- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:188.8-189.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述在未经事先约定的施惠中由给予者还是接受者确定相称回报的疑难,阐明基于德性与哲学的交往注重抉择,并说明在实用性友爱中何以应以接受者事先的估价为标准。
〈Περὶ τοῦ τίνος ἐστὶν ἐν τῇ ἄνευ διομολογίας γινομένῃ εὐερ 〈Περὶ τοῦ τίνος ἐστὶν ἐν τῇ ἄνευ διομολογίας γινομένῃ εὐεργεσίᾳ τὴν ἀμοιβὴν τάττειν καὶ ἔτι περὶ τῆς κατ’ ἀρετὴν καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας, ἐν ᾗ διομολογία οὐ γίνεται. κεφ. βʹ.〉 Ἐν μὲν οὖν ταῖς ἀνομοίοις φιλίαις τὸ ἀνάλογον καὶ κατ’ ἀξίαν ζητεῖται· ἀπορία δέ ἐστι, πότερος κύριος τάττειν ἀξίαν ἀμοιβήν, ὁ προϊέμενος ἢ ὁ λαμβάνων. ὁ γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν τῷ λαμβάνοντι τάξαι τὴν ἀξίαν ἀμοιβήν, ὥσπερ ὁ Πρωταγόρας ἐποίει· τοὺς γὰρ φοιτητὰς τῆς διδασκαλίας τὸν μισθὸν οὐκ αὐτὸς ὁριζόμενος ἀπῄτει, ἀλλ’ αὐτοὺς ἐκέλευε τιμᾶν ὅσου νομίζουσιν ἄξια μεμαθηκέναι,1 καὶ τοσοῦτον ἐλάμβανεν. ἐν ταῖς τοιαύταις δὲ κοινωνίαις ἔνιοι ταῖς ἀναλόγοις ἀμοιβαῖς ἀρκοῦνται καὶ ἀγαπῶσι τοῖς Ἡσιόδου μισθὸς δ’ ἀνδρὶ ἄρκιος εἴη· οἱ δὲ ἀγοραῖοι καὶ κατ’ ἐμπορίαν ταῖς κοινωνίαις χρώμενοι πλείω ζητοῦσιν, οἳ καὶ προλαβόντες ἐνίοτε τἀργύριον καὶ αὐτίκα δώσειν ἐπαγγειλάμενοι οὐκ ἀποδιδόασιν, οὐδὲ ποιοῦσιν οὐδὲν ὧν ἔφασαν· καὶ ἐγκαλοῦνται δικαίως, ὅτι τὰ ἔργα ταῖς ἐπαγγελίαις ὑπερβάλλουσι·2 διὰ τοῦτο καὶ οἱ σοφισταὶ οὐ διδάσκουσι πρὶν μισθὸν λαβεῖν τῆς διδασκαλίας διὰ τὸ μηδένα ἂν δοῦναι ἀργύριον ὧν μεμάθηκεν ἕνεκα, ὅτι φαῦλα· ἐπαγγελλόμενοι δὲ μεγάλα διδάξειν, λαμβάνουσι μὲν τὸν μισθόν, διδάσκουσι δὲ τὰ φαυλότατα· οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν μισθὸν μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν αἷς δὲ κοινωνίαις οὐ γίνεται διομολογία τῆς ἀμοιβῆς ἢ τῆς ὑπουργίας, οἱ μὲν ὠφελοῦντες τοὺς φίλους δι’ αὐτούς, καὶ προϊέμενοι τὰ ἑαυτῶν τῶν φίλων ἕνεκα, οἷοί εἰσιν οἱ σπουδαῖοι, εἴρηται ὅτι ἀνέγκλητοι. τοιαύτη γὰρ ἡ κατ’ ἀρετὴν φιλία· τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν· αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη. τοιαύτη δέ ἐστι καὶ ἡ κατὰ φιλοσοφίαν κοινωνία· ὁ γὰρ διδάσκαλος τῆς φιλοσοφίας τὸν μαθητὴν οὐ χρήματα ἀπαιτεῖ ἢ τιμὴν