← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§179.31-181.3

各种政制及其变体中的友爱与正义

作者梳理了王制、贵族制和财产权制及其家庭对应形式中的友爱与正义,并阐明在僭主制等偏离形式中友爱与正义的缺乏与缩减,指出即便对于奴隶或被统治者,在其作为人的限度内依然能成立友爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Περὶ τῆς καθ᾿ ἑκάστην τῶν πολιτειῶν φιλίας. κεφ. ιεʹ.〉 〈Περὶ τῆς καθ’ ἑκάστην τῶν πολιτειῶν φιλίας. κεφ. ιεʹ.〉 Αὗται μὲν οὖν αἵ τε ἐν τῇ πολιτικῇ καὶ ἐν οἰκονομικῇ κοινωνίαι· πάσαις δὲ ταύταις ταῖς κοινωνίαις φαίνεται ἡ φιλία ἀκολουθοῦσα· καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ τὸ δίκαιον. τῇ μὲν οὖν βασιλικῇ κοινωνίᾳ ὑπερογικὴ φιλία,1 εἰ ὁ βασιλεὺς ὑπερέχει ταῖς εὐεργεσίαις καὶ εὖ ποιεῖ τοὺς βασιλευομένους καὶ ἐπιμελεῖται αὐτῶν ἀγαθὸς ὤν, ἵν’ εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα προσαγορεύει λαῶν. τοιαύτη δὲ καὶ ἡ πατρικὴ φιλία· ὑπεροχικὴ γάρ ἐστι καὶ αὐτή, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· μείζω γὰρ ὁ πατὴρ εὐεργετεῖ. αἴτιος γὰρ τῷ παιδὶ τοῦ εἶναι, ὃ μέγιστον ἁπάντων δοκεῖ, καὶ ἔτι τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα ἀπονέμεται· φύσει γὰρ ἀρχικὸν ὅ τε πατὴρ τῶν υἱῶν καὶ ὁ πρόγονος τῶν ἐγγόνων καὶ βασιλεὺς βασιλευομένων. εἰσὶ δὲ πᾶσαι αἱ τοιαῦται φιλίαι ἐν ὑπεροχῇ· διὸ καὶ τιμῶνται οἱ γονεῖς, καὶ τὸ δίκαιον δὲ ἀκολούθως τῇ φιλίᾳ οὐ τὸ αὐτὸ ἀλλ’ ἐν ὑπεροχῇ. τὸ γὰρ πρὸς πατέρα δίκαιον ὑπερέχει τοῦ πρὸς υἱόν·2 τὸ γὰρ κατ’ ἀξίαν ἀποδοῦναι δεῖ. διὰ τοῦτο καὶ ἡ φιλία συνίσταται. οὐ τῇ βασιλικῇ δὲ μόνον κοινωνίᾳ ἡ ὑπεροχικὴ φιλία ἀκολουθεῖ ἀλλὰ καὶ τῇ ἀριστοκρατικῇ. πρὸς γὰρ τὸν ἀμείνω μείζων γίνεται ἡ φίλησις· τοιαύτη δὲ καὶ ἡ τοῦ ἀνδρὸς πρὸς γυναῖκα φιλία. ἡ γὰρ τοιαύτη κοινωνία ἀριστοκρατία ἐστὶν ἐν οἰκίᾳ· κατὰ τὴν ἀρετὴν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ τῷ ἀμείνονι δεῖ πλέον ἀπονέμειν φιλήσεως. ὁμοίως δὲ καὶ τὸ δίκαιον κἀνταῦθα ἐν ὑπεροχῇ. τῇ δὲ τιμοκρατικῇ κοινωνίᾳ, οἵα ἐστὶ καὶ ἡ τῶν ἀδελφῶν, ἡ ἑταιρικὴ φιλία