← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§181.4-181.36

亲族友爱、同伴友爱与亲子之爱

赫利奥多鲁斯意译亚里士多德《尼各马可伦理学》第八卷第十二章关于亲族友爱与同伴友爱的讨论。他指出二者不基于契约而是基于自然与同龄等机缘,阐述了亲族友爱对父性友爱的依系,并从原因与结果的非对称性、认知及时间先后解释了父母与子女之爱的差异以及兄弟友爱的产生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. ιςʹ.〉#1 〈Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. ιςʹ.〉 Πᾶσα μὲν οὖν φιλία ἐν κοινωνίᾳ ἐστί, καθάπερ εἴρηται· μόνη δὲ ἡ συγγενικὴ καὶ ἑταιρικὴ φιλία οὐ δοκοῦσιν ἐν κοινωνίᾳ εἶναι.1 κοινωνικαὶ γάρ εἰσι φιλίαι αἱ καθ’ ὁμολογίαν καὶ συνθήκην τινὰ συνιστάμεναι, οἷαί εἰσιν αἱ φυλετικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται, εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν. ἡ δὲ συγγενικὴ φιλία καὶ ἡ ἑταιρικὴ οὐ καθ’ ὁμολογίαν ἢ συνθήκην τινὰ συνίστανται, ἀλλὰ τοὺς μὲν ἡ φύσις συνέδησε, τοὺς δὲ τὸ τυχεῖν ἡλικιώτας εἶναι καὶ περὶ τὰ αὐτὰ ἐπιτηδεύματα σπουδάζειν. ῥητέον δὴ περὶ τῆς συγγενικῆς. ἔστι δὴ πολυειδὴς ἡ συγγενικὴ φιλία καὶ τῆς πατρικῆς πᾶσα ἐξήρτηται· διὰ γὰρ τὴν πρὸς τὸν κοινὸν πατέρα ἢ πρόγονον οἰκειότητα οἵ τε ἀδελφοὶ καὶ οἱ ἄλλως συγγενεῖς ἀλλήλους φιλοῦσιν, οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ’ ἐκείνων τι ὄντα, ἀδελφοὶ δὲ ἀδελφοὺς τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. μᾶλλον δὲ ἴσασιν οἱ γονεῖς τὰ τέκνα, ὅτι ἐξ αὐτῶν εἰσιν ἢ τὰ γεννηθέντα, ὅτι ἐκ τούτων· καὶ μᾶλλον συνῳκείωται τὸ αἴτιον καὶ τὸ γεννῶν τῷ γεννηθέντι ἢ τῷ ποιηθέντι, ἢ τὸ γεννώμενον τῷ ποιήσαντι καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι·2 τὸ γὰρ ἔκ τινος οἰκεῖον τῷ ἐξ οὗ ἐστιν, ὥσπερ ὀδοὺς ἢ θρὶξ τῷ ἔχοντι οἰκεῖόν ἐστι, τριχὶ δὲ καὶ ὀδόντι οὐκ ἔστιν οἰκεῖον ὁ ἔχων. ἢ τοίνυν οὐδαμῶς ἐστιν οἰκεῖον τῷ αἰτιατῷ τὸ αἴτιον καὶ τῷ ἔκ τινος τὸ ἐξ οὗ, οὐδέ τινα σχέσιν ἔχει πρὸς αὐτό, ἢ εἰ ἔχει, ἐλάττω ἔχει ἢ ἐκεῖνο πρὸς αὐτὸ ἔχει· καὶ τὰ τέκνα δὴ τοὺς γονεῖς ἧττον φιλοῦσιν ἢ ὑπ’ ἐκείνων φιλοῦνται. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου φανερόν· οἱ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσι, τὰ τέκνα δὲ αὐτοὺς χρόνῳ ὕστερον μετὰ τὸ λαβεῖν σύνεσιν ἢ αἴσθησιν· διὰ τοῦτο καὶ αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ τέκνα ἢ οἱ πατέρες, ὅτι πρότερον αὐτὰ στέργουσι. γονεῖς μὲν οὖν τὰ τέκνα φιλοῦσιν ὡς ἑαυτούς (τὰ γὰρ ἐξ αὐτῶν οἷον ἄλλοι αὐτοί, τῷ χωρὶς εἶναι μόνῳ διαφέροντες), τέκνα δὲ φιλοῦσι γονεῖς, ὡς ἀπ’ ἐκείνων πεφυκότα, ἀδελφοὶ δὲ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. ἡ γὰρ πρὸς τοὺς γονεῖς ταυτότης καὶ αὐτοῖς ταυτότητα ποιεῖ πρὸς ἀλλήλους, ὥσπερ τοὺς κλάδους ἡ τῆς ῥίζης ταυτότης συνάπτει· διό φασι ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα· ἔστι γὰρ ἑκάτερον ταὐτὸ καὶ ἓν ἐν πολλοῖς καὶ διῃρημένοις.3

