← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§182.34-183.25

正义与友爱的比例及有用之友爱中的怨言

赫利奥多罗斯阐释了《尼各马可伦理学》第八卷第十三章开篇(1162a34–1162b25)的内容,论述了共同关系中正义与友爱的比例关系,并解释了为何在三种友爱中唯独基于有用性的友爱会产生怨言与责难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉#1 〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉 Πῶς δὲ συμβιωτέον ἀνδρὶ πρὸς γυναῖκα καὶ ἀδελφῷ πρὸς ἀδελφὸν καὶ ὅλως φίλῳ πρὸς φίλον ταὐτόν ἐστι τῷ πῶς δίκαιον. ἕπεται γὰρ πάσῃ κοινωνίᾳ ἀναλόγως τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὥσπερ εἴρηται πολλάκις· καὶ οὐ ταὐτὸν φαίνεται εἶναι δίκαιον φίλῳ πρὸς φίλον καὶ τὸν ὀθνεῖον ἢ τὸν ἀδελφὸν ἢ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν.1 τριῶν δὴ οὐσῶν τῶν φιλιῶν, διὰ τὸ ἀγαθὸν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον, καὶ καθ’ ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων, τῶν δὲ καθ’ ὑπεροχήν (καὶ γὰρ γίνονται φίλοι καὶ οἱ ὅμοιοι ἢ κατὰ τὸ ἀγαθὸν ἢ κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ χρήσιμον [γίνονται φίλοι] καὶ ἀμείνους χείροσι), τοὺς ἴσους μὲν κατ’ ἰσότητα δεῖ φιλεῖν καὶ τὰ ἄλλα πάντα ἰσάζειν, τοὺς δὲ ἀνίσους ἀναλόγως τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει φιλεῖν καὶ φιλεῖσθαι. μόνῃ δὲ ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ ταύτῃ μάλιστα τὰ ἐγκλήματα καὶ αἱ μέμψεις τῶν φίλων γίνονται πρὸς ἀλλήλους εἰκότως. οἱ μὲν γὰρ δι’ ἀρετὴν φίλοι ὄντες εὖ ποιεῖν ἀλλήλους προθυμοῦνται· τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας· πρὸς τοῦτο δὲ τῶν φίλων ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι· τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶς δυσχεραίνει, ἀλλ’ ἐὰν ᾖ χαρίεις, ἀμείβεται καὶ αὐτὸς εὖ ποιῶν· ὁ δὲ ταῖς εὐεργεσίαις τὸν ἕτερον ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ· ἐφίεται γὰρ ἑκάτερος τοῦ ἀγαθοῦ καὶ τοῦ εὖ ποιεῖν. οὐδὲ δὴ οἱ δι’ ἡδονὴν φιλοῦντες πάνυ δυσχεραίνειν ἀλλήλους δύνανται. ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν χαίρουσι. γελοῖος γὰρ ἂν εἴη ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι φίλῳ, ἐξὸν συνδιάγοντα τέρπεσθαι·2 οὔτε τοίνυν ἡ διὰ τὸ ἀγαθὸν φιλία ἐγκλήματα ἔχει καὶ μέμψεις οὔτε ἡ δι’ ἡδονήν, μόνη δὲ ἡ διὰ τὸ χρήσιμον ἐγκληματική ἐστιν. ἐπ’ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος καὶ μέμφονται, ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν, ἄξιοι ὄντες τυγχάνειν· οἱ γὰρ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν αὐτοῖς τοσαῦτα ὅσων δέονται· ἀεὶ γὰρ οἱ εὖ πάσχοντες πλειόνων δέονται, ἤπερ εὖ ποιεῖν οἱ εὐεργέται δύνανται. ἔοικε δέ, ὅτι καθάπερ τὸ δίκαιον διττόν ἐστι (τὸ μὲν ἄγραφον, τὸ δὲ κατὰ νόμον), οὕτω καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας τὸ μὲν ἠθικόν ἐστι, τὸ δὲ νομικόν.

〈论基于有用性的友爱中的责难。第十七章。〉#1 〈论基于有用性的友爱中的责难。第十七章。〉 丈夫与妻子、兄弟与兄弟,以及总的来说朋友与朋友当如何共同生活,与当如何公正乃是同一回事。因为正如屡次提及的那样,正义亦按与友爱成比例的方式伴随着一切共同关系;并且朋友对朋友的正义,与对异乡人、或对兄弟、或对同伴、乃至对同学[的正义],似乎并不是同一的。既然友爱有三种——因善、因快乐与因有用,而在每一类中,有的是在平等中为友,有的则是依优越地位为友(因为彼此相似者无论在善、快乐还是有用上[都会成为朋友],优越者对低劣者亦会成为朋友),那么同等者应当依据平等相爱并在一切其他事情上均等,而不等者则应当依优越与不足的程度相爱并被爱。然而,唯独或者最主要在基于有用的友爱中,朋友彼此之间才会自然地产生抱怨与责备。因为因德性而为友者,皆热切于互相施惠;因为这属于德性与友爱;而当朋友们为此相互竞争时,便不会有怨言,亦不会有争吵;因为无人会恼恨爱己施惠之人,若他通情达理,自己亦会以施善回报之;而在施惠上超越另一方的人,既然得到了自己所追求之物,便不会责怪其朋友;因为双方所追求的皆是善与施善。至于因快乐而相爱的人,亦绝不可能彼此十分恼恨。因为倘若他们乐于共同度日,他们所渴望之物便会同时属于双方。既然本可以通过共同生活而享受愉悦,却去责怪那未能使人愉悦的朋友,这样的人乃是可笑的;因此,因善而成的友爱既无怨言亦无责备,因快乐而成的亦无之,唯独因有用的友爱易生怨言。因为出于利益而互相利用的人,总是渴望索取更多,且自以为所得少于应得,并责备对方未能让他们得到自身所匮乏之多,尽管他们自认配得上得到;因为施善者无法充分供给他们所需的一切;因为受惠者所需要的,总是多于施惠者所能给予的。并且似乎正如正义是双重的(一种是不成文的,另一种是依法律的),基于有用的友爱亦是如此,一种是伦理品性上的,另一种则是法律契约上的。

语法注2 条
  1. 8.καὶ οὐ ταὐτὸν φαίνεται εἶναι δίκαιον φίλῳ πρὸς φίλον καὶ τὸν ὀθνεῖον ἢ τὸν ἀδελφὸν ἢ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν

    介词 πρός 的支配力量延伸至后继的宾格名词(τὸν ὀθνεῖον, τὸν ἀδελφόν 等),而与之对应的与格成分(如 ἀδελφῷ, ἑταίρῳ 等)则被省略。这是一种紧缩结构,应理解为:“朋友对朋友的正义,与[某人]对异乡人、或[兄弟]对兄弟的正义……”。

  2. 8.ἐξὸν συνδιάγοντα τέρπεσθαι

    ἐξόν 是非人称动词 ἔξεστι 的绝对宾格分词,表让步(“尽管可以……”)。宾格分词 συνδιάγοντα 作为不定式 τέρπεσθαι 的逻辑主语,指代主句主语 ὁ ἐγκαλῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:182.34-183.25