- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:185.19-186.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了化解基于优越地位的友爱中的抱怨的方法,指出应向优越者分配荣誉、向匮乏者分配利益以实现均等。进而将尽力回报的原则应用于对神明和双亲的敬奉,解释了父子之间断绝关系的不对称性。
〈Περὶ μέτρου ἀποδόσεως ἐν τῇ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ 10#2 οὕτω δὲ ἐγκαλοῦντες ἀλλήλοις καὶ ἀξιοῦντες ἑκάτερος πλέον ἔχειν ῥᾷστα διαλύονται. ἔοικε δὲ ὀρθῶς καὶ ἑκάτερος ἀξιοῦν· δεῖ γὰρ ἑκατέρῳ τὸ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι δεῖ πλέον νέμειν τιμῆς, τῷ δὲ ἐνδεεῖ πλέον ἀποδιδόναι ὧν δεῖται. τῆς μὲν γὰρ ἀρετῆς καὶ εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δὲ ἐνδείας ἐπικουρία τὸ κέρδος ἢ ἄλλο ὁτιοῦν, οὗ ἐνδεής ἐστι. τὸν ἴσον δὲ τρόπον καὶ ἐν ταῖς πολιτείαις φαίνεται ἔχον· ἀποδίδοται γὰρ ἀεὶ τοῖς εὐεργέταις ἡ τιμή· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι· ἡ τιμὴ δὲ κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι, ἀλλ’ ὁ ἐνδεὴς τοῦ κοινοῦ χρήματα μὲν λαμβάνει, τιμᾶται δὲ οὐδαμῶς· οὐδεὶς γὰρ δέχεται κατ’ ἄμφω ἐλαττοῦσθαι καὶ κατὰ τὴν τιμὴν καὶ κατὰ τὰ χρήματα, ἀλλὰ τὸ ἕτερον διδοὺς τὸ ἕτερον λήψεται. διὰ τοῦτο τῷ μὲν περὶ χρήματα ἐλαττουμένῳ ὑπὲρ τοῦ κοινοῦ τὴν τιμὴν νέμουσι, τῷ δὲ δωροδόκῳ χρήματα·1 τὸ κατ’ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται. τοῦτον δὴ τὸν τρόπον καὶ τοῖς ἀνίσοις φίλοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον τῷ ὠφελοῦντι· ἀνταποδώσει δὲ τὸ ἐνδεχόμενον. τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν. οὐ γὰρ δύνανται πάντες τὰ κατ’ ἀξίαν ὧν ὀφείλουσιν ἀποδιδόναι· οὐ γὰρ δυνατὸν ἐπὶ πάντων τὸ κατ’ ἀξίαν εὑρεῖν, ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς καὶ γονέας τιμαῖς οὐδεὶς τὴν ἀξίαν ἀποδοῦναι δύναται· ὁ δὲ θεραπεύων κατὰ τὴν δύναμιν καὶ ὅσον ἔξεστιν ἐπιεικὴς εἶναι δοκεῖ. διὰ τοῦτο δοκεῖ μὴ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι καὶ μὴ ὑπακοῦσαι περὶ ὁτιοῦν ἀξιοῦντα (ἀεὶ γὰρ ὀφείλει καὶ διὰ τοῦτο ἀνταποδοτέον ἀεί· οὐδὲν γὰρ ἄξιον ὧν εὐεργετήθη δέδρακε πρὸς τὸν πατέρα), τῷ πατρὶ δὲ ἀπείπασθαι τὸν υἱόν· ἔξεστι γὰρ τοῖς εὐεργέταις τοὺς ὀφείλοντας ἀποπέμψασθαι. ἴσως δὲ οὐδεὶς πατὴρ ἀφίσταται τοῦ υἱοῦ, εἰ μὴ ὑπερβαλλόντως εἴη μοχθηρός· ἥ τε γὰρ φυσικὴ φιλία εἰς τοῦτο ἐπείγει καὶ ἅμα ἀνθρώπινόν ἐστι τὴν ἐπικουρίαν μὴ διωθεῖσθαι· τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητόν, ἢ οὐ λίαν σπουδάζεται τῷ πατρὶ ἐπαρκεῖν·2 οἱ γὰρ πολλοὶ εὖ πάσχειν βούλονται, τὸ δὲ εὖ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.
