← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§181.36-182.33

兄弟亲族之友爱与夫妻的共同结合

赫利奥多罗斯阐释了《尼各马可伦理学》第八卷第十二章,论述了共同养育与同龄如何加深兄弟之爱与同伴之爱、亲族关系的疏密程度、对父母及神的等级性友爱,并阐明夫妻友爱乃是基于家政需求、劳动分工以及作为共有纽带的子女而自然形成的共同结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. ιςʹ.〉#2 μέγα δὲ πρὸς φιλίαν καὶ τὸ συντραφῆναι καὶ ἥλικας εἶναι· ἧλιξ γὰρ ἥλικα φιλεῖ, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται. ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς ἐκ τῶν ἀδελφῶν συνῳκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι καὶ αὐτοὶ οἱ αὐτοί πως ἀλλήλοις εἰσίν. γίνονται δὲ οἱ μὲν οἰκειότεροι τῶν συγγενῶν, οἱ δ’ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι τοῦ γένους·1 οἷς γὰρ πόρρωθεν ἡ κοινωνία, ἀμυδρὰ γίνεται, τῷ προϊέναι ἐλαττουμένη. ἔστι δὲ ἡ μὲν τῶν τέκνων πρὸς τοὺς γονεῖς φιλία καὶ τῶν ἀνθρώπων πρὸς τὸν θεὸν ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον (εὐεργέται γάρ εἰσι τὰ μέγιστα εὐεργετοῦντες, τὸ εἶναι καὶ τραφῆναι καὶ παιδευθῆναι), ἡ δὲ τῶν συγγενῶν πρὸς ἀλλήλους ἐν ἰσότητι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον ἢ ἡ τῶν ἀλλοτρίων κατὰ γένος, ὅσῳ καὶ κοινότερος ὁ βίος ἐστὶν αὐτοῖς κατὰ πλείονα κοινωνοῦσιν ἀλλήλοις. μάλιστα δὲ ἡ ἀδελφικὴ φιλία· συμβαίνει γὰρ αὐτῇ πάντα, ἃ καὶ τῇ ἑταιρικῇ καὶ μᾶλλον αὐτῇ ἢ ἐκείνῃ· καὶ διὰ τοῦτο εἰ ἐπιεικεῖς εἶεν οἱ ἀδελφοὶ καὶ ὅμοιοι, μᾶλλον φιλήσουσιν ἀλλήλους ἢ οἱ ἑταῖροι· οἰκειότεροι γάρ εἰσιν ἀλλήλοις καὶ ὁμοιότεροι καὶ ἐκ γενετῆς ἀλλήλους στέργουσι καὶ ὁμοηθέστεροί εἰσιν, ὅτι καὶ ἐκ τῶν αὐτῶν ἔφυσαν καὶ ὁμοίως ἐπαιδεύθησαν· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία μείζων ἐνταῦθα καὶ βεβαιοτέρα. ἡ μὲν οὖν μεγίστη ἐν ταῖς συγγενικαῖς φιλία ἡ ἀδελφική ἐστιν, αἱ δὲ ἄλλαι ἀνάλογον ἔχουσι τῇ κατὰ γένος οἰκειότητι. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν. ἄνθρωπος γὰρ τῇ φύσει τεκνοποιητικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως καὶ ὅσῳ κοινότερον ζῴοις τεκνοποιία ἢ πολιτεία. τὸ μὲν γὰρ πᾶσι ζῴοις ἔνεστιν, ἡ δὲ πολιτεία μόνοις τοῖς ἀνθρώποις. τοῖς μὲν οὖν ἄλλοις ζῴοις ἐπὶ τοσοῦτον μόνον ἡ κοινωνία ἐστίν, ἐφ’ ὅσον ἔνι τεκνοποιῆσαι, τοῖς δὲ ἀνθρώποις οὐ τῆς τεκνοποιίας χάριν μόνον ἡ κοινωνία ἐστὶν ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται αὐτῶν τὰ ἔργα καὶ ἄλλα τὰ ἔργα τοῦ ἀνδρὸς καὶ ἕτερα γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια. διὰ ταῦτα καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ εἶναι δοκεῖ· εἴη δ’ ἂν καὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή· καὶ εἰ σπουδαῖος εἴη ἑκάτερος τὴν προσήκουσαν ἀρετήν,2 χαίροιεν ἂν καὶ διὰ τοῦτο ἀλλήλοις. σύνδεσμος δὲ τῇ τοιαύτῃ φιλίᾳ καὶ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν· τὸ δὲ κοινὸν συνέχει τὰ κοινωνοῦντα.

