如果一个恶人借钱给了一个善人,因为善人是不会借钱给恶人的;前者借出是因为知道能从善人那里收回,而善人由于不指望能收回,不借出并不算行不义。因此,无论善人关于恶人的看法是真实的,即恶人在这一方面也是邪恶的且不会偿还,从而不借给他算是合情合理;抑或是事实并非如此,但他这般认为,并因此没有以对等之物回报,即便如此,他的所作所为也并未远离正义。

语法注2 条
  1. 9.οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν, πότερον τὸν λυσάμενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον, ἢ λυτρωτέον τὸν πατέρα;

    句首的与格短语 τῷ λυτρωθέντι 用作后文动形容词(ἀντιλυτρωτέον、ἀποδοτέον、λυτρωτέον)的施事与格。在随后的三个析取选项中,第一项 τὸν λυσάμενον ἀντιλυτρωτέον 由动形容词直接支配宾格宾语;第二项 μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον 中,与格 αὐτῷ(由两个分词修饰)作为 ἀποδίδωμι 的间接宾语(向其归还);第三项 λυτρωτέον τὸν πατέρα 则重新恢复支配宾格宾语。整体结构是以共用的施事与格为基础、各析取项分别接宾格或与格的非人称动形容词句。

  2. 9.εἴτε τοίνυν ἀληθῆ περὶ τοῦ μοχθηροῦ νομίζει ὁ ἀγαθός, ὡς καὶ τοῦτο μοχθηρὸς ἔσται, καὶ οὐκ ἀποδώσει, εἰκότα ποιεῖ μὴ δανείζων, εἴτε μὴ οὕτως ἔχει, οἴεται δέ, καὶ διὰ τοῦτο οὐκ ἀμείβεται τοῖς ἴσοις, καὶ οὕτως οὐ πόρρω ποιεῖ τοῦ δικαίου.

    该句由双重选择条件句(εἴτε... εἴτε...,“无论是……还是……”)构成骨架。在前半部分中,ὡς 从句作为 ἀληθῆ 的同位语说明(即认定恶人在借贷一事上同样卑劣且不会偿还),其主句为 εἰκότα ποιεῖ μὴ δανείζων;在后半部分中,客观事实(μὴ οὕτως ἔχει)与主观认定(οἴεται δέ)形成对比,其归宿主句为 καὶ οὕτως οὐ πόρρω ποιεῖ τοῦ δικαίου(即使如此,他的做法也未远离正义)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:189.28-190.24