- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:17.28-19.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德《尼各马可伦理学》第一卷第九至十章,指出幸福的本质虽在于德性的活动,但仍需外在善作为工具与必要条件;幸福并非源于运气,而是通过学习与照料获得的至善;缺乏完全一生与理性活动能力的动物和儿童在严格意义上不能被称为幸福的。
Ὅτι δεῖται καὶ τῶν ἔξωθεν ὁ μέλλων εὐδαιμονεῖν, εἰ καὶ μὴ ἐν Ὅτι δεῖται καὶ τῶν ἔξωθεν ὁ μέλλων εὐδαιμονεῖν, εἰ καὶ μὴ ἐν τοῖς ἔξωθεν ἡ εὐδαιμονία συνίσταται· καὶ ὅτι οὐκ ἔστιν ἀπὸ τύχης ἡ ἀνθρωπίνη εὐδαιμονία. κεφ. ιςʹ. Ἔστι μὲν οὖν τὸ εἶναι τῆς εὐδαιμονίας ἐν ταῖς ἀγαθαῖς πράξεσι· φαίνεται δ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν. ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν μὴ βοηθούμενον τοῖς ἔξωθεν. πολλὰ γὰρ τῶν ἀρίστων πράττεται διὰ τῶν ἔξωθεν, καθάπερ δι’ ὀργάνων ἢ διὰ φίλων ἢ διὰ πλούτου ἢ διὰ τῆς ἐν τῇ πόλει τιμῆς καὶ ἀρχῆς καὶ δυνάμεως. ὥσπερ καὶ οἵ τινων τούτων στερισκόμενοι ἀκαλλῆ τινα τὴν εὐδαιμονίαν ποιοῦσιν, οἷον εἴ τις στέροιτο εὐγενείας ἢ εὐτεκνίας ἢ κάλλους. οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν ἰδέαν πάναισχρος ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος ἢ κακοὺς παῖδας ἔχων ἢ ἀγαθοὺς ἀποβαλών· διὰ τοῦτό φαμεν, τὴν εὐδαιμονίαν προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας. καὶ τούτου χάριν τινὲς τὴν διὰ τῶν ἔξωθεν εὐτυχίαν ταὐτὸν εἶναι ἐνόμισαν τῇ ζητουμένῃ εὐδαιμονίᾳ· ἔνιοι δέ φασιν εἶναι τὴν ἀρετήν. ὅτι καὶ ἀμφοτέρων χρεία τῷ κυρίως εὐδαίμονι.1 καὶ διὰ τοῦτο ἀπορεῖται, πότερον μαθητόν ἐστι καὶ διὰ μεθόδου τινὸς παραγίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατ’ ἀρετὴν πράξεσιν ἢ δι’ ἄλλης τινὸς ἀσκήσεως ἢ θεόθεν δίδοται τοῖς ἀνθρώποις ἢ ἀπὸ τύχης τινός. δοκεῖ δέ, ὅτι εἰ καὶ ἄλλο τι δώρημά ἐστι παρὰ θεοῦ τοῖς ἀνθρώποις, καὶ τοῦτο ἂν εἴη δικαίως· καὶ μάλιστα δὲ τῶν ἄλλων εἴη ἂν ἡ εὐδαιμονία θεόσδοτος, ὅσῳ καὶ βέλτιστον τῶν ἀνθρωπίνων ἁπάντων. ἀλλὰ τὸ μὲν περὶ τούτων λέγειν τῶν περὶ προνοίας ἂν εἴη λόγων καὶ ἄλλης πραγματείας, ἡμῖν δὲ κατὰ τὸ προσῆκον τῇ προκειμένῃ μεθόδῳ σκεπτέον. φαίνεται τοίνυν, εἰ καὶ μὴ θεόσδοτός ἐστιν ἡ εὐδαιμονία, ἀλλὰ δι’ ἀρετὴν ἢ ἄλλην τινὰ ἄσκησιν παραγίνεται, ὅμως τῶν θειοτάτων εἶναι. τὸ γὰρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος, ὅπερ ἐστὶν αὐτὴ ἡ εὐδαιμονία, ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριον· γένοιτο δ’ ἂν καὶ πᾶσι κοινόν. δυνατὸν γὰρ πᾶσι τοῖς μὴ τὴν διάνοιαν βεβλαμμένοις καὶ πάντῃ ἀκινήτοις πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς διά τινος μαθήσεως καὶ ἐπιμελείας ὑπάρξαι τὴν εὐδαιμονίαν. εὔλογον δὲ ἀπὸ ἀσκήσεως μείζονα καὶ τελειοτέραν ὑπάρξαι τὴν εὐδαιμονίαν ἢ ἀπὸ τύχης· ὁμοίως δὲ καὶ τὰ 〈ἀπὸ〉 πάσης ἄλλης αἰτίας γινόμενα ἢ τεχνικῆς ἢ φυσικῆς βελτίω τῶν ἀπὸ τύχης γινομένων· καὶ μάλιστα τὰ ἀπὸ τῆς ἀρίστης αἰτίας γινόμενα, ἥτις ἐστὶν ἡ ἀρετή. ἄλλως τε τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον τὴν εὐδαιμονίαν ἐπιτρέψαι τῇ τύχῃ λίαν πλημμελὲς ἂν εἴη.2 τοῦτο δὲ φανερόν ἐστι καὶ ἐκ τοῦ εἰρημένου τῆς εὐδαιμονίας ὁρισμοῦ· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. τὰ δὲ λοιπὰ ἀγαθά, τά τε σωματικὰ αὐτοῦ τοῦ σώματος καὶ τὰ περὶ τὸ σῶμα, τὰ μὲν ἀναγκαῖα πρὸς τὴν εὐδαιμονίαν, τὰ δὲ καθάπερ ὄργανά εἰσι πρὸς αὐτήν· ἀναγκαῖα μέν, οἷον ὑγίεια σώματος καὶ ζωῆς ἐπίτασις καὶ τἄλλα, ὧν χωρὶς οὐκ ἔνι τελειωθῆναι τὴν εὐδαιμονίαν· ὄργανα δέ, ὥσπερ πλοῦτος καὶ φίλοι. εἰ τοίνυν οὗτός ἐστιν ὁ ὁρισμὸς τῆς εὐδαιμονίας, πῶς ἂν αἰτίαν ἔχοι τὴν τύχην; ἡ γὰρ ψυχικὴ ἐνέργεια οὐκ ἀπὸ τύχης. τούτῳ δὴ τῷ ὁρισμῷ καὶ τὰ εἰρημένα περὶ τοῦ τέλους τῆς πολιτικῆς ἀκόλουθα. τὸ γὰρ τῆς πολιτικῆς τέλος τὸ ἄριστον ἐλέγομεν εἶναι καὶ διὰ τοῦτο ἐν αὐτῇ εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. εἰκότως οὖν οὔτε ἵππον οὔτε βοῦν οὔτε ἄλλο τι τῶν ζῴων εὔδαιμον λέγομεν· οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας. διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικίαν. οἱ δὲ λεγόμενοι εὐδαίμονες παῖδες διὰ τὴν ἐλπίδα μακαρίζονται. δεῖ γάρ, ὡς εἴπομεν, καὶ ἀρετῆς καὶ βίου τελείου. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν τοῖς ἡρωϊκοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χρησάμενον τύχαις καὶ τελευτήσαντα ἀθλίως οὐδεὶς εὐδαιμονίζει.
