- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:184.22-185.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对应于亚里士多德《尼各马可伦理学》第八卷第十四章,论述了有用友爱中回报的尺度(受惠者的利益还是施惠者的劳力)及其与德性友爱的区别,并考察了基于优越地位的友爱中双方的主张与非难。
〈Περὶ μέτρου ἀποδόσεως ἐν τῇ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ 10#1 〈Περὶ μέτρου ἀποδόσεως ἐν τῇ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ καθ’ ὑπεροχὴν φιλίᾳ μέμψεων. κεφ. ιηʹ.〉 Ἐν δὲ ταῖς πρὸς ἀλλήλους τῶν φίλων ἀμοιβαῖς ἀπορία ἐστίν. ἐπεὶ γὰρ ἀπὸ μεγάλων εὐεργεσιῶν μικραὶ ὠφέλειαι γίνονται τοῖς εὐεργετουμένοις καὶ ἀπὸ μικρῶν μεγάλαι πολλάκις (ἐνδέχεται γὰρ πολλὰ ποιήσαντα καὶ ἀναλώσαντα μικρὰ τὸν φίλον ὠφελῆσαι, καὶ τὸ ἀνάπαλιν), πότερον ἀμειβομένους1 τὴν ὠφέλειαν δεῖ σκοπεῖν ἢ τῆς εὐεργεσίας τὸ μέτρον. καὶ γὰρ οἱ μὲν εὖ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν, ἃ μικρὰ ἦν ἐκείνοις δοῦναι καὶ ἐξῆν παρ’ ἑτέρων λαβεῖν, τούτῳ κατασμικρύνοντες τὰς εὐεργεσίας, οἱ δὲ εὖ ποιήσαντες τὸ ἀνάπαλιν τὰ μέγιστα ὧν εἶχον εὐεργετῆσαι λέγουσι καὶ ἃ παρ’ ἄλλων οὐκ ἦν λαβεῖν, καὶ ἐν κινδύνοις καὶ χρείαις κινδύνων ἐγγύς· ἀμφισβητεῖται δή, ποτέρῳ δεῖ μετρεῖν τὴν ἀμοιβὴν τῇ τοῦ παθόντος εὖ ὠφελείᾳ ἢ τῇ τοῦ δράσαντος εὐεργεσίᾳ. ἔστι δὲ οὐχ ὁμοίως ἐπὶ πάσης φιλίας, ἀλλ’ ἐπὶ μὲν τῆς διὰ τὸ χρήσιμον φιλίας ἡ ἀμοιβὴ ἀναλογήσει τῇ τοῦ εὖ παθόντος ὠφελείᾳ ἢ καὶ ὑπερβαλεῖ ταύτην· οὕτω γὰρ κάλλιον. καὶ γὰρ οὗτός ἐστιν ὁ δεόμενος καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην·2 τοσαύτη οὖν γεγένηται ἐπικουρία ὅσον ὠφελήθη ἢ καὶ πλέον· ὅλως δὲ τῇ ὠφελείᾳ ἑαυτοῦ μετρεῖν ἄξιον τὴν ἀμοιβήν, ὅτι διὰ ταύτην φίλος ἐστίν· ἐπὶ δὲ τῆς δι’ ἀρετὴν φιλίας οὔτε ἐγκλήματά εἰσιν ὥσπερ ἐπὶ ταύτης, ἑκατέρου βουλομένου τὰς εὐεργεσίας ἕλκειν ἐπὶ τὸ ὠφέλιμον ἑαυτῷ, οὔτε τῇ ὠφελείᾳ τῶν εὖ πασχόντων αἱ ἀμοιβαὶ μετροῦνται ἀλλὰ τῇ προαιρέσει τῶν εὖ ποιούντων· τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον· ἐπεὶ τοίνυν διὰ τὴν ἀρετὴν ἀλλήλους φιλοῦσι καὶ τὰς ἀμοιβὰς τῇ προαιρέσει μετρήσουσι, διὰ τοῦτο παντὸς ἐγκλήματος καθαρά ἐστιν ἡ τοιαύτη φιλία, αἱ δὲ ἄλλαι ἀεὶ ἐν ἐγκλήμασίν εἰσιν, οἵα ἐστὶ καὶ ἡ καθ’ ὑπεροχήν, ὅταν ὁ μείζων τὸν ἐλάττω φιλῇ ἢ 〈ὁ〉 ὠφελιμώτερος τὸν ἧττον