〈论同伴之友爱、亲族之友爱与家庭之友爱。第16章〉#2共同受抚育以及同龄对于友爱亦是重大的事;因为同龄者爱同龄者,而习惯相处者便成为同伴;因此兄弟之友爱亦类似于同伴之友爱。堂表亲及其他亲属则是基于兄弟而结合在一起的;因为出自相同的祖先,他们自身彼此之间亦在某种意义上是同一的。亲属之中,有的更加亲近,有的更加疏远,这取决于家族始祖是近还是远;因为对于那些共同关系由远而来的亲属,随着代代推演而削弱,其关系变得模糊微弱。然而子女对父母的友爱以及人类对神的友爱,乃是作为朝向善与优越者的友爱(因为他们是施予最大恩惠的恩人:即生存、受抚育与受教育),而亲属彼此之间的友爱则在于平等;并且这种友爱比非血亲之人的友爱更多地兼具快乐与有用,正如在彼此共有更多事物的过程中,他们的生活亦更加共有一样。其中最甚者当属兄弟之友爱;因为凡属于同伴友爱的一切特质皆属于它,且属于它尤甚于属于那一种〔同伴友爱〕;为此,若兄弟们品质公正且彼此相似,他们彼此相爱将甚于同伴之间;因为他们彼此更加亲近、更加相似,自幼便彼此珍爱,且秉性更为相似,因为他们出自相同的双亲且受到同样的教养;并且此处的历时检验亦更宏大、更稳固。因此,亲族友爱中最重大者即是兄弟友爱,其余各级友爱则与血统上的亲近程度成比例。至于夫妻之间的友爱,似乎依自然本性而存在;因为人类在自然本性上相比于政治性,更倾向于繁衍后代,正如家庭先于且比城邦更为必需,亦正如繁育后代相比于政治体制对于动物而言更为普遍。因为前者存在于一切动物之中,而政治体制则仅存在于人类之中。对于其他动物而言,共同结合仅以能够繁育后代为限,而对于人类而言,结合不仅为了繁衍后代,亦为了生活所需的事务;因为他们的职责从一开始便已划分,丈夫的职责为一类,妻子的职责为另一类;因此他们通过将各自的专长置入共有之中而彼此相助。由于这些缘故,有用与快乐亦似乎存在于这种友爱之中;若他们品质公正,善与德性亦可在其中;因为各自皆有其德性;若各自在相宜的德性上皆属优秀,他们亦会为此而彼此悦纳。孩子亦似乎是此类友爱的纽带;因此无子女者瓦解得更快;因为孩子对于双方而言乃是共同的善,而共同之物将共有各方维系在一起。

语法注2 条
  1. 8.τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι τοῦ γένους

    带冠词的不定式短语“τῷ ... εἶναι”采用与格以表示原因。不定式“εἶναι”的逻辑主语为宾格短语“τὸν ἀρχηγὸν τοῦ γένους”,而“σύνεγγυς ἢ πόρρω”则作为其表语性副词补足成分。

  2. 8.τὴν προσήκουσαν ἀρετήν

    关系(限定)宾格,修饰形容词“σπουδαῖος”,意为“若各自在相宜的德性方面表现优秀”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:181.36-182.33