- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:187.2-188.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注《尼各马可伦理学》第九卷第一章。对比同质友爱中的等额回报与异质友爱中的按比例回报,并借助情爱关系以及琴歌艺人的逸事,阐明在缺乏共同衡量尺度且双方目的与需求不一时,友谊如何产生争执与破裂。
〈Ποῖα τὰ τὴν φιλίαν σώζοντα. κεφ. αʹ.〉 Λέγωμεν δὲ ἔτι περὶ φιλίας καὶ ὧν δεῖ προσθῶμεν τοῖς εἰρημένοις.1 ἐν μὲν οὖν ταῖς κατ’ ἰσότητα φιλίαις τὰ ἴσα ἀνταποδοτέον ἀλλήλοις τοὺς φίλους, ἐν δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις, καθὼς εἴρηται, τὸ ἀνάλογον· ἡ γὰρ ἀναλογία ἰσάζει τοὺς φίλους ἐν ταῖς πολιτικαῖς κοινωνίαις. ὁ γὰρ σκυτοτόμος ἀντὶ τῶν ὑποδημάτων οὐχ ὑποδήματα ἀλλὰ τὸ κατ’ ἀξίαν καὶ τὸ ἀνάλογον λήψεται, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων εἴρηται· ὁμοίως δὲ καὶ ὁ ὑφάντης καὶ οἱ ὅμοιοι· τοῦτο γὰρ σώζει τὰς πολιτικὰς κοινωνίας, τὸ ἀναλόγως διδόναι καὶ λαμβάνειν, ὧν ἕκαστος ἢ δεῖται ἢ εὐπορεῖ. ἀλλ’ ἐν μὲν ταῖς πολιτικαῖς κοινωνίαις ἐστὶ κοινὸν μέτρον καὶ τὸ νόμισμα. πρὸς ὃ πάντα ἀναφέρεται, καὶ ᾧ τὰς δόσεις καὶ τὰς λήψεις μετροῦμεν, ἐν δὲ ταῖς ἠθικαῖς τε καὶ φιλικαῖς οὐκ ἔστιν ᾧ μετρῆσαι δυνατὸν τὰ ἀνομοιοειδῆ. καὶ διὰ τοῦτο ἐν ἐγκλήμασιν ἀεί εἰσιν αἱ τοιαῦται κοινωνίαι, οἵα ἐστὶν ἡ ἐρωτική. καὶ γὰρ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ τῷ ἐρωμένῳ, ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐκ ἄξιος ὢν φιλεῖσθαι, εἰ οὕτως ἔτυχε,2 πολλάκις δὲ ὁ ἐρώμενος τῷ ἐρῶντι μέμφεται, ὅτι πρότερον ἐπαγγειλάμενος πάντα 〈νῦν οὐθὲν ἐπιτελεῖ. συμβαίνει δὲ τὰ τοιαῦτα, ὅταν ὁ μὲν δι’ ἡδονὴν ἐρῶν, ὁ δὲ〉 διὰ τὸ χρήσιμον, εἶτα μήτε οὗτος πάνυ ἡδὺς ᾖ μήτε ἐκεῖνος χρήσιμος· διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης, ἐπειδὰν μὴ παρῶσι, διάλυσις γίνεται. οὐ γὰρ ἀλλήλους ἔστεργον ἀλλὰ τὰ ἀλλήλων, ἃ μὴ ὄντα μόνιμα καὶ τὴν φιλίαν συναπόλλυσιν· οἱ δὲ ἀλλήλους στέργοντες καὶ τὰ ἀλλήλων ἤθη, οἷοί εἰσιν οἱ σπουδαῖοι, μόνιμοί εἰσιν ἐν τῇ φιλίᾳ. φιλοῦσι γὰρ ἀλλήλους δι’ αὐτοὺς καὶ δι’ οὐδὲν ἄλλο· αὐτοὶ δὲ μένοντες ἐφ’ ἑαυτῶν καὶ τὴν φιλίαν διασώζουσι. διαφέρονται δὲ οἱ ἀνομοιοειδεῖς φίλοι, καὶ ὅταν ἕτερα γίνηται αὐτοῖς παρὰ τῶν φίλων καὶ μὴ ὧν ὀρέγονται. ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, ὥσπερ ὁ τῷ κιθαρῳδῷ ἐπαγγειλάμενος, ὅσῳ ἄμεινον ᾄσειε τοσούτῳ πλεῖον δώσειν, εἰς ἕω δὲ ἀπαιτοῦντι τὰς ὑποσχέσεις, ἀνθ’ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη.3 εἰ μὲν οὖν ἑκάτερος ἡδονὴν ἐβούλετο λαβεῖν, ἱκανῶς ἂν εἶχεν ἡ κοινωνία, εἰ δὲ ὁ μὲν τέρψιν ἐζήτει, ὁ δὲ κέρδος, καὶ ὁ μὲν ὃ ἐζήτει ἔλαβεν, ὁ δὲ μή, οὐκ ἂν εἴη τὸ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ ἕκαστος δεῖται, τούτων ἕνεκα δίδωσιν ἃ τυγχάνει κεκτημένος αὐτός.