〈Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. ιςʹ.〉#1 〈论同伴友爱、亲族友爱及家政友爱第十六章〉 如前所述,一切友爱皆在共同关系之中;唯独亲族友爱与同伴友爱似乎不在共同关系之中。因为基于共同关系的友爱是依协定和某种契约建立的友爱,诸如部落同胞之间、同舟同伴之间以及所有此类友爱,人们亦可将宾客友爱列入此类。然而亲族友爱与同伴友爱并非依协定或某种契约建立,而是自然本性联结了前者,而恰巧同龄以及从事相同的行事追求[联结了]后者。因此必须论及亲族友爱。亲族友爱确实具有多种形式,且全部依系于父性友爱;因为由于针对共同的父亲或祖先的亲近关系,兄弟们及其他亲属彼此相爱。因为父母珍爱子女,视其为自身的一部分;而子女[爱]父母,视自己为从他们而来的一部分;兄弟爱兄弟,则由于出自相同的双亲。而且,父母比受生之物了解自己出自他们更清楚地了解子女出自自己;并且原因与生育者,相比于正在受生之物对于制造者、已受生之物对于生育者而言,与其所生或所造之物结合得更加紧密。因为出自某物之物属于其所由出之物,正如牙齿或毛发属于拥有它的人,但对于毛发和牙齿而言,拥有者并不属于它们。因此,要么原因决不属于受因之物,其所由出之物决不属于出自某物之物,亦对其不具有任何关联;要么即便具有关联,亦比那[后者]对其所具有的关联要少;因而子女爱父母确实少于被父母所爱。此外从时间上看亦很明显:父母从子女一出生就珍爱他们,而子女则在较晚的时间、在获得理解力或知觉之后才[珍爱]他们;为此母亲比父亲更爱子女,因为她们更早地珍爱他们。因此,父母爱子女如爱自己(因为出自他们之物就如同另一个自己,仅在彼此分离这一点上有所不同),而子女爱父母乃是作为从他们所生之物,兄弟彼此相爱则是由于出自相同的双亲。因为针对父母的同一性,亦在他们彼此之间造成了同一性,正如树根的同一性将树枝联结起来一样;因此人们常说“同血”、“[同]根”及此类说法;因为这两者中的每一者在众多且被分离开的事物中皆是同一且唯一的。

语法注3 条
  1. 8.μόνη δὲ ἡ συγγενικὴ καὶ ἑταιρικὴ φιλία οὐ δοκοῦσιν ἐν κοινωνίᾳ εἶναι.

    主语是由 καί 连接的“亲族友爱”与“同伴友爱”构成的复合主语,因此谓语动词采用第三人称复数形式 δοκοῦσιν。这与前句单数主语(πᾶσα φιλία)形成对比,强调这两种友爱似乎不同于基于契约的共同关系。

  2. 8.καὶ μᾶλλον συνῳκείωται τὸ αἴτιον καὶ τὸ γεννῶν τῷ γεννηθέντι ἢ τῷ ποιηθέντι, ἢ τὸ γεννώμενον τῷ ποιήσαντι καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι·

    该句由比较结构 μᾶλλον... ἤ... 构成。前半部分的主语 τὸ αἴτιον καὶ τὸ γεννῶν(原因与生育者)支配与格 τῷ γεννηθέντι ἢ τῷ ποιηθέντι(受生之物或所造之物);在比较连词 ἤ 之后,省略了谓语动词 συνῳκείωται,由 τὸ γεννώμενον 和 τὸ γεννηθὲν 作主语,分别支配与格 τῷ ποιήσαντι 和 τῷ γεννήσαντι。由此对比说明主动创生的一方相比受动所生的一方具有更强的归属与亲近关系。

  3. 8.ἔστι γὰρ ἑκάτερον ταὐτὸ καὶ ἓν ἐν πολλοῖς καὶ διῃρημένοις.

    中性单数代词 ἑκάτερον 指代前句中提及的两个比喻表达 ταὐτὸν αἷμα(同血)与 ῥίζαν(根)(“此二者之每一者”)。虽然语法上亦可设想指代具有共同根源的各兄弟,但在语境中作为紧接着解释为何人们使用这两种称谓(血与根),指代这两种隐喻原则最为自然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:181.4-181.36