← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§183.25-184.21

有用之友爱中法律与伦理的区别与纷争

阐释基于有用性的友爱中“法律上的”与“伦理上的”之区别,讨论市场即时交易与基于信任的延期,期望不一致所产生的责难,以及清偿非自愿所受恩惠的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉#2 νομικὸν μὲν χρήσιμον, ὅταν τίς τινι διδῷ, ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον,1 ἠθικὸν δέ, ὅταν τίς τινι ὡς φίλῳ δωρῆται, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, οὐ ῥητὸν οὐδὲ ὡρισμένον· κατ’ ἄμφω δὲ τὰ χρήσιμα ταῖς φιλίαις ἐγκλήματα καὶ μέμψεις ἀκολουθοῦσι, μάλιστα δὲ ὅταν τῶν φίλων ὁ μὲν τὸ νόμιμον χρήσιμον εἰσάγῃ, ὁ δὲ τὸ ἠθικόν· οἱ τοιοῦτοι γὰρ ταχέως διαλύονται. εἰ γὰρ ὁ μὲν εἰς χρήματα ὠφελεῖ καὶ ἀξιοῖ ὁμοίως ὠφελεῖσθαι καὶ τοσαῦτα λαβεῖν ὅσα δέδωκεν, ὁ δὲ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, οὐ δύνανται ἐν τῇ φιλίᾳ μένειν. ἔστι δὲ καὶ τοῦ νομίμου χρησίμου τὸ μὲν πάντῃ ἀγοραῖον, τὸ δὲ ἐλευθεριώτερον· τὸ μὲν γὰρ μὴ δοῦναι εἰ μὴ αὐτίκα εἴη λαβεῖν, ἐκ χειρὸς εἰς χεῖρα, πάντῃ ἀγοραῖον, τὸ δὲ δόντα ἀναβαλέσθαι τὴν λῆψιν, ἐλευθεριώτερον. καὶ τοῦτο δὲ καθ’ ὁμολογίαν γίνεται, τί ἀντὶ τίνος ὀφείλει (ὡρισμένον γὰρ τὸ ὀφείλημα καὶ οὐκ ἀμφίλογον), ἡ δὲ ἀναβολὴ τῆς κομιδῆς ἐλευθεριώτερόν πως καὶ φιλικώτερον ποιεῖ τὸ συνάλλαγμα· διὸ παρ’ ἐνίοις τούτων οὔκ εἰσι δίκαι οὐδὲ δικάζονται ἀλλήλοις περὶ τῶν χρεῶν ἀλλ’ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαντας. ὁ δὲ κατὰ τὸ ἠθικὸν χρήσιμον ὠφελῶν οὐκ ἐπὶ ῥητοῖς ἀλλ’ ὡς φίλῳ δωρεῖταί τι ἢ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας· μὴ λαβὼν δὲ οὐχ ὥσπερ χρήσας οὕτως ἐγκαλεῖ τῷ μὴ δόντι ἀλλ’ ὡς φίλῳ. τοῦτο δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. τὸ δὲ εὖ ποιεῖν, μὴ ἵνα ἀντιπάθῃ, καλόν, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι· διὰ τοῦτο τὸ μὲν ὠφέλιμον ζητοῦσι, μὴ τυχόντες δὲ βούλονται καλοὶ δοκεῖν. τοὺς δὲ τοιούτους φίλους καὶ ἵνα εὖ πάθωσιν εὖ ποιοῦντας πάσῃ σπουδῇ εὖ ποιητέον τοὺς δυναμένους, καὶ τὴν ἀξίαν εὐεργεσίαν ἀποδοτέον. οὐ γὰρ ἕλκειν δεῖ βίᾳ πρὸς τὴν ἀληθῆ φιλίαν μὴ βουλομένους, ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὖ παθόντες ὑφ’ οὗ οὐκ ἔδει,2 οὐ γὰρ ὑπὸ φίλου, καὶ ζητεῖν ὅπως ἑκόντες ἀποτρίψωνται τὰς αἰσχρὰς εὐεργεσίας, ἃς ἄκοντες ἐδέξαντο τῷ ἀγνοεῖν τὸν εὐεργετοῦντα. ἀποτρίψονται δέ, εἰ μὲν δύνανται, καὶ αὐτοὶ ἀποδόντες καὶ καθάπερ ἐπὶ ῥητοῖς εὐθὺς διαλυθέντες, εἰ δὲ μὴ δύνανται τηνικαῦτα, ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν,3 εἰ δὲ πάντως ἀδυνάτως ἔχουσιν ἀμείψασθαι, οὐδὲ οἱ δόντες ἀπαιτήσουσιν οὐδὲν παρ’ αὐτῶν· ὥστε εἰ δύνανται, ἀποδοτέον εὐθύς· πρὶν δὲ εὐεργετηθῆναι, σκεπτέον ἕκαστον, ὑπὸ τίνος εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὡς ἂν εἰδείη, εἰ δεῖ δέξασθαι ἢ μή.

〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉#2法律上的有用,乃是指某人给予某人某物,以换取某种明文规定且确定之物为条件;而伦理上的[有用],则是指某人如同对待朋友一般向某人赠与,却期望收回同等或更多之物,而这既非明文规定亦非确定的。在基于这两种有用性的友爱中,抱怨与责备皆相伴而生,尤其是当朋友中的一方引入法律上的有用,而另一方引入伦理上的有用之时;因为这样的人很快就会分道扬镳。实际上,如果一方在金钱上提供助益,并要求同样受到助益且收回与所给予的同样多的东西,而另一方却提供某种其他的益处,他们便无法保持在友爱之中。此外,在法律上的有用之中,一种是完全属于市集的,另一种则更为合乎自由人风范。因为除非能够立刻拿到、手递手地交易,否则便不予给予,这是完全属于市集的;而给予之后推迟收取,则更为合乎自由人风范。这同样是根据关于以何物偿还何物的协议而产生的(因为债务是确定的且毫无争议的),但收取的推迟在某种程度上使这一契约交易更为合乎自由人风范,且更具朋友情谊。因此在某些人那里,对此类事情并无诉讼,他们也不就债务互相起诉,而是认为那些出于信任达成契约的人应当安于现状。至于依据伦理上的有用而施惠的人,并非根据明文条款,而是如同对朋友那样赠予某物,或提供某种其他益处,却期望收回同等或更多之物,宛如他并非赠予而是出借;而在未曾得到时,他并非作为出借者责怪那未曾给予的人,而是如同对朋友那样进行责怪。这种情况之所以发生,是因为所有人或大多数人虽期盼高尚之事,却抉择了有益之事。施惠而不求回报是高尚的,而受到施惠则是有益的;正因如此,他们追求有益之物,在未能如愿时又渴望显得高尚。然而,对于那些为了受到善待而施惠的这类朋友,有能力者必须竭尽全力去善待他们,并偿还应有的恩惠。因为不应当把不情愿的人强行拉向真正的友爱,反而应当感到不快,因为自己竟在不知不觉中从不该受惠的人(因为并非从朋友)那里受到了恩惠;并且应当设法自觉地消除这些可耻的恩惠,即由于不了解施惠者而在违背本意下接受的恩惠。他们若有能力,将通过自己亦予以回报、宛如依明文约定那般立刻解除关系来消除这些恩惠;若当时无能为力,则通过承认一旦有能力便必将立刻偿还来消除;倘若他们全然无力回报,那么给予者亦不会向他们索取任何东西。因此,若有能力,应当立刻偿还;但在受惠之前,每个人必须审视,自己是蒙谁施惠以及基于何种条件,以便知晓是否应当接受。

语法注3 条
  1. 8.ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον

    连词 ἐφ’ ᾧ(“在……的条件下”)引导祈愿语气动词 λάβοι。该结构通常接将来时直陈语气、虚拟语气或不定式,此处使用祈愿语气表示主观意图或间接假定条件。

  2. 8.ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὖ παθόντες ὑφ’ οὗ οὐκ ἔδει

    不定式 δυσχεραίνειν(“应当感到不快”)承接前句 οὐ γὰρ ἕλκειν δεῖ,受助动词 δεῖ 支配。在从句中,动词 ἔλαθον(源自 λανθάνω)与分词 εὖ παθόντες 构成惯用分词句式,意为“不知不觉受了恩惠”。关系代词 οὗ 则是省略了先行词的用法(即 ὑπὸ τούτου ὑφ’ οὗ),在 οὐκ ἔδει 之后省略了不定式 [εὖ παθεῖν]。

  3. 8.ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν

    分词 δυνηθέντες 带有条件含义(“一旦有了能力”)。小词组合 ἦ μήν 是用于宣誓或郑重承诺的固定用语,在表约定的分词 ὁμολογήσαντες 支配下引出将来时不定式 ἀποδώσειν,意为“确诺一旦有能力定当立刻偿还”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:183.25-184.21