〈何为保全友爱之事。第一章。〉 让我们进一步讨论友爱,并在已述之事上补充必要的内容。在基于平等的友爱中,朋友们彼此之间应当回报相等之物;但在异质的友爱中,正如前面所说,应当回报按比例之物;因为在城邦共同体中,比例使朋友们趋于平等。事实上,鞋匠用鞋换来的不是鞋,而是按价值且按比例之物,正如在第五卷中更详细论述的那样;织工及类似的人也是如此;因为正是按照各人所匮乏或富足之物成比例地给予和接受,才维系了城邦共同体。然而,在城邦共同体中存在着作为公共尺度的货币,一切都归结于它,且我们用它来衡量付出与收取;但在品德与友爱的关系中,却不存在可以用来衡量异质之物的尺度。正因如此,这类共同关系总是充满抱怨,例如情爱关系便是如此。因为有时爱者抱怨被爱者,说自己深爱对方却没有得到对方的回爱——假如碰巧如此的话,其实他本就不配被爱——而很多时候被爱者又责怪爱者,说他以前承诺了一切,〈如今却什么也不兑现。这种情况发生于,当一方出于快乐而爱,而另一方〉出于实用而爱,随后后者不再十分令人愉悦,前者也不再有用;因为友爱既是因这些而存在,一旦它们不复存在,破裂便随之发生。因为他们喜爱的并不是彼此本身,而是彼此所附带之物,这些东西并非恒久,因而也将友爱一同毁灭;但那些喜爱彼此本身及其品行的人——如贤德之士——在友爱中是恒久的。因为他们因彼此自身而非因任何别的东西相爱;而他们自身保持不变,也就保全了友爱。异质的朋友们在从朋友那里得到的与他们所渴望的不同、并非他们所欲求之物时,也会发生争执。因为当一个人得不到自己所渴望之物时,就如同什么都没有得到一样,就像有人曾向琴歌艺人许诺,唱得越好就给得越多,而在拂晓艺人索求诺言时,他却声称自己是以快乐回报了快乐。如果双方当时都希望获得快乐,那么这种共同关系本是充分的;但若一方寻求愉悦,而另一方寻求利益,且一方得到了所寻求之物,另一方却没有得到,那么共同关系的结果就不会良好;因为各人正是为了自己所匮乏之物,才给出自己恰好拥有的东西。
- 9.0ὧν δεῖ προσθῶμεν τοῖς εἰρημένοις
关系代词 ὧν 包含先行词的省略,代表 ταῦτα ὧν δεῖ,此处因从属句动词 δεῖ 要求属格而作属格。全句意为“在已述之事上补充必要的内容”。
- 9.0οὐκ ἄξιος ὢν φιλεῖσθαι, εἰ οὕτως ἔτυχε
分词 ὤν 的逻辑主语是“爱者”(ὁ ἐραστής)。在爱者抱怨未得到回爱时,注疏者插入评述指出:若情况果真如此,爱者自身原本就不配被爱。由于句中“被爱者”(τῷ ἐρωμένῳ)处于与格,主格分词 ὤν 在语法上只能指“爱者”,结合上下文也正是指责抱怨方的不合理。
- 9.0ὥσπερ ὁ τῷ κιθαρῳδῷ ἐπαγγειλάμενος ... ἔφη
主句的主语是分词短语 ὁ ... ἐπαγγειλάμενος(许诺者),主动词是后面的 ἔφη。句中插入了 ὅσῳ ... τοσούτῳ 相关分句;εἰς ἕω δὲ ἀπαιτοῦντι 作为与格状语修饰 ἔφη(“对拂晓索求者说道”),引出不定式结构 ἀνθ’ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι(已以快乐回报快乐)。