ὡρισμένως, ἐπεὶ μηδέ ἐστιν ἄξιόν τι τῆς φιλοσοφίας οὔτε ἐν χρήμασιν οὔτε ἐν τιμῇ, ἀλλὰ τὴν προαίρεσιν σκοπεῖ· ἔργον δὲ καὶ ἀμοιβὴν ἱκανὸν ἡγεῖται τὸ ἐνδεχόμενον, καθάπερ καὶ τὸ πρὸς θεοὺς καὶ πρὸς γονεῖς ἔχει δίκαιον. οἱ μὲν οὖν τοῖς φίλοις χαριζόμενοι δι’ αὐτοὺς οὕτω μετροῦσι τὴν ἀξίαν τῶν ἀμοιβῶν. οἱ δὲ ἐπί τινι ἢ διὰ χρήσιμον ἢ διὰ ἡδονὴν οὕτω δώσουσι καὶ λήψονται τὴν ἀμοιβήν, ὡς ἀμφοτέροις δοκεῖ ἄξιον εἶναι. οὕτω γὰρ ἂν γένοιτο καθαρὰν ἐγκλημάτων τὴν κοινωνίαν γενέσθαι. εἰ δὲ μὴ συμβαίνει τοῦτο, μηδὲ δύνανται καὶ ἄμφω κρίνειν τὴν προσήκουσαν ἀμοιβὴν ἀλλὰ ἢ ὁ ἕτερος μόνον ἢ μηδέτερος, ἀνάγκη κατὰ τὴν κρίσιν τοῦ δεχομένου τὰς εὐεργεσίας τὰς ἀμοιβὰς γίνεσθαι. εἰ γὰρ ὁ μὲν ἀντὶ τοσούτων τοσαῦτα διδόναι βούλεσθαι λέγοι, ὁ δὲ ἐπὶ τούτοις παρέχοι, ὁ μὲν ἃ δοῦναι συνέθετο δώσει, καὶ ἀμείψεται ἢ ἡδονὴν ἢ ἄλλην τινὰ ὠφέλειαν ἀποδούς, ὁ δὲ οὐκ ἐγκαλέσει, λαβὼν ἃ λαβεῖν ἔκρινεν ἄξιον εἶναι· τοῦτο δὲ οὐ μόνον ἀναγκαῖόν ἐστι καὶ τὴν κοινωνίαν ἀπαλλάττει πραγμάτων, ἀλλὰ καὶ δίκαιον. εἰ γάρ τις ὧν βούλεται τύχοι, οὐκ ἀδικεῖται· διὰ τοῦτο καὶ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον· ὁ γὰρ ὠνούμενος τάττει τὴν τιμὴν καὶ μετρεῖ τῇ ἑαυτοῦ ὠφελείᾳ ἢ τῇ ἡδονῇ, καὶ τοσούτου ἄξιον εἶναι λέγει τὸ ζητούμενον ὤνιον. καὶ νόμος δὲ παρά τισι κεῖται τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι μηδὲ ζητεῖν δικαστὴν ἕτερον ἐν ταῖς τοιαύταις κοινωνίαις μηδὲ νόμους ἑτέρους, ἀλλ’ ᾧ τις ἐπίστευσε καὶ κεκοινώνηκε τῶν αὑτοῦ καὶ ταῖς συνθήκαις χρησάμενον διαλύεσθαι. δικαιότερον γὰρ οἴονται κρίνειν τὸν ἐπιτραπέντα ἐξ ἀρχῆς τάξαι τὴν ἀμοιβὴν ἢ τὸν ἐπιτρέψαντα·3 ὁ μὲν γὰρ ἐπιτρέψας τῷ δεχομένῳ ψηφίσεται· περὶ τῶν ἑαυτοῦ δὲ οὐδεὶς ἀξιόπιστός ἐστι κριτής. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον τὰ οἰκεῖα καὶ ἃ δίδωσιν ἕκαστος πολλοῦ ἄξια νομίζει· ὁ δὲ ἐπιτραπεὶς τάξαι τὴν ἀμοιβὴν ὧν δέχεται εὐεργεσιῶν, ἐὰν ὕστερον πράγματα αὐτῷ παρέχῃ ὁ κοινωνήσας τῶν ἑαυτοῦ ὡς οὐκ ἀξίως ἀμειψαμένῳ, δύναται κρίνειν ὀρθῶς, χρησάμενος ταῖς ἐξ ἀρχῆς συνθήκαις, ἃς οὗτός τε διωμολόγησε. κἀκεῖνος συνέθετο· οὐ γὰρ ὅσου νῦν ἄξια νομίζει μετὰ τὸ λαβεῖν, τοσαῦτα παρέξει, ἀλλ’ ὅσων ἐτίμα μήπω λαβών.