〈Περὶ μέτρου ἀποδόσεως ἐν τῇ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ 10#2正因为这样相互责难且双方都要求获得更多,他们极易破裂友谊。但看来双方的要求都是合理的;因为应当从友爱中把较大的份额分配给双方,然而并非属于同一种事物,而是应当给优越者分配更多的荣誉,给匮乏者回报更多的他所需要之物。因为荣誉是对德性与善行的奖赏,而利益或匮乏者所需要的其他任何事物则是对匮乏的救助。在城邦政体中似乎也是同样的情况;因为荣誉总是回报给施惠者。事实上,不为共同体提供任何益处的人得不到荣誉;因为公共之物是给予造福公共共同体之人的,而荣誉正是一种公共之物。人不可能既从公款中牟利又同时受到尊崇,相反,需要公共之物者虽获得金钱,却绝不会得到荣誉。因为没有人甘愿在荣誉和金钱这两方面都受损,而是付出其一,便会获得另一。正因如此,人们把荣誉分配给为了公共共同体而在金钱上受损的人,而把金钱分配给受助者;因为按价值配给会重新拉平差异并维系友爱,正如前面所说的那样。因此,对于地位不平等的朋友也必须依此方式相处,在金钱或德性上受惠的人必须向施惠者回报荣誉;但他所回报的应当是可能办到的程度。因为友爱所追求的是可能之事,而非严格的按价值对等。毕竟并非人人都能按照其所欠债务的价值予以偿还;因为并非在一切事情上都能找到恰如其分的价值回报,就像在对神明与双亲的敬奉中,无人能够偿还相等的价值一样;然而尽其所能且在可能范围内进行侍奉者,便被认为是公正的。正因如此,儿子似乎无权与父亲断绝关系,也无权在父亲有任何要求时不予顺从(因为儿子始终欠债,并因此必须始终回报;因为他对父亲所做的事情没有任何一件能配得上他所受的恩德),而父亲却有权与儿子断绝关系;因为施惠者有权打发走那些欠债者。然而,除非儿子极端卑劣,否则或许没有任何父亲会舍弃儿子;因为自然的友爱驱使着这一点,同时不拒绝援助乃是人之常情;但对于恶劣的儿子而言,援助父亲则是可憎之事,或者说并不会特别热心地去追求;因为大众总想享受恩惠,却把行善视作无益之事而加以逃避。关于这些问题,就先谈到这里吧。
- 8.τῷ δὲ δωροδόκῳ χρήματα
承接前分句“τῷ μὲν περὶ χρήματα ἐλαττουμένῳ ὑπὲρ τοῦ κοινοῦ τὴν τιμὴν νέμουσι”(为公共利益在金钱上受损者分配荣誉),此处省略了动词“νέμουσι”。“δωροδόκος”直接沿袭亚里士多德原文(1163b11),此处并非指常见的贬义“受贿者”,而是指“接受赠与/财物的人(受助者)”。
- 8.τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητόν, ἢ οὐ λίαν σπουδάζεται τῷ πατρὶ ἐπαρκεῖν
与格短语“τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι”(对于恶劣的儿子而言)统摄后续的两个述部。第一支中系动词“ἐστί”在“μισητόν”后省略,不定式短语“τῷ πατρὶ ἐπαρκεῖν”(援助父亲)为其逻辑主语;第二支“ἢ οὐ λίαν σπουδάζεται”则是无人称被动态(“未被热切追求”),同样带该不定式。