论将要获得幸福之人即便幸福并不在于外在事物,也仍需要外在之物;以及论人类的幸福并非出于运气。第十六章。 幸福的本质固然在于善良的诸行为;然而正如我们所说,它显然还额外需要外在的善。因为在缺乏外在事物协助的情况下,要践行高尚的行为是不可能或不容易的。因为许多最美好的事情都是通过外在事物、如同通过工具一样来完成的,或是通过朋友,或是通过财富,或是通过城邦中的尊荣、官职与权势。正如那些被剥夺了其中某些事物的人,会使幸福带有某种瑕疵,比如若有人缺乏高贵的出身、优秀的子女或俊美的容貌。因为一个外貌极其丑陋、出身微贱、孤僻无子,或者拥有恶劣子女、丧失优秀子女的人,绝非适合享有幸福之人;正因如此,我们说幸福还额外需要这类顺境。正是因此,有些人认为由外在善所构成的幸运与所探求的幸福是同一的,而另一些人则说是德性;因为对于真正幸福的人来说,这两者都是必需的。也正因如此,人们探讨幸福究竟是可教的、通过某种系统指导而产生,还是源于对依德性行为的习惯化,抑或通过某种其他训练,还是由神赐予人类,亦或源于某种运气。看来,如果神对人类确实有什么其他恩赐的话,这一项[幸福]理所当然也会是神赐的;而且幸福比其他事物都更有可能是神赐的,就它是人类一切事物中最优秀的而言。然而,讨论这些问题应当属于关于摄理的学说和另一项专论,而我们必须按照切合眼前研究方法的方式来考察。因此显然,即便幸福并非神所赐予,而是通过德性或某种其他训练而产生,它依然属于最神圣的事物之列。因为德性的奖赏与目的(即幸福自身)显然是最优秀的,是某种神圣且受祝福之物;而且它也可能为一切人所共有。因为对于一切理智未受损伤、对于获得德性并非完全不能动弹的人来说,通过某种学习和照料而拥有幸福是可能的。而且比起源于运气,幸福源于训练而显得更伟大、更完满,这是合乎理性的;同样,凡是由任何其他原因(无论技艺的原因还是自然的原因)产生的事物,也都优于由运气产生的事物;而由最优秀的原因(即德性)产生的事物尤其如此。此外,把幸福这最大且最美好的善托付给运气,将是极不谐调的。这一点从上述关于幸福的定义中也是显而易见的;因为幸福被说成是在完全一生中依德性的灵魂活动。至于其余的善,包括身体自身的肉体之善和围绕身体的善,有些对于幸福是必需的,有些则如同幸福的工具:必需的诸如身体的健康、生命的延续以及其余那些没有它们幸福便无法完全的事物;工具诸如财富和朋友。既然这是幸福的定义,它又怎能以运气为原因呢?因为灵魂的活动并非出于运气。这一定义与关于政治学目的的论述确实也是一致的。因为我们曾说过政治学的目的是最优秀的,正因如此人类的幸福存在于其中。因此,我们理所当然地既不把马、牛,也不把其他任何动物称为幸福的;因为它们中没有任何一个能够分有这样的活动。也正是由于这个原因,孩子也不是幸福的;因为由于年龄的缘故,他还不能践行这些行为。那些被称为幸福的孩子是因着希望而被称颂为受祝福的。因为正如我们所说,既需要德性,也需要完全的一生。因为在一生中会发生许多变故和各种各样的运气,极其繁荣昌盛的人完全有可能在老年陷入巨大的不幸,正如在关于普里阿摩斯的英雄史诗中所传说的那样;但对于遭遇这种运气并悲惨死去的人,谁也不会称他为幸福。
- 1.ὅτι καὶ ἀμφοτέρων χρεία τῷ κυρίως εὐδαίμονι.
承接前文提到的两种对立观点(有人将幸运视同幸福,有人将德性视同幸福)的原因从句(ὅτι 引导)。系动词被省略,构成名词性谓语结构,意为“因为对于真正幸福的人来说,两者[德性与外在善]都是必需的”。
- 1.ἄλλως τε τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον τὴν εὐδαιμονίαν ἐπιτρέψαι τῇ τύχῃ λίαν πλημμελὲς ἂν εἴη.
主句谓语为潜能希求法 ἂν εἴη,主语为带冠词的不定式短语 τὸ ... ἐπιτρέψαι。在不定式内部,τὴν εὐδαιμονίαν 是 ἐπιτρέψαι 的直接宾语,并与前面的中性名词化短语 τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον 构成同位语关系(即“把幸福这最大且最美好的善托付给运气”)。