ὠφέλιμον· ἀξιοῖ γὰρ ὁ ὑπερέχων πλέον ἔχειν, ὁ μέν, ὅτι βελτίων, ὁ δέ, ὅτι ὠφελιμώτερος. εἰ γὰρ ἑκάτερος, φησί, τῶν φίλων κατὰ τὴν δύναμιν εἰσενέγκοι, καὶ οὐ κατ’ ἀξίαν λήψεται, λειτουργία τις ἔσται ἡ φιλία·3 διὰ τοῦτό φασι δεῖν οὐχ ὁμοίων τυγχάνειν τῶν ἐκ τῆς φιλίας ἀλλὰ μειζόνων· ἀξιοῦσι γάρ, καθάπερ οἱ κατ’ ἐμπορίαν συνεισφέροντες χρήματα οἱ πλέον εἰσενεγκόντες τοῦ κέρδους πλέον ἔχουσιν, οὕτω καὶ ἐπὶ τῆς φιλίας ἔχειν· καὶ ταῦτα μὲν οἱ ὑπερέχοντες, οἱ δὲ ὑπερεχόμενοι οὐ ταῦτά φασι προσήκειν τοῖς ὑπερέχουσι φίλοις, ἀλλὰ τὸ ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσι· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ, ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν;
〈论有用友爱中回报的尺度,以及基于优越地位的友爱中的责难。第18章〉 在朋友彼此的回报中存在一个疑难。因为往往从重大的施惠中,受惠者只得到微小的益处,而从微小的施惠中却得到重大的益处(实际上完全可能做出许多事情并耗费巨大,却只给朋友带来微小的益处,反之亦然),所以在回报时,究竟应当着眼于有益性,还是着眼于施惠的规模[便成了一个问题]。事实上,受惠者声称自己从施惠者那里得到的,不过是对方微不足道便能付出且原本可以从他人处获得之物,以此贬低那些恩惠;而施惠者却相反,声称自己施予的是自己所拥有的最大之物、无法从他人处获得之物,并且是在危难和接近危难的急需中所施予的。因此引起争论:究竟应当以受惠者的益处,还是以施惠者的恩惠来衡量回报。但在各类友爱中情况并不相同:在因有用而结成的友爱中,回报将与受惠者的益处成比例,甚至会超过它(因为这样做更为善美)。因为正是受惠者有所需求,而[施惠者]援助他是期望收回同等的报偿;所以产生的救助与他受惠的程度相当,甚至更多。总体而言,以自身的益处来衡量回报是恰当的,因为正是为了这种益处他才是朋友。然而在因德性而结成的友爱中,既不会像在有用的友爱中那样产生抱怨(即每个人都企图将施惠拉向对自己有利的方向),回报也不会以受惠者的益处来衡量,而是以施惠者的抉择来衡量;因为德性与品格的关键在于抉择。既然他们因德性而彼此相爱,并以抉择来衡量回报,正因如此,这种友爱便免于一切抱怨。但是其他友爱却始终伴随着抱怨,基于优越地位的友爱亦是如此,即地位较高者爱地位较低者,或更为有用者爱不太有用者之时;因为优越者要求得到更多,前者认为自己更好,后者认为自己更为有用。因为他说:“倘若朋友双方各自尽力贡献,却不能按价值获取回报,那么友爱就成了一种公共服役。” 正因如此,他们声称不应当从友爱中获得同等的待遇,而应当获得更大的份额;因为他们要求,就像在商业活动中共同出资的人里出资更多者分享更多利润那样,在友爱中也当如此。这些是优越者的主张;然而居于劣势者却声称,适合于优越朋友的并非这些,反而恰恰相反。因为援助匮乏之人本是良友的分内之事;正如他们所言:“既然根本不可能分享朋友的好处,那么成为一个好人或统治者的朋友又有什么用处呢?”
- 8.ἀμειβομένους
该宾格分词用作非人称动词 δεῖ 支配的不定式 σκοπεῖν 的逻辑主语。此处未用与格 ἀμειβομένοις,而是用宾格来泛指一般的回报者,意为“人们在回报时”。
- 8.καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην
动词 ἐπαρκεῖ 的主语是施惠者,与格代词 αὐτῷ 指代前文的“有所需求者(ὁ δεόμενος)”。连词 ὡς 连同将来分词 κομιούμενος 表示施惠者主观上的期望或意图(“指望收回同等回报”)。
- 8.εἰ γὰρ ἑκάτερος, φησί, τῶν φίλων κατὰ τὴν δύναμιν εἰσενέγκοι, καὶ οὐ κατ’ ἀξίαν λήψεται, λειτουργία τις ἔσται ἡ φιλία
这是一个混合条件句,条件从句中并置了祈愿语气动词 εἰσενέγκοι 与直陈式将来时 λήψεται,归结从句则使用直陈式将来时 ἔσται。插入语 φησί 的主语是前文的 ὁ ὑπερέχων,以直接引语陈述优越方的论证逻辑。