〈关于在未经明确约定的施惠中由谁来确定回报,以及关于未作明确约定的基于德性与基于实用的友爱。第二章。〉 在异质的友爱中,人们寻求的是按比例和按价值之物;但存在一个疑难:究竟是最初给予者还是接受者有权确定相称的回报。因为最初给予者似乎是将确定相称回报的权力托付给了接受者,正如普罗泰戈拉所做的那样;因为对于教学的酬金,他不是自己规定去索要,而是让学生们自己评估他们认为学到的东西值多少钱,并且他就收取这么多。在这样的交往中,有些人满足于按比例的回报,安于赫西俄德所说的“报酬对人当是足够的”;但那些市井之徒和将交往用于买卖的人则索求更多,他们有时预先收取了金钱,承诺立即给予,却并不兑现,也不履行他们所说的任何事;他们受到正当的指责,因为他们的诺言远远超过了他们的实际作为。正因如此,智者们在收到教学报酬之前绝不施教,这是因为鉴于所学之物低劣,根本不会有人为之付钱;他们许诺传授伟大的事物,收取了报酬,教的却是最卑劣的东西;因此,这些人既然没有履行收取报酬所对应的事,理所当然地处于受抱怨之中。然而,在那些对回报或劳务没有作出明确约定的交往中,那些为了朋友自身而有益于朋友、为了朋友而放弃自己财物的人——正如贤德之士那样——据说是无可指责的。因为基于德性的友爱正是如此;且回报应当根据抉择来进行;因为正如在前面的论述中所表明的那样,抉择是属于朋友和德性的。基于哲学的交往也是如此;因为哲学的教师并不以规定的方式向学生索要金钱或名誉,因为无论在金钱还是在名誉中,都没有任何东西配得上哲学,而是着眼于其抉择;他将尽其所能之事视作充分的作为和回报,正如对神明和对父母的正义也是如此。因此,那些为了朋友自身而恩惠朋友的人,就是这样衡量回报的价值的。但那些附带条件、或出于有用或出于快乐而行事的人,将按照双方都认为相称的方式给予和收取回报。因为这样交往才能免于抱怨。但如果这种情况没有出现,双方也不能共同判定相称的回报,而只有一方能判定或双方都不能判定,那么必然要根据接受恩惠者的判断来作出回报。因为如果一方说希望用这么多来换取那么多,而另一方以此为条件提供,那么前者将给出自己约定给予的东西,通过交出快乐或其他某种益处来进行回报,而后者得到了自己判定值得接受的东西,也就不会抱怨;这不仅是必要的且使交往免于纠纷,而且也是公正的。因为如果一个人得到了自己想要的东西,他便没有受到不公;正因如此,在买卖的货物中也显出是如此行事的;因为买方确定价格,并通过自己的益处或快乐来衡量,并表明所求购的货物值这么多。在某些地方甚至立有法律,规定对于自愿契约不得提起诉讼,在这样的交往中也不得寻求另一位审判官或其他的法律,而是信任了某人并与他分享了自己的财物的人,应当依循原本的协定自行了结。因为人们认为,由最初被托付确定回报的人来裁决,比由托付的人来裁决更为公正;因为托付者将投票判给接受者,而在涉及自己的事情上,没有人是值得信赖的裁判者。因为在绝大多数情况下,各人都认为属于自己的东西以及自己所给予的东西价值不菲;而那个被托付为所接受的恩惠确定回报的人,如果日后与他分享财物的人以他未能作出相称回报为由而找他麻烦,他便能够依照最初的协定做出正确的裁断,这协定乃是前者所商定而后者所同意的;因为他将要提供的,并不是在接受之后现在认为值多少,而是尚未接受时他所估价的那么多。
- 9.ὅσου νομίζουσιν ἄξια μεμαθηκέναι
ὅσου 为关系代名词 ὅσος 的中性单数属格,作表示价值或代价的属格(genitive of value/price)。指示代词先行词 τοσούτου 被省略,ὅσου 作为价值补足成分从属于 ἄξια 或作估价动词 τιμᾶν 的补足语,意为“按照他们认为所学之物值得的价值”。
- 9.τὰ ἔργα ταῖς ἐπαγγελίαις ὑπερβάλλουσι
τὰ ἔργα 为宾格直接宾语,ταῖς ἐπαγγελίαις 为表示方式、手段或差额的与格。及物动词 ὑπερβάλλω 意为“超越、胜过”,句子的核心结构表示“他们用口头许诺超越了实际作为”(即其空口承诺远远超出其实际行动)。
- 9.δικαιότερον γὰρ οἴονται κρίνειν τὸν ἐπιτραπέντα ἐξ ἀρχῆς τάξαι τὴν ἀμοιβὴν ἢ τὸν ἐπιτρέψαντα
带对格的主格/宾语不定式结构。以主动词 οἴονται 为核心,中性比较级形容词 δικαιότερον 作谓语,不定式 κρίνειν 充当补足语。不定式 κρίνειν 的逻辑主语为对格分词 τὸν ἐπιτραπέντα(...),并在比较连词 ἤ 之后与 τὸν ἐπιτρέψαντα 相对并列。