ἀκολουθεῖ, ἥτις ἐν ἰσότητί ἐστιν. οἱ γὰρ ἑταῖροι ἴσοι καὶ ἡλικιῶται· οἱ δὲ τοιοῦτοι ὁμομαθεῖς καὶ ὁμοήθεις ὡς ἐπὶ τὸ πολύ, οἷοί εἰσι καὶ οἱ ἐν τιμοκρατικῇ· ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι καὶ ἄρχουσιν ἕκαστος ἐξ ἴσου καὶ ἄρχονται ἐν τῷ μέρει· ἐξ ἴσου δὴ καὶ ἡ φιλία καὶ τὸ δίκαιον. ταῖς μὲν οὖν ὑγιέσι πολιτείαις καὶ κοινωνίαις οὕτως ἡ φιλία ἀκολουθεῖ καὶ τὸ δίκαιον. ταῖς δὲ παρεκβάσεσι τῶν κοινωνιῶν ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἐπεὶ δὲ τῶν παρεκβάσεων χειρίστη ἐστὶν ἡ τυραννίς, διὰ τοῦτο οὐδαμῶς ἐν αὐτῇ φιλία εὑρίσκεται ἢ πάνυ μικρόν. ἐν οἷς γὰρ μηδὲν κοινωνόν ἐστι τῷ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ οὐδὲ δίκαιον· ἀλλ’ ὥσπερ ὁ τεχνίτης ἔχει πρὸς τὸ ὄργανον καὶ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτω καὶ δεσπότης ἔσται πρὸς δοῦλον καὶ τύραννος πρὸς ἀρχόμενον· ὠφελεῖται μὲν γὰρ τό τε ὄργανον ὑπὸ τοῦ τεχνίτου καὶ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, φιλία δὲ πρὸς αὐτὰ οὐκ ἔστιν· οὐ γὰρ πρὸς τὰ ἄψυχα φιλία δύναται εἶναι· οὐδὲ δίκαιόν τι πρὸς αὐτά ἐστιν ἀπὸ τῶν χρωμένων, ὥσπερ οὐδὲ πρὸς βοῦν ἢ πρὸς κύνα. τὸν αὐτὸν δὴ τρόπον οὐδὲ πρὸς δοῦλόν ἐστι φιλία δεσπότου ἢ πρὸς ἀρχομένους τυράννῳ, καθόσον εἰσὶ δοῦλοι· οὐδὲν γὰρ κοινὸν δεσπόταις καὶ δούλοις· ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον καὶ τὸ ὄργανον ἄψυχος δοῦλος· ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δὲ ἄνθρωπος, δύναται εἶναι.3 δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα ἄνθρωπον τὸν δυνάμενον κοινωνῆσαι νόμων τινῶν καὶ θεσμῶν· ἡ γὰρ κοινωνία τῶν νόμων τὸ πρὸς ἀλλήλους ποιεῖ δίκαιον, ἡ δὲ κατὰ τὸ δίκαιον κοινωνία καὶ τὴν φιλίαν εἰσάγει. ἔσται τοίνυν τυράννῳ πρὸς ἀρχομένους φιλία, καθόσον εἰσὶν ἄνθρωποι· διὰ τοῦτο ἀμυδρόν τι ἐνταῦθα καὶ τὸ δίκαιον καὶ ἡ φιλία. ἐν δὲ τῇ δημοκρατίᾳ ἐπὶ πλεῖστον· πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν.

〈论与各政制相应的友爱第十五章〉 〈论与各政制相应的友爱第十五章〉 以上便是城邦领域与家庭管理中的诸种共同关系;并且可见友爱伴随着所有这些共同关系,且其程度恰如正义所及之程度。因此,在王制的共同关系中,若君王在施惠上卓然超越,善待被统治者,并作为善人关怀他们,以便他们过得良好(如羊群的牧人一般),则伴随着优位性的友爱;由此荷马亦称呼阿伽门农为人民的牧人。父性的友爱亦是如此;因为其本身亦基于优位性,但在恩惠的重大程度上有所不同;因为父亲施加了更大的恩惠。因为他是子女得以存在的因(这被视为一切事物中最大的),且进一步是其抚育和教育的因。而这些亦被归于祖先;因为无论父亲对于儿子,祖先对于子孙,还是君王对于被统治者,按本性皆是具有统治地位的。所有此类友爱皆处于优位性之中;为此父母亦受到敬重,而正义伴随友爱亦非同一,而是处于优位性中。因为对父亲的正义超越对儿子的正义;因为应当按照价值给予回报。为此友爱亦得以确立。优位性的友爱不仅伴随王制的共同关系,而且伴随贵族制的共同关系。因为针对更优秀者会产生更大的爱意;而丈夫对妻子的友爱亦是如此。因为这种共同关系乃是家庭中的贵族制;因为丈夫按照德性进行统治,且应当给更优秀者配享更多的爱意。同样,正义在此处亦处于优位性之中。另一方面,同伴之间的友爱伴随着财产权制的共同关系(如兄弟的共同关系亦是如此),这种友爱处于平等之中。因为同伴们是平等的且同龄;而此类人多半受到相同的培育且具有相同的习性,正如财产权制中的人们一样;因为公民们希望平等且端正,每个人以平等的地位进行统治并轮流被统治;因此友爱与正义亦同样基于平等。对于健全的政制与共同关系,友爱与正义便是如此伴随而生。 然而在诸共同关系的偏离形式中,正如正义仅存在于微小程度一样,友爱亦是如此。既然在诸偏离形式中僭主制是最恶劣的,为此在其中完全找不到友爱,或者仅有极少。因为在统治者与被统治者之间毫无共通之物的地方,亦没有友爱;因为甚至连正义亦不存在;而是正如工匠之于工具,灵魂之于肉体那样,主人之于奴隶,僭主之于被统治者亦将是如此;因为尽管工具受工匠之益,肉体受灵魂之益,但对它们并无友爱;因为对无生命之物不可能存在友爱;使用者对它们亦不存在任何正义,正如对牛或对狗不存在正义一样。依同样的方式,主人对奴隶,或僭主对被统治者,在其作为奴隶的范围内,亦毫无友爱;因为主人们与奴隶们毫无共通之物;因为奴隶是有生命的工具,而工具是无生命的奴隶;因此,在他作为奴隶的意义上,对他是没有友爱的;但在他作为人的意义上,则是可以有的。因为对于每一个能够共同参与某些法律与典章的人而言,任何一个人对他似乎皆存在某种正义;因为法律的共有产生相互的正义,而依循正义的共同关系亦引出友爱。因此,在被统治者作为人的范围内,僭主对他们亦会有友爱;为此,此处的正义与友爱亦是一种微弱之物。但在民主制中,友爱与正义则达到极大程度;因为对于平等的人而言,共通之物极为众多。

语法注3 条
  1. 8.τῇ μὲν οὖν βασιλικῇ κοινωνίᾳ ὑπερογικὴ φιλία

    名词短语 ὑπερογικὴ φιλία(为 ὑπεροχική 的音位变体或误拼)缺少限定动词;需从前句中的 ἀκολουθοῦσα 补出动词(如 ἀκολουθεῖ 或 ἔστι),构成主句:“在王制共同关系中,伴随着[存在着]优位性的友爱”。

  2. 8.τὸ πρὸς πατέρα δίκαιον ὑπερέχει τοῦ πρὸς υἱόν

    冠词加介词短语 τὸ πρὸς πατέρα(对父亲的)与名词 δίκαιον(正义)结合构成主语,表比较的动词 ὑπερέχει 支配属格补足语 τοῦ πρὸς υἱόν(对儿子的正义),对比了正义的两个相互对应方向。

  3. 8.ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δὲ ἄνθρωπος, δύναται εἶναι

    与格阴性单数关系代词 ᾗ 作副词性限定用法(意为“在……的范围内/作为……”),与并列小词 μέν ... δέ 配合,将作为奴隶的身份(δοῦλος)与作为人的身份(ἄνθρωπος)加以对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:179.31-181